Humanitext Reader

吕西亚斯 · 关于阿里斯托芬的财产 §1-11

请求公正审理与先父的城邦奉献

第 1 段,共 6 段 · 希腊语

内容简介

说话者向陪审团申诉,请求他们不要抱持偏见,并在听取双方陈述之前暂停判决;同时,他强调了已故父亲对雅典城邦的巨大公益贡献,以反驳关于阿里斯托芬被没收财产的指控。

§1πολλήν μοι ἀπορίαν παρέχει ὁ ἀγὼν οὑτοσί, ὦ ἄνδρες δικασταί, ὅταν ἐνθυμηθῶ ὅτι, ἐὰν ἐγὼ μὲν μὴ νῦν εὖ εἴπω, οὐ μόνον ἐγὼ ἀλλὰ καὶ ὁ πατὴρ δόξει ἄδικος εἶναι, καὶ τῶν ὄντων ἁπάντων στερήσομαι.
诸位陪审员,这场诉讼给我带来了极大的困惑,每当我想到,如果我今天不能说得好,不仅我,连我的父亲也将被认为是行事不义的人,而我将失去所有的财产。
ἀνάγκη οὖν, εἰ καὶ μὴ δεινὸς πρὸς ταῦτα πέφυκα, βοηθεῖν τῷ πατρὶ καὶ ἐμαυτῷ οὕτως ὅπως ἂν δύνωμαι.
因此,即使我天生不擅长这些事情,也有必要尽我所能,去帮助我的父亲和我自己。
§2τὴν μὲν οὖν παρασκευὴν καὶ τὴν προθυμίαν τῶν ἐχθρῶν ὁρᾶτε, καὶ οὐδὲν δεῖ περὶ τούτων λέγειν· τὴν δʼ ἐμὴν ἀπειρίαν πάντες ἴσασιν, ὅσοι ἐμὲ γιγνώσκουσιν.
因此,仇敌们的准备与热诚是你们有目共睹的,对此无需多言;而我的缺乏经验,凡是认识我的人都十分清楚。
αἰτήσομαι οὖν ὑμᾶς δίκαια καὶ ῥᾴδια χαρίσασθαι, ἄνευ ὀργῆς καὶ ἡμῶν ἀκοῦσαι, §3ὥσπερ καὶ τῶν κατηγόρων.
所以,我恳求你们恩赐我公正且容易做到的事:不带怒气地听取我们的申辩,正如听取原告的申诉一样。
ἀνάγκη γὰρ τὸν ἀπολογούμενον, κἂν ἐξ ἴσου ἀκροᾶσθε, ἔλαττον ἔχειν.
因为对于申辩者来说,即使你们平等地倾听,也必然处于劣势。
οἱ μὲν γὰρ ἐκ πολλοῦ χρόνου ἐπιβουλεύοντες, αὐτοὶ ἄνευ κινδύνων ὄντες, τὴν κατηγορίαν ἐποιήσαντο, ἡμεῖς δὲ ἀγωνιζόμεθα μετὰ δέους καὶ διαβολῆς καὶ κινδύνου τοῦ μεγίστου.
因为他们筹划已久,自身不担风险地提出指控,而我们却是在恐惧、毁谤和极大的危险之中进行抗争。
εἰκὸς οὖν ὑμᾶς εὔνοιαν πλείω ἔχειν τοῖς ἀπολογουμένοις.
因此,你们理应对申辩者抱有更多的善意。
§4οἶμαι γὰρ πάντας ὑμᾶς εἰδέναι ὅτι πολλοὶ ἤδη πολλὰ καὶ δεινὰ κατηγορήσαντες παραχρῆμα ἐξηλέγχθησαν ψευδόμενοι οὕτω φανερῶς, ὥστε ὑπὸ πάντων τῶν παραγενομένων μισηθέντες ἀπελθεῖν· οἱ δʼ αὖ μαρτυρήσαντες τὰ ψευδῆ καὶ ἀδίκως ἀπολέσαντες ἀνθρώπους ἑάλωσαν, §5ἡνίκα οὐδὲν ἦν πλέον τοῖς πεπονθόσιν.
因为我想你们大家都知道,在此之前已有许多人提出了许多可怕的指控,却当场被戳穿谎言,其昭然若揭,以致遭到所有在场者唾弃而离去;而另一些人,则因提供伪证、不公地置人于死地而被判有罪,而在那时,对于受害者已毫无益处。
ὅτʼ οὖν τοιαῦτα πολλὰ γεγένηται, ὡς ἐγὼ ἀκούω, εἰκὸς ὑμᾶς, ὦ ἄνδρες δικασταί, μήπω τοὺς τῶν κατηγόρων λόγους ἡγεῖσθαι πιστούς, πρὶν ἂν καὶ ἡμεῖς εἴπωμεν.
既然像我所听到的那样,发生过许多类似的事情,那么,诸位陪审员,在我们也陈述之前,你们还不应该相信原告的言辞,这才是合理的。
ἀκούω γὰρ ἔγωγε, καὶ ὑμῶν δὲ τοὺς πολλοὺς οἶμαι εἰδέναι, ὅτι πάντων δεινότατόν ἐστι διαβολή.
因为我本人听说过,且我想你们大多数人也知道,在万物之中,毁谤是最为可怕的。
§6μάλιστα δὲ τοῦτο ἔχοι ἄν τις ἰδεῖν, ὅταν πολλοὶ ἐπὶ τῇ αὐτῇ αἰτίᾳ εἰς ἀγῶνα καταστῶσιν.
而这一点,在许多人因同一罪名而被控上法庭时,人们尤其能看得清楚。
ὡς γὰρ ἐπὶ τὸ πολὺ οἱ τελευταῖοι κρινόμενοι σῴζονται· πεπαυμένοι γὰρ τῆς ὀργῆς αὐτῶν ἀκροᾶσθε, καὶ τοὺς ἐλέγχους ἤδη ἐθέλοντες ἀποδέχεσθε.
