Humanitext Reader

リュシアス · 第十八弁論 ニキアスの兄弟の財産没収について §10-18

パウサニアスへの嘆願と財産没収の不当性

2 / 3 箇所 · ギリシア語

要旨

ディオグネトスが子供たちを連れてスパルタ王パウサニアスに窮状を訴えた過去を回顧し、アテナイ人がかつての誓いと矛盾する財産没収の判決を下すことの不当性と都市の和合の重要性を訴える。

§10καὶ ἀρχὴν μὲν οὐδεμίαν ἦρξεν ἐν τῇ ὀλιγαρχίᾳ·
そして彼は寡頭制のもとではいかなる官職にも就きませんでした。
ἐπειδὴ δὲ τάχιστα ἦλθον εἰς τὴν Ἀκαδήμειαν Λακεδαιμόνιοι καὶ Παυσανίας, λαβὼν τὸν Νικηράτου καὶ ἡμᾶς παῖδας ὄντας, ἐκεῖνον μὲν κατέθηκεν ἐπὶ τοῖς γόνασι τοῖς Παυσανίου, ἡμᾶς δὲ παραστησάμενος ἔλεγε πρὸς ἐκεῖνον καὶ τοὺς ἄλλους τοὺς παρόντας ὅσα εἴημεν πεπονθότες καὶ οἵαις τύχαις κεχρημένοι, καὶ ἠξίου Παυσανίαν βοηθῆσαι καὶ διὰ τὴν φιλίαν καὶ διὰ τὴν ξενίαν τὴν ὑπάρχουσαν, καὶ τιμωρὸν γενέσθαι τῶν εἰς ἡμᾶς ἡμαρτηκότων.
しかし、スパルタ人たちとパウサニアスがアカデメイアに到着するやいなや、彼はニケラトスの子と、当時子供であった私たちを連れて、彼をパウサニアスの膝の上に置き、私たちを傍らに立たせ、彼やそこに居合わせた他の人々に向かって、私たちがどれほどの苦難を受け、どのような運命に見舞われてきたかを語りました。 そして、これまでの友情と客人関係のゆえに、パウサニアスが私たちを援助し、私たちに対して罪を犯した者たちに罰を下してくれるよう求めたのです。
§11ὅθεν Παυσανίας ἤρξατο εὔνους εἶναι τῷ δήμῳ, παράδειγμα ποιούμενος πρὸς τοὺς ἄλλους Λακεδαιμονίους τὰς ἡμετέρας συμφορὰς τῆς τῶν τριάκοντα πονηρίας·
ここから、パウサニアスは民衆に対して好意を抱き始めました。 彼は他のスパルタ人たちに対して、三十人政権の邪悪さを示す実例として私たちの不幸を用いたのです。
δῆλον γὰρ ἅπασι τοῖς ἐλθοῦσι Πελοποννησίων ἐγεγένητο, ὅτι οὐ τοὺς πονηροτάτους τῶν πολιτῶν ἀπέκτεινον, ἀλλʼ οἷς μάλιστα προσῆκον καὶ διὰ γένος καὶ διὰ πλοῦτον καὶ διὰ τὴν ἄλλην ἀρετὴν τιμᾶσθαι.
というのも、やって来たペロポネソス人全員にとって、彼らが殺したのは市民の中で最も邪悪な者たちではなく、家柄、富、その他の卓越性のゆえに最も重んじられるべき人々であったことは明らかだったからです。
§12οὕτω δʼ ἠλεούμεθα καὶ πᾶσι δεινὰ ἐδοκοῦμεν πεπονθέναι, ὥστε Παυσανίας τὰ μὲν παρὰ τῶν τριάκοντα ξένια οὐκ ἠθέλησε λαβεῖν, τὰ δὲ παρʼ ἡμῶν ἐδέξατο.
私たちはこれほど憐れまれ、全員からあまりにむごい目を受けていると思われたため、パウサニアスは三十人からのもてなしの品を受け取ることを望まず、私たちからのものを受け取ったほどでした。
καίτοι δεινόν, ὦ ἄνδρες δικασταί, ὑπὸ μὲν τῶν πολεμίων παῖδας ἡμᾶς ὄντας ἐλεεῖσθαι, οἳ τῇ ὀλιγαρχία βοηθήσοντες ἦλθον, ὑπὸ δʼ ὑμῶν, ὦ ἄνδρες δικασταί, τοιούτους γεγενημένους τῶν ὄντων ἀποστερεῖσθαι, ὧν οἱ πατέρες ὑπὲρ τῆς δημοκρατίας ἀπέθανον.
