§1πολλήν μοι ἀπορίαν παρέχει ὁ ἀγὼν οὑτοσί, ὦ ἄνδρες δικασταί, ὅταν ἐνθυμηθῶ ὅτι, ἐὰν ἐγὼ μὲν μὴ νῦν εὖ εἴπω, οὐ μόνον ἐγὼ ἀλλὰ καὶ ὁ πατὴρ δόξει ἄδικος εἶναι, καὶ τῶν ὄντων ἁπάντων στερήσομαι.
裁判員諸君、この裁判は私に多大なる困惑をもたらします。 もし私が今うまく語れなければ、私だけでなく父までもが不正な者とみなされ、全財産を失うことになるだろうと考えるとき。
ἀνάγκη οὖν, εἰ καὶ μὴ δεινὸς πρὸς ταῦτα πέφυκα, βοηθεῖν τῷ πατρὶ καὶ ἐμαυτῷ οὕτως ὅπως ἂν δύνωμαι.
それゆえ、たとえ私がこうした事柄に生まれつき長けていなくとも、できる限りにおいて、父と自分自身を助けることが必要なのです。
§2τὴν μὲν οὖν παρασκευὴν καὶ τὴν προθυμίαν τῶν ἐχθρῶν ὁρᾶτε, καὶ οὐδὲν δεῖ περὶ τούτων λέγειν·
さて、敵たちの準備と熱意はあなた方も目にしている通りであり、これらについて語る必要は何もありません。
τὴν δʼ ἐμὴν ἀπειρίαν πάντες ἴσασιν, ὅσοι ἐμὲ γιγνώσκουσιν.
一方で、私の不慣れさは私を知る者すべてが承知しています。
αἰτήσομαι οὖν ὑμᾶς δίκαια καὶ ῥᾴδια χαρίσασθαι, ἄνευ ὀργῆς καὶ ἡμῶν ἀκοῦσαι,
それゆえ、私はあなた方に、公正で容易な好意を施してくださるよう、すなわち怒ることなく我々の話を聞いてくださるよう懇願いたします。
§3ὥσπερ καὶ τῶν κατηγόρων.
告発者たちの話を聞いたのと同じように。
ἀνάγκη γὰρ τὸν ἀπολογούμενον, κἂν ἐξ ἴσου ἀκροᾶσθε, ἔλαττον ἔχειν.
というのも、たとえあなた方が公平に耳を傾けるとしても、弁明する側が不利な立場に置かれるのは必然だからです。
οἱ μὲν γὰρ ἐκ πολλοῦ χρόνου ἐπιβουλεύοντες, αὐτοὶ ἄνευ κινδύνων ὄντες, τὴν κατηγορίαν ἐποιήσαντο, ἡμεῖς δὲ ἀγωνιζόμεθα μετὰ δέους καὶ διαβολῆς καὶ κινδύνου τοῦ μεγίστου.
彼らは長い時間をかけて陰謀を企て、自らは危険にさらされることなく告発を行ったのに対し、我々は恐怖と偏見、そして最大の危険を伴って争っているのです。
εἰκὸς οὖν ὑμᾶς εὔνοιαν πλείω ἔχειν τοῖς ἀπολογουμένοις.
それゆえ、あなた方が弁明する側により多くの好意を抱くことは当然のことであります。
§4οἶμαι γὰρ πάντας ὑμᾶς εἰδέναι ὅτι πολλοὶ ἤδη πολλὰ καὶ δεινὰ κατηγορήσαντες παραχρῆμα ἐξηλέγχθησαν ψευδόμενοι οὕτω φανερῶς, ὥστε ὑπὸ πάντων τῶν παραγενομένων μισηθέντες ἀπελθεῖν·
というのも、これまでにも多くの者が多くの恐ろしい告発を行いながら、その場ですぐさま嘘をついていることが極めて明白に暴かれ、居合わせたすべての人々から憎まれて立ち去ったことを、あなた方全員が知っていると思うからです。
οἱ δʼ αὖ μαρτυρήσαντες τὰ ψευδῆ καὶ ἀδίκως ἀπολέσαντες ἀνθρώπους ἑάλωσαν,
他方で、偽証をして不当に人々を破滅させた者たちも、有罪を宣告されてきました。
§5ἡνίκα οὐδὲν ἦν πλέον τοῖς πεπονθόσιν.