因为通常情况下,最后受审的人会得以幸存;因为你们在听取他们申辩时,怒气已经平息,此时你们已经愿意接受反证了。
§7ἐνθυμεῖσθε οὖν ὅτι Νικόφημος καὶ Ἀριστοφάνης ἄκριτοι ἀπέθανον, πρὶν παραγενέσθαι τινὰ αὐτοῖς ἐλεγχομένοις ὡς ἠδίκουν.
因此,请你们考虑到,尼科菲穆斯和阿里斯托芬是在未经审判的情况下死去的,在任何人得以亲眼目睹他们被证实有罪之前。
οὐδεὶς γὰρ οὐδʼ εἶδεν ἐκείνους μετὰ τὴν σύλληψιν· οὐδὲ γὰρ θάψαι τὰ σώματʼ αὐτῶν ἀπέδοσαν, ἀλλʼ οὕτω δεινὴ ἡ συμφορὰ γεγένηται ὥστε πρὸς τοῖς ἄλλοις καὶ τούτου ἐστέρηνται.
因为在他们被捕之后,没有任何人见过他们;他们甚至连两人的尸体都没有交还以供安葬,这灾祸是如此可怕,以至于除了其他的损失之外,他们连这一权利也被剥夺了。
§8ἀλλὰ ταῦτα μὲν ἐάσω· οὐδὲν γὰρ ἂν περαίνοιμι·
但这些事我就不提了,因为那将无济于事。
πολὺ δὲ ἀθλιώτεροι δοκοῦσί μοι οἱ παῖδες οἱ Ἀριστοφάνους· οὐδένα γὰρ οὔτʼ ἰδίᾳ οὔτε δημοσίᾳ ἠδικηκότες οὐ μόνον τὰ πατρῷα ἀπολωλέκασι παρὰ τοὺς νόμους τοὺς ὑμετέρους, ἀλλὰ καὶ ἣ ὑπόλοιπος ἐλπὶς ἦν, ἀπὸ τῶν τοῦ πάππου ἐκτραφῆναι, ἐν οὕτω δεινῶ καθέστηκεν.
在我看来,阿里斯托芬的孩子们要悲惨得多;因为他们无论在私人还是公共事务上都没有伤害过任何人,却不仅违反你们的法律失去了父亲的遗产,而且他们仅存的希望——依靠祖父的财产抚养长大——也陷入了如此可怕的境地。
ἔτι δʼ ἡμεῖς ἐστερημένοι μὲν κηδεστῶν, §9ἐστερημένοι δὲ τῆς προικός, παιδάρια δὲ τρία ἠναγκασμένοι τρέφειν, προσέτι συκοφαντούμεθα καὶ κινδυνεύομεν περὶ ὧν οἱ πρόγονοι ἡμῖν κατέλιπον κτησάμενοι ἐκ τοῦ δικαίου.
此外,我们被夺去了姻亲,被夺去了嫁妆,又被迫抚养三个年幼的孩子,此外还要遭受诬告,并就我们祖先合乎正义地获得并留给我们的财产面临危险。
καίτοι, ὦ ἄνδρες δικασταί, ὁ ἐμὸς πατὴρ ἐν ἅπαντι τῷ βίῳ πλείω εἰς τὴν πόλιν ἀνήλωσεν ἢ εἰς αὑτὸν καὶ τοὺς οἰκείους, διπλάσια δὲ ἢ νῦν ἔστιν ἡμῖν, ὡς ἐγὼ λογιζομένῳ αὐτῷ πολλάκις παρεγενόμην.
然而,诸位陪审员,我的父亲在整整一生中,为城邦所花的钱,比花在自己和家人身上的还要多,甚至达到我们现在所拥有的财产的两倍,当他多次结算时,我都在场旁观。
§10μὴ οὖν προκαταγιγνώσκετε ἀδικίαν τοῦ εἰς αὑτὸν μὲν μικρὰ δαπανῶντος, ὑμῖν δὲ πολλὰ καθʼ ἕκαστον τὸν ἐνιαυτόν, ἀλλʼ ὅσοι καὶ τὰ πατρῷα καὶ ἐάν τί ποθεν λάβωσιν, εἰς τὰς αἰσχίστας ἡδονὰς εἰθισμένοι εἰσὶν ἀναλίσκειν.
因此,对于一个在自己身上花钱极少、却每年为你们花费极多的人,请不要预先判定他有罪,而应该去判定那些习惯于将父祖遗产以及从任何地方得到的一切财产,都挥霍在最可耻的享乐上的人。
§11χαλεπὸν μὲν οὖν, ὦ ἄνδρες δικασταί, ἀπολογεῖσθαι πρὸς δόξαν ἣν ἔνιοι ἔχουσι περὶ τῆς Νικοφήμου οὐσίας, καὶ σπάνιν ἀργυρίου ἣ νῦν ἐστιν ἐν τῇ πόλει, καὶ τοῦ ἀγῶνος πρὸς τὸ δημόσιον ὄντος· ὅμως δὲ καὶ τούτων ὑπαρχόντων ῥᾳδίως γνώσεσθε ὅτι οὐκ ἀληθῆ ἐστι τὰ κατηγορημένα.
因此,诸位陪审员,要针对某些人对尼科菲穆斯财产所抱持的看法、目前城邦中银钱的匮乏,以及这场诉讼是针对公共财产这一事实进行申辩,确实是极其困难的;然而,尽管存在这些不利条件,你们也将轻易地认识到指控并非真实。
δέομαι δʼ ὑμῶν πάσῃ τέχνῃ καὶ μηχανῇ μετʼ εὐνοίας ἀκροασαμένους ἡμῶν διὰ τέλους ὅ τι ἂν ὑμῖν ἄριστον καὶ εὐορκότατον νομίζητε εἶναι, τοῦτο ψηφίσασθαι.
我恳求你们用尽一切办法与策略,自始至终善意地听取我们的陈述,并投下你们认为最合适、最符合誓言的一票。

