- 底本
- Lysias. Lamb, W.R.M., editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1930.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0540.tlg019.humanitext-grc2:1-11
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
語り手は、アリストファネスの財産没収に関連して自身と家族にかけられた疑いを晴らすため、裁判員に対し先入観を持たずに双方の議論を最後まで聞くよう求め、亡き父のポリスへの多大な貢献を強調する。
πολλήν μοι ἀπορίαν παρέχει ὁ ἀγὼν οὑτοσί, ὦ ἄνδρες δικασταί, ὅταν ἐνθυμηθῶ ὅτι, ἐὰν ἐγὼ μὲν μὴ νῦν εὖ εἴπω, οὐ μόνον ἐγὼ ἀλλὰ καὶ ὁ πατὴρ δόξει1 ἄδικος εἶναι, καὶ τῶν ὄντων ἁπάντων στερήσομαι. ἀνάγκη οὖν, εἰ καὶ μὴ δεινὸς πρὸς ταῦτα πέφυκα, βοηθεῖν τῷ πατρὶ καὶ ἐμαυτῷ οὕτως ὅπως ἂν δύνωμαι.
裁判員諸君、この裁判は私に多大なる困惑をもたらします。もし私が今うまく語れなければ、私だけでなく父までもが不正な者とみなされ、全財産を失うことになるだろうと考えるとき。それゆえ、たとえ私がこうした事柄に生まれつき長けていなくとも、できる限りにおいて、父と自分自身を助けることが必要なのです。
τὴν μὲν οὖν παρασκευὴν καὶ τὴν προθυμίαν τῶν ἐχθρῶν ὁρᾶτε, καὶ οὐδὲν δεῖ περὶ τούτων λέγειν· τὴν δʼ ἐμὴν ἀπειρίαν πάντες ἴσασιν, ὅσοι ἐμὲ γιγνώσκουσιν. αἰτήσομαι οὖν ὑμᾶς δίκαια καὶ ῥᾴδια2 χαρίσασθαι, ἄνευ ὀργῆς καὶ ἡμῶν ἀκοῦσαι, ὥσπερ καὶ τῶν κατηγόρων. ἀνάγκη γὰρ τὸν ἀπολογούμενον, κἂν ἐξ ἴσου ἀκροᾶσθε, ἔλαττον ἔχειν. οἱ μὲν γὰρ ἐκ πολλοῦ χρόνου ἐπιβουλεύοντες, αὐτοὶ ἄνευ κινδύνων ὄντες, τὴν κατηγορίαν ἐποιήσαντο, ἡμεῖς δὲ ἀγωνιζόμεθα μετὰ δέους καὶ διαβολῆς καὶ κινδύνου τοῦ μεγίστου. εἰκὸς οὖν ὑμᾶς εὔνοιαν πλείω ἔχειν τοῖς ἀπολογουμένοις.
さて、敵たちの準備と熱意はあなた方も目にしている通りであり、これらについて語る必要は何もありません。一方で、私の不慣れさは私を知る者すべてが承知しています。それゆえ、私はあなた方に、公正で容易な好意を施してくださるよう、すなわち怒ることなく我々の話を聞いてくださるよう懇願いたします。告発者たちの話を聞いたのと同じように。というのも、たとえあなた方が公平に耳を傾けるとしても、弁明する側が不利な立場に置かれるのは必然だからです。彼らは長い時間をかけて陰謀を企て、自らは危険にさらされることなく告発を行ったのに対し、我々は恐怖と偏見、そして最大の危険を伴って争っているのです。それゆえ、あなた方が弁明する側により多くの好意を抱くことは当然のことであります。
οἶμαι γὰρ πάντας ὑμᾶς εἰδέναι ὅτι πολλοὶ ἤδη πολλὰ καὶ δεινὰ κατηγορήσαντες παραχρῆμα ἐξηλέγχθησαν ψευδόμενοι οὕτω φανερῶς, ὥστε ὑπὸ πάντων τῶν παραγενομένων μισηθέντες ἀπελθεῖν· οἱ δʼ αὖ μαρτυρήσαντες τὰ ψευδῆ καὶ ἀδίκως ἀπολέσαντες ἀνθρώπους ἑάλωσαν,3 ἡνίκα οὐδὲν ἦν πλέον τοῖς πεπονθόσιν. ὅτʼ οὖν τοιαῦτα πολλὰ γεγένηται, ὡς ἐγὼ ἀκούω, εἰκὸς ὑμᾶς, ὦ ἄνδρες δικασταί, μήπω τοὺς τῶν κατηγόρων λόγους ἡγεῖσθαι πιστούς, πρὶν ἂν καὶ ἡμεῖς εἴπωμεν. ἀκούω γὰρ ἔγωγε, καὶ ὑμῶν δὲ τοὺς πολλοὺς οἶμαι εἰδέναι, ὅτι πάντων δεινότατόν ἐστι διαβολή.