しかしながら、裁判員諸官よ、寡頭制を助けるためにやって来た敵によって、子供であった私たちが憐れまれたというのに、民主制のために父親たちが命を落としたこれほどの者である私たちが、あなた方によって財産を奪われるのだとしたら、それは恐ろしいことではないでしょうか。
§13εὖ δʼ οἶδʼ, ὦ ἄνδρες δικασταί, ὅτι περὶ πλείστου ἂν ποιήσαιτο Πολίοχος τοῦτον τὸν ἀγῶνα κατορθῶσαι, ἡγούμενος αὑτῷ καλὴν εἶναι τὴν ἐπίδειξιν καὶ πρὸς τοὺς πολίτας καὶ τοὺς ξένους, ὅτι Ἀθήνῃσι τοσοῦτον δύναται, ὥσθʼ ὑμᾶς τοὺς αὐτούς, περὶ ὧν ὅρκους ὀμωμόκατε, ὑμῖν αὐτοῖς τὰ ἐναντία ποιεῖν ψηφίζεσθαι.
しかし裁判員諸官よ、私はよく知っています。 ポリオコスは、この裁判で勝利することを何よりも重視するでしょう。 彼は、市民に対しても在留外国人に対しても、アテナイで自分がそれほどの力を持っており、誓いを立てた当の事柄について、あなた方自身が自分たちの誓いと正反対の決定を下すように投票させることができるのだ、という素晴らしい誇示になると考えているのです。
§14πάντες γὰρ εἴσονται ὅτι τότε μὲν χιλίαις δραχμαῖς ἐζημιώσατε τὸν βουλόμενον τὴν ἡμετέραν γῆν δημοσίαν ποιῆσαι, νυνὶ δὲ κελεύων δημεῦσαι νενίκηκε, καὶ περὶ τούτων δὴ ἀμφοτέρων Ἀθηναῖοι, παρὰ νόμον φεύγοντος τοῦ αὐτοῦ ἀνδρός,
なぜなら、かつては私たちの土地を没収して公有にすることを望んだ者にあなた方が千ドラクマの罰金を科したのに、今やそれを没収せよと命じる者が勝利しようとしており、これら両方の件についてアテナイ人が、同じ人物が法に反して被告として身を守っているにもかかわらず、自分たち自身と正反対の決定を下したということを、誰もが知るようになるからです。
§15τἀναντία σφίσιν αὐτοῖς ἐψηφίσαντο. οὐκ οὖν αἰσχρόν, εἰ ἃ μὲν Λακεδαιμονίοις συνέθεσθε βεβαιώσετε, ἃ δὲ αὑτοῖς ἐψηφίσασθε οὕτω ῥᾳδίως διαλύσετε, καὶ τὰς μὲν πρὸς ἐκείνους συνθήκας κυρίας ποιήσετε, τὰς δὲ πρὸς αὑτοὺς ἀκύρους;
それなら、あなた方がスパルタ人たちと合意したことは強固にする一方で、自分たち自身で決議したことをこれほど容易に反故にし、彼らとの協定は有効にしつつ自分たち自身との協定は無効にするのだとしたら、恥ずべきことではないでしょうか。
καὶ τοῖς μὲν ἄλλοις Ἕλλησιν ὀργίζεσθε, εἴ τις Λακεδαιμονίους ὑμῶν περὶ πλείονος ποιεῖται, ὑμεῖς δʼ αὐτοὶ φανήσεσθε πιστότερον πρὸς ἐκείνους ἢ πρὸς ὑμᾶς αὐτοὺς διακείμενοι;
また、他のギリシア人があなた方よりもスパルタ人を重んじているなら腹を立てるというのに、あなた方自身が彼らに対してより、自分たち自身に対してよりも信頼を置いていることが明らかになるのだとしたら?