被害者たちにとっては何の益にもならなくなった時に。
ὅτʼ οὖν τοιαῦτα πολλὰ γεγένηται, ὡς ἐγὼ ἀκούω, εἰκὸς ὑμᾶς, ὦ ἄνδρες δικασταί, μήπω τοὺς τῶν κατηγόρων λόγους ἡγεῖσθαι πιστούς, πρὶν ἂν καὶ ἡμεῖς εἴπωμεν.
このように多くのことが起こってきたと私は聞いておりますから、裁判員諸君、我々が発言するまでは、告発者たちの言葉をまだ信用すべきではないとするのが当然です。
ἀκούω γὰρ ἔγωγε, καὶ ὑμῶν δὲ τοὺς πολλοὺς οἶμαι εἰδέναι, ὅτι πάντων δεινότατόν ἐστι διαβολή.
私自身聞いておりますし、あなた方の多くも知っていることと思いますが、あらゆるものの中で最も恐ろしいのは偏見だからです。
§6μάλιστα δὲ τοῦτο ἔχοι ἄν τις ἰδεῖν, ὅταν πολλοὶ ἐπὶ τῇ αὐτῇ αἰτίᾳ εἰς ἀγῶνα καταστῶσιν.
そして、多くの者が同じ罪状で裁判にかけられるとき、このことが特に顕著に見られるでしょう。
ὡς γὰρ ἐπὶ τὸ πολὺ οἱ τελευταῖοι κρινόμενοι σῴζονται·
というのも、大抵は最後に裁かれる者たちが救われるからです。
πεπαυμένοι γὰρ τῆς ὀργῆς αὐτῶν ἀκροᾶσθε, καὶ τοὺς ἐλέγχους ἤδη ἐθέλοντες ἀποδέχεσθε.
あなた方は怒りが収まった状態で彼らの話を聞き、その時にはすでに進んで反証を受け入れるようになっているからです。
§7ἐνθυμεῖσθε οὖν ὅτι Νικόφημος καὶ Ἀριστοφάνης ἄκριτοι ἀπέθανον, πρὶν παραγενέσθαι τινὰ αὐτοῖς ἐλεγχομένοις ὡς ἠδίκουν.
それゆえ、ニコフェモスとアリストファネスは、彼らが不正を行っていたという立証に誰も立ち会うことができないまま、裁判を経ずに死んだことを考慮してください。
οὐδεὶς γὰρ οὐδʼ εἶδεν ἐκείνους μετὰ τὴν σύλληψιν·
というのも、逮捕後に彼らの姿を見た者は一人もいないからです。
οὐδὲ γὰρ θάψαι τὰ σώματʼ αὐτῶν ἀπέδοσαν, ἀλλʼ οὕτω δεινὴ ἡ συμφορὰ γεγένηται ὥστε πρὸς τοῖς ἄλλοις καὶ τούτου ἐστέρηνται.
彼らの遺体を埋葬のために返すことすらされず、その不幸はあまりにも悲惨なものであったため、他の事柄に加えてこれさえも奪われてしまったのです。
§8ἀλλὰ ταῦτα μὲν ἐάσω·
しかし、これらのことは放っておきましょう。
οὐδὲν γὰρ ἂν περαίνοιμι·
何も得られないでしょうから。
πολὺ δὲ ἀθλιώτεροι δοκοῦσί μοι οἱ παῖδες οἱ Ἀριστοφάνους·
それよりも、アリストファネスの子供たちの方が、私にははるかに哀れに思われます。
οὐδένα γὰρ οὔτʼ ἰδίᾳ οὔτε δημοσίᾳ ἠδικηκότες οὐ μόνον τὰ πατρῷα ἀπολωλέκασι παρὰ τοὺς νόμους τοὺς ὑμετέρους, ἀλλὰ καὶ ἣ ὑπόλοιπος ἐλπὶς ἦν, ἀπὸ τῶν τοῦ πάππου ἐκτραφῆναι, ἐν οὕτω δεινῶ καθέστηκεν.