というのも、これまでにも多くの者が多くの恐ろしい告発を行いながら、その場ですぐさま嘘をついていることが極めて明白に暴かれ、居合わせたすべての人々から憎まれて立ち去ったことを、あなた方全員が知っていると思うからです。他方で、偽証をして不当に人々を破滅させた者たちも、有罪を宣告されてきました。被害者たちにとっては何の益にもならなくなった時に。このように多くのことが起こってきたと私は聞いておりますから、裁判員諸君、我々が発言するまでは、告発者たちの言葉をまだ信用すべきではないとするのが当然です。私自身聞いておりますし、あなた方の多くも知っていることと思いますが、あらゆるものの中で最も恐ろしいのは偏見だからです。
μάλιστα δὲ τοῦτο ἔχοι ἄν τις ἰδεῖν, ὅταν πολλοὶ ἐπὶ τῇ αὐτῇ αἰτίᾳ εἰς ἀγῶνα καταστῶσιν. ὡς γὰρ ἐπὶ τὸ πολὺ οἱ τελευταῖοι κρινόμενοι σῴζονται· πεπαυμένοι γὰρ τῆς ὀργῆς αὐτῶν ἀκροᾶσθε, καὶ τοὺς ἐλέγχους ἤδη ἐθέλοντες ἀποδέχεσθε.
そして、多くの者が同じ罪状で裁判にかけられるとき、このことが特に顕著に見られるでしょう。というのも、大抵は最後に裁かれる者たちが救われるからです。あなた方は怒りが収まった状態で彼らの話を聞き、その時にはすでに進んで反証を受け入れるようになっているからです。
ἐνθυμεῖσθε οὖν ὅτι Νικόφημος καὶ Ἀριστοφάνης ἄκριτοι ἀπέθανον, πρὶν παραγενέσθαι τινὰ αὐτοῖς ἐλεγχομένοις ὡς ἠδίκουν. οὐδεὶς γὰρ οὐδʼ εἶδεν ἐκείνους μετὰ τὴν σύλληψιν· οὐδὲ γὰρ θάψαι τὰ σώματʼ αὐτῶν ἀπέδοσαν, ἀλλʼ οὕτω δεινὴ ἡ συμφορὰ γεγένηται ὥστε πρὸς τοῖς ἄλλοις καὶ τούτου ἐστέρηνται.
それゆえ、ニコフェモスとアリストファネスは、彼らが不正を行っていたという立証に誰も立ち会うことができないまま、裁判を経ずに死んだことを考慮してください。というのも、逮捕後に彼らの姿を見た者は一人もいないからです。彼らの遺体を埋葬のために返すことすらされず、その不幸はあまりにも悲惨なものであったため、他の事柄に加えてこれさえも奪われてしまったのです。
ἀλλὰ ταῦτα μὲν ἐάσω· οὐδὲν γὰρ ἂν περαίνοιμι· πολὺ δὲ ἀθλιώτεροι δοκοῦσί μοι οἱ παῖδες οἱ Ἀριστοφάνους· οὐδένα γὰρ οὔτʼ ἰδίᾳ οὔτε δημοσίᾳ ἠδικηκότες οὐ μόνον τὰ πατρῷα ἀπολωλέκασι παρὰ τοὺς νόμους τοὺς ὑμετέρους, ἀλλὰ καὶ ἣ ὑπόλοιπος ἐλπὶς ἦν, ἀπὸ τῶν τοῦ πάππου ἐκτραφῆναι,4 ἐν οὕτω δεινῶ καθέστηκεν. ἔτι δʼ ἡμεῖς ἐστερημένοι μὲν κηδεστῶν, ἐστερημένοι δὲ τῆς προικός, παιδάρια δὲ τρία ἠναγκασμένοι τρέφειν, προσέτι συκοφαντούμεθα καὶ κινδυνεύομεν περὶ ὧν οἱ πρόγονοι ἡμῖν κατέλιπον κτησάμενοι ἐκ τοῦ δικαίου. καίτοι, ὦ ἄνδρες δικασταί, ὁ ἐμὸς πατὴρ ἐν ἅπαντι τῷ βίῳ πλείω εἰς τὴν πόλιν ἀνήλωσεν ἢ εἰς αὑτὸν καὶ τοὺς οἰκείους, διπλάσια δὲ ἢ νῦν ἔστιν ἡμῖν, ὡς ἐγὼ λογιζομένῳ αὐτῷ πολλάκις παρεγενόμην.
