§1περὶ μὲν τῶν κατηγορημένων, ὦ ἄνδρες δικασταί, ἱκανῶς ὑμῖν ἀποδέδεικται·
诸位陪审员,关于被控告的事情,已经向你们做出了充分的证明。
ἀκοῦσαι δὲ καὶ περὶ τῶν ἄλλων ὑμᾶς ἀξιῶ, ἵνʼ ἐπίστησθε περὶ οἵου τινὸς ὄντος ἐμοῦ ψηφιεῖσθε.
但我请求你们也听听其他的事情,以便你们知道自己将要对怎样一个人进行投票。
ἐγὼ γὰρ ἐδοκιμάσθην μὲν ἐπὶ Θεοπόμπου ἄρχοντος, καταστὰς δὲ χορηγὸς τραγῳδοῖς ἀνήλωσα τριάκοντα μνᾶς καὶ τρίτῳ μηνὶ Θαργηλίοις νικήσας ἀνδρικῷ χορῷ δισχιλίας δραχμάς, ἐπὶ δὲ Γλαυκίππου ἄρχοντος εἰς πυρριχιστὰς Παναθηναίοις τοῖς μεγάλοις ὀκτακοσίας.
因为我在狄奥庞波斯任执政官时通过了资格审查,被任命为悲剧的歌队主持,花费了三十米纳;三个月后,在塔尔格里亚节上凭借男子歌队获胜,花费了两千德拉克马;在格劳基波斯任执政官时,在大泛雅典娜节上为兵器舞者花费了八百德拉克马。
§2ἔτι δʼ ἀνδράσι χορηγῶν εἰς Διονύσια ἐπὶ τοῦ αὐτοῦ ἄρχοντος ἐνίκησα, καὶ ἀνήλωσα σὺν τῇ τοῦ τρίποδος ἀναθέσει πεντακισχιλίας δραχμάς, καὶ ἐπὶ Διοκλέους Παναθηναίοις τοῖς μικροῖς κυκλίῳ χορῷ τριακοσίας.
此外,在同一执政官任内,我在酒神节上担任男子歌队主持并获胜,连同献纳三脚祭器在内,共花费了五千德拉克马;在狄奥克莱斯任内,在小泛雅典娜节上为环舞歌队花费了三百德拉克马。
τὸν δὲ μεταξὺ χρόνον ἐτριηράρχουν ἑπτὰ ἔπτὰ ἔτη, §3καὶ ἓξ τάλαντα ἀνήλωσα.
在这期间,我连续七年七年担任三段桨战船舾装官,并且花费了六塔兰同。
καὶ τοσαύτας δαπάνας δαπανώμενος καὶ καθʼ ἡμέραν ὑπὲρ ὑμῶν κινδυνεύων καὶ ἀποδημῶν, ὅμως εἰσφορὰς τὴν μὲν τριάκοντα μνᾶς τὴν δὲ τετρακισχιλίας δραχμὰς εἰσενήνοχα.
尽管承受了如此巨大的开支,每天为你们冒着生命危险并滞留国外,然而我还是缴纳了财产税,一次是三十米纳,另一次是四千德拉克马。
ἐπειδὴ δὲ κατέπλευσα ἐπὶ Ἀλεξίου ἄρχοντος, εὐθὺς ἐγυμνασιάρχουν εἰς Προμήθεια, καὶ ἐνίκων ἀναλώσας δώδεκα μνᾶς.
当我在阿莱克西亚斯任执政官时回港后,立即在普罗米修斯节上担任了体育祭典主持,并花费十二米纳获得了胜利。
§4καὶ ὕστερον κατέστην χορηγὸς παιδικῷ χορῷ καὶ ἀνήλωσα πλέον ἢ πεντεκαίδεκα μνᾶς.
后来,我被任命为少年歌队的主持,花费了十五米纳以上。
ἐπὶ δὲ Εὐκλείδου ἄρχοντος κωμῳδοῖς χορηγῶν Κηφισοδώρῳ ἐνίκων, καὶ ἀνήλωσα σὺν τῇ τῆς σκευῆς ἀναθέσει ἑκκαίδεκα μνᾶς, καὶ Παναθηναίοις τοῖς μικροῖς ἐχορήγουν πυρριχισταῖς ἀγενείοις, καὶ ἀνήλωσα ἑπτὰ μνᾶς.
在欧克莱德斯任执政官时,我担任喜剧歌队主持,凭着凯菲索多罗斯(的剧作)获胜,连同道具的献纳花费了十六米纳;在小泛雅典娜节上,我为无须青年的兵器舞者担任歌队主持,花费了七米纳。
§5νενίκηκα δὲ τριήρει μὲν ἁμιλλώμενος ἐπὶ Σουνίῳ, ἀναλώσας πεντεκαίδεκα μνᾶς· χωρὶς δὲ ἀρχιθεωρίας καὶ Ἐρρηφορίας καὶ ἄλλα τοιαῦτα, εἰς ἃ ἐμοὶ δεδαπάνηται πλέον ἢ τριάκοντα μναῖ.
我还在苏尼翁海角的三段桨战船竞赛中获胜,花费了十五米纳;这还不包括担任圣使和捧物女童节等其他此类服务的费用,在这些服务上,我已经花费了三十多米纳。
καὶ τούτων ὧν κατέλεξα, εἰ ἐβουλόμην κατὰ τὰ γεγραμμένα ἐν τῷ νόμῳ λῃτουργεῖν, οὐδʼ ἂν τὸ τέταρτον μέρος ἀνήλωσα.