§16ἄξιον δὲ μάλιστʼ ἀγανακτῆσαι ὅτι οὕτως ἤδη οἱ τὰ τῆς πόλεως πράττοντες διάκεινται, ὥστʼ οὐχ ὅ τι ἂν τῇ πόλει βέλτιστον ᾖ, τοῦτο οἱ ῥήτορες λέγουσιν, ἀλλʼ ἀφʼ ὧν ἂν αὐτοὶ κερδαίνειν μέλλωσι, ταῦτα ὑμεῖς ψηφίζεσθε.
しかし、何よりも憤慨すべきなのは、現在国政を司る者たちの態度がすでに次のようになっていることです。 すなわち、弁論家たちは都市にとって何が最善であるかを語るのではなく、彼ら自身が利益を得るような事柄を、あなた方が決議しているのです。
§17καὶ εἰ μὲν τῷ ὑμετέρῳ πλήθει συνέφερε τοὺς μὲν ἔχειν τὰ αὑτῶν, τῶν δὲ ἀδίκως δεδημεῦσθαι τὴν οὐσίαν, εἰκότως ἂν ἠμελεῖτε τῶν ὑφʼ ἡμῶν λεγομένων·
そして、もしあなた方の民衆にとって、ある人々は自分の持ち分を維持し、別の者たちは不当にその財産を没収されることが有益であるならば、あなた方が私たちの言うことを無視するのも当然でしょう。
νυνὶ δὲ πάντες ἂν ὁμολογήσαιτε ὁμόνοιαν μὲν μέγιστον ἀγαθὸν εἶναι πόλει, στάσιν δὲ πάντῶν κακῶν αἰτίαν, διαφέρεσθαι δὲ πρὸς ἀλλήλους ἐκ τῶν τοιούτων μάλιστʼ, ἐὰν οἱ μὲν τῶν ἀλλοτρίων ἐπιθυμῶσιν, οἱ δʼ ἐκ τῶν ὄντων ἐκπίπτωσι.
しかし今や、協調こそが都市にとって最大の善であり、内乱こそがあらゆる悪の原因であり、人々が互いに対立するのは、一方が他人のものを欲し、他方がみずからの財産を奪われて追放されるという、まさにこうした状況から生じるのだということを、誰もが認めるでしょう。
§18καὶ ταῦθʼ ὑμεῖς ἔγνωτε νεωστὶ κατελθόντες, ὀρθῶς βουλευόμενοι·
そしてこのことを、あなた方も帰還して間もない頃、正しく判断して理解していました。
ἔτι γὰρ ἐμέμνησθε τῶν γεγενημένων συμφορῶν, καὶ τοῖς θεοῖς εἰς ὁμόνοιαν ηὔχεσθε καταστῆναι τὴν πόλιν μᾶλλον ἢ ἐπὶ τιμωρίαν τῶν παρεληλυθότων τραπομένων τὴν μὲν πόλιν στασιάσαι, τοὺς δὲ λέγοντας ταχέως πλουτῆσαι.
というのも、あなた方はまだ被った災難を覚えており、過去の過ちに対する復讐へと向かって、都市が内乱に陥り、弁論家たちがたちまち富むようになるよりも、神々に対して、都市が協調に至ることを祈っていたからです。

語釈・文法注

  1. §10ὅσα εἴημεν πεπονθότες — 過去の主動詞(ἔλεγε)に導かれた間接疑問節において、直接話法の直説法(ὅσα πεπόνθαμεν)が斜格の希求法(optative in oblique clause)に変化したもの。
  2. §11προσῆκον — 非人称動詞 προσήκει の分詞中性単数対格で、関係節内において ἦν(未完了過去)が省略された非人称表現(「〜するのが相応しかった人々」)、あるいは対格絶対(accusative absolute)の形を取っている。
  3. §14φεύγοντος — 動詞 φεύγω は法廷文脈において「被告となる」「訴追される」を意味する。ここでは τοῦ αὐτοῦ ἀνδρός を意味上の主語とする属格絶対(genitive absolute)を形成している。

この箇所を引用する

リュシアス, 第十八弁論 ニキアスの兄弟の財産没収について §10-18. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0540.tlg018.humanitext-grc2:10-18

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。