しかし、これらのことは放っておきましょう。何も得られないでしょうから。それよりも、アリストファネスの子供たちの方が、私にははるかに哀れに思われます。彼らは私的にも公的にも誰に対しても不正を行っていないのに、あなた方の法律に反して父の遺産を失っただけでなく、残された唯一の希望であった、祖父の財産から養育されるという見込みまでもが、これほどまでに恐ろしい状況に陥っているのです。さらに我々は、親族を奪われ、持参金も奪われ、三人の幼い子供を育てることを余儀なくされ、その上、密告者たちから中傷され、先祖が正当に獲得して我々に残してくれた財産をめぐって危険にさらされています。しかしながら、裁判員諸君、私の父は全生涯を通じて、自分自身や家族のためよりも、このポリスのために多くの費用を費やし、それは我々が現在所有しているものの二倍に及びます。私は父がそれを計算しているところに何度も立ち会ったのです。
μὴ οὖν προκαταγιγνώσκετε ἀδικίαν τοῦ εἰς αὑτὸν μὲν μικρὰ δαπανῶντος, ὑμῖν δὲ πολλὰ καθʼ ἕκαστον τὸν ἐνιαυτόν, ἀλλʼ ὅσοι καὶ τὰ πατρῷα καὶ ἐάν τί ποθεν λάβωσιν, εἰς τὰς αἰσχίστας ἡδονὰς εἰθισμένοι εἰσὶν ἀναλίσκειν.
それゆえ、自分自身のためにはわずかしか費やさず、あなた方のために毎年多額の費用を投じた者に対して、不正の先入観を持たないでください。むしろ、父の遺産も、どこからか得たものも、最も破廉恥な快楽のために浪費することに慣れている者たちに対してこそ、そうすべきです。
χαλεπὸν μὲν οὖν, ὦ ἄνδρες δικασταί, ἀπολογεῖσθαι πρὸς δόξαν ἣν ἔνιοι ἔχουσι περὶ τῆς Νικοφήμου οὐσίας, καὶ σπάνιν ἀργυρίου ἣ νῦν ἐστιν ἐν τῇ πόλει, καὶ τοῦ ἀγῶνος πρὸς τὸ δημόσιον ὄντος· ὅμως δὲ καὶ τούτων ὑπαρχόντων ῥᾳδίως γνώσεσθε ὅτι οὐκ ἀληθῆ ἐστι τὰ κατηγορημένα. δέομαι δʼ ὑμῶν πάσῃ τέχνῃ καὶ μηχανῇ μετʼ εὐνοίας ἀκροασαμένους ἡμῶν διὰ τέλους ὅ τι ἂν ὑμῖν ἄριστον καὶ εὐορκότατον νομίζητε εἶναι, τοῦτο ψηφίσασθαι.
したがって、裁判員諸君、ニコフェモスの財産について一部の人々が抱いている評判や、現在ポリスにある銀の不足、そして裁判が国庫を相手にしているものであることに対して、弁明を行うのは困難なことです。しかし、これらの状況があろうとも、あなた方は告発が真実ではないことを容易に知るでしょう。私はあなた方に、あらゆる手段を尽くして、我々の話を最後まで好意的に聞いた上で、あなた方にとって最善であり、また最も誓いにかなうと考えるものに投票してくださるよう懇願いたします。
- 1δόξει
主語が ἐγὼ と ὁ πατὴρ の二つあるにもかかわらず、動詞が三人称単数の δόξει になっているのは、動詞に近い方の主語(ὁ πατὴρ)に一致させる近接一致(attraction to the nearer subject)が起きているためである。
- 2δίκαια καὶ ῥᾴδια
αἰτήσομαι(二重対格をとる動詞)の直接目的語として機能している。ここでは「あなた方に(ὑμᾶς)公平で容易な事柄を(δίκαια καὶ ῥᾴδια)施してくださるよう求める」という意味になり、続く不定詞句 ἀκοῦσαι(聞くこと)などと同格の関係にある。
- 4ἑάλωσαν
動詞 ἁλίσκομαι(有罪となる、捕らえられる)の直説法アオリスト三人称複数形。この動詞は能動態 αἱρέω(有罪にする、告発する)の受動態的な意味を補完する(suppletive passive)役割を果たしている。
- 8ἣ ὑπόλοιπος ἐλπὶς ἦν, ἀπὸ τῶν τοῦ πάππου ἐκτραφῆναι
関係代名詞節の中に先行詞 ἐλπίς が取り込まれており、実質的には ἡ ἐλπὶς ἣ ὑπόλοιπος ἦν と同義。これに続く不定詞句 ἐκτραφῆναι(養育されること)は ἐλπίς の具体的な内容を示す同格(説明的用法)である。