而在我所列举的这些事务中,如果我只想按照法律条文的规定来履行公共义务,我连四分之一的费用都不会花。
τὸν δὲ χρόνον ὃν ἐτριηράρχουν, §6ἡ ναῦς ἄριστά μοι ἔπλει παντὸς τοῦ στρατοπέδου.
在我担任三段桨战船舾装官的期间,我的船在整个舰队中为我航行得最好。
τεκμήριον δὲ τούτου ὑμῖν μέγιστον ἐρῶ.
关于这一点,我将向你们提供最大的证据。
πρῶτον μὲν γὰρ Ἀλκιβιάδης, ὃν ἐγὼ περὶ πολλοῦ ἂν ἐποιησάμην μὴ συμπλεῖν μοι, οὔτε φίλος ὢν οὔτε συγγενὴς οὔτε φυλέτης ἔπλει ἐπὶ τῆς ἐμῆς νεώς.
首先,阿尔西比亚德斯——为了不让他与我同船,我宁愿付出巨大的代价——既不是我的朋友,也不是我的亲属,更不是同部落的人,却搭乘了我的船航行。
§7καίτοι ὑμᾶς οἶμαι εἰδέναι ὅτι στρατηγὸς ὤν, ᾧ ἐξῆν ποιεῖν ὅ τι ἐβούλετο, οὐκ ἄν ποτε ἀνέβη ἐπʼ ἄλλην ναῦν εἰ μὴ τὴν ἄριστα πλέουσαν, μέλλων αὐτὸς κινδυνεύσειν.
然而我想你们也知道,作为一名将军,他被允许做任何他想做的事,既然他自己将要面临危险,如果不是那艘航行最好的船,他绝不会登上其他的船。
ἐπειδὴ δὲ ἐκείνους μὲν ὑμεῖς ἐπαύσατε τῆς ἀρχῆς, §8τοὺς δὲ μετὰ Θρασύλλου δέκα ἕλεσθε, οὗτοι πάντες ἐβούλοντο ἐπὶ τῆς ἐμῆς νεὼς πλεῖν, ἀνέβη μέντοι πολλῶν λοιδοριῶν αὐτοῖς γενομένων Ἀρχέστρατος ὁ Φρεάρριος· ἀποθανόντος δὲ τούτου ἐν Μυτιλήνῃ Ἐρασινίδης μετʼ ἐμοῦ συνέπλει.
但是当你们免去了他们的职务,并选出了以色拉西洛斯为首的十位将军时,他们都希望搭乘我的船航行;然而,在他们之间发生了许多争吵之后,弗雷阿里地区的阿凯斯特拉托斯登上了船;而当他在米蒂利尼去世后,埃拉西尼德斯与我同船航行。
καίτοι οὕτω παρεσκευασμένην τριήρη πόσα οἴεσθε ἀνηλωκέναι χρήματα;
然而,对于一艘装备如此完善的三段桨战船,你们认为要花费多少资金?
§9ἢ πόσα τοὺς πολεμίους εἰργάσθαι κακά;
或者是给敌人带来了多少伤害?
ἢ πόσα τὴν πόλιν εὖ πεποιηκέναι;
或者是给城邦带来了多少福祉?
τεκμήριον δὲ τούτου μέγιστον· ὅτε γὰρ ἐν τῇ τελευταίᾳ ναυμαχία αἱ νῆες διεφθάρησαν, οὐδενός μοι συμπλέοντος στρατηγοῦ (ἵνα καὶ τούτου μνησθῶ, ἐπειδὴ καὶ τοῖς τριηράρχοις ὠργίσθητε διὰ τὴν γενομένην συμφοράν) ἐγὼ τήν τε ἐμαυτοῦ ναῦν ἐκόμισα καὶ τὴν Ναυσιμάχου τοῦ Φαληρέως ἔσωσα.
关于这一点,有最大的证据:因为在最后一次海战中船只被摧毁时,尽管没有将军与我同船(顺便提一下这一点,因为你们由于发生的那场灾难而对三段桨战船舾装官们发怒),我不仅带回了自己的船,还营救了法勒隆的瑙西马科斯的船。
§10καὶ ταῦτα οὐκ ἀπὸ τύχης ἐγίγνετο, ἀλλʼ ἀπὸ παρασκευῆς τῆς ἐμῆς· εἶχον γὰρ χρήμασι πείσας κυβερνήτην Φαντίαν ἅπαντα τὸν χρόνον, ὃς ἐδόκει τῶν Ἑλλήνων ἄριστος εἶναι, παρεσκευασάμην δὲ καὶ τὸ πλήρωμα πρὸς ἐκεῖνον καὶ τὴν ἄλλην ὑπηρεσίαν ἀκόλουθον.
而这些事情并非偶然发生,而是源于我的准备;因为我用金钱说服并全程雇用了舵手凡蒂亚斯,他被认为是希腊人中最优秀的一位,并且我也让船员和其余的随从服务人员都与他协调一致。
καὶ ταῦθʼ ὅτι ἀληθῆ λέγω, πάντες ἐπίστασθε, ὅσοι ἐτυγχάνετε ὄντες ἐκεῖ τῶν στρατιωτῶν.
关于我所说这些的真实性,你们所有当时在那里的士兵都清楚。
κάλεσον δὲ καὶ Ναυσίμαχον.
请把瑙西马科斯也传唤上来。