彼らは私的にも公的にも誰に対しても不正を行っていないのに、あなた方の法律に反して父の遺産を失っただけでなく、残された唯一の希望であった、祖父の財産から養育されるという見込みまでもが、これほどまでに恐ろしい状況に陥っているのです。
ἔτι δʼ ἡμεῖς ἐστερημένοι μὲν κηδεστῶν, §9ἐστερημένοι δὲ τῆς προικός, παιδάρια δὲ τρία ἠναγκασμένοι τρέφειν, προσέτι συκοφαντούμεθα καὶ κινδυνεύομεν περὶ ὧν οἱ πρόγονοι ἡμῖν κατέλιπον κτησάμενοι ἐκ τοῦ δικαίου.
さらに我々は、親族を奪われ、持参金も奪われ、三人の幼い子供を育てることを余儀なくされ、その上、密告者たちから中傷され、先祖が正当に獲得して我々に残してくれた財産をめぐって危険にさらされています。
καίτοι, ὦ ἄνδρες δικασταί, ὁ ἐμὸς πατὴρ ἐν ἅπαντι τῷ βίῳ πλείω εἰς τὴν πόλιν ἀνήλωσεν ἢ εἰς αὑτὸν καὶ τοὺς οἰκείους, διπλάσια δὲ ἢ νῦν ἔστιν ἡμῖν, ὡς ἐγὼ λογιζομένῳ αὐτῷ πολλάκις παρεγενόμην.
しかしながら、裁判員諸君、私の父は全生涯を通じて、自分自身や家族のためよりも、このポリスのために多くの費用を費やし、それは我々が現在所有しているものの二倍に及びます。 私は父がそれを計算しているところに何度も立ち会ったのです。
§10μὴ οὖν προκαταγιγνώσκετε ἀδικίαν τοῦ εἰς αὑτὸν μὲν μικρὰ δαπανῶντος, ὑμῖν δὲ πολλὰ καθʼ ἕκαστον τὸν ἐνιαυτόν, ἀλλʼ ὅσοι καὶ τὰ πατρῷα καὶ ἐάν τί ποθεν λάβωσιν, εἰς τὰς αἰσχίστας ἡδονὰς εἰθισμένοι εἰσὶν ἀναλίσκειν.
それゆえ、自分自身のためにはわずかしか費やさず、あなた方のために毎年多額の費用を投じた者に対して、不正の先入観を持たないでください。 むしろ、父の遺産も、どこからか得たものも、最も破廉恥な快楽のために浪費することに慣れている者たちに対してこそ、そうすべきです。
§11χαλεπὸν μὲν οὖν, ὦ ἄνδρες δικασταί, ἀπολογεῖσθαι πρὸς δόξαν ἣν ἔνιοι ἔχουσι περὶ τῆς Νικοφήμου οὐσίας, καὶ σπάνιν ἀργυρίου ἣ νῦν ἐστιν ἐν τῇ πόλει, καὶ τοῦ ἀγῶνος πρὸς τὸ δημόσιον ὄντος·
したがって、裁判員諸君、ニコフェモスの財産について一部の人々が抱いている評判や、現在ポリスにある銀の不足、そして裁判が国庫を相手にしているものであることに対して、弁明を行うのは困難なことです。
ὅμως δὲ καὶ τούτων ὑπαρχόντων ῥᾳδίως γνώσεσθε ὅτι οὐκ ἀληθῆ ἐστι τὰ κατηγορημένα.
しかし、これらの状況があろうとも、あなた方は告発が真実ではないことを容易に知るでしょう。
δέομαι δʼ ὑμῶν πάσῃ τέχνῃ καὶ μηχανῇ μετʼ εὐνοίας ἀκροασαμένους ἡμῶν διὰ τέλους ὅ τι ἂν ὑμῖν ἄριστον καὶ εὐορκότατον νομίζητε εἶναι, τοῦτο ψηφίσασθαι.
私はあなた方に、あらゆる手段を尽くして、我々の話を最後まで好意的に聞いた上で、あなた方にとって最善であり、また最も誓いにかなうと考えるものに投票してくださるよう懇願いたします。