词汇与语法注释

  1. §1δόξει — 尽管存在复数主语(`ἐγὼ ... καὶ ὁ πατὴρ`),动词 `δόξει` 仍采用单数第三人称。这是因为动词与其较近的主语(`ὁ πατὴρ`)发生了近邻一致(attraction to the nearer subject)。
  2. §2δίκαια καὶ ῥᾴδια — 这些形容词充当双宾语动词 `αἰτήσομαι` 的直接宾语(即“请求你们给予[公正且容易的事]”),并与后文的不定词短语起同格作用,具体说明所请求的事情。
  3. §4ἑάλωσαν — 动词 `ἁλίσκομαι`(被判有罪、被捕)的直说法语气不定过去时第三人称复数。该动词充当 `αἱρέω`(判定有罪、指控)的补充被动语态(suppletive passive)。
  4. §8ἣ ὑπόλοιπος ἐλπὶς ἦν, ἀπὸ τῶν τοῦ πάππου ἐκτραφῆναι — 先行词 `ἐλπίς` 被吸引并并入关系代词从句中,等同于 `ἡ ἐλπὶς ἣ ὑπόλοιπος ἦν`。其后的不定式 `ἐκτραφῆναι`(被抚养)与 `ἐλπίς` 呈同格关系,说明“希望”的具体内容。

引用这一段

吕西亚斯, 关于阿里斯托芬的财产 §1-11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0540.tlg019.humanitext-grc2:1-11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。