§1ἐνθυμήθητε τοίνυν, ὦ ἄνδρες δικασταί, οἷοί τινες ὄντες πολῖται καὶ αὐτοὶ καὶ ὧν προσήκοντες ἀδικούμενοι ἀξιοῦμεν ἐλεεῖσθαι ὑφʼ ὑμῶν καὶ τῶν δικαίων τυγχάνειν·
ですから、裁判員諸官よ、私たち自身、そして私たちが親族である人々が、どのような市民でありながら不当な扱いを受け、あなた方から憐れみを受け、正義を得るに値すると主張しているのかを、心に留めてください。
οὐ γὰρ μόνον περὶ τῆς οὐσίας ἀγωνιζόμεθα, ἀλλὰ καὶ περὶ τῆς πολιτείας, εἰ χρὴ δημοκρατουμένης τῆς πόλεως ἡμῖν μετεῖναι.
というのも、私たちは財産だけでなく、都市が民主制であるならば、私たちが市民権に参入することが許されるべきかどうかという、市民権自体をもめぐって争っているからです。
πρῶτον μὲν οὖν περὶ Νικίου τοῦ ἡμετέρου θείου ἀναμνήσθητε.
そこで、まず第一に、私たちの叔父であるニキアスについて思い出してください。
§2ἐκεῖνος γὰρ ὅσα μὲν τῇ ἑαυτοῦ γνώμῃ χρώμενος ὑπὲρ τοῦ ὑμετέρου ἔπραξε, πανταχοῦ φανήσεται πολλῶν μὲν καὶ ἀγαθῶν αἴτιος τῇ πόλει γεγενημένος, πλεῖστα δὲ καὶ μέγιστα κακὰ τοὺς πολεμίους εἰργασμένος·
というのも、彼が自身の判断を用いてあなた方の利益のために行ったことについては、彼があらゆる点で、この都市にとって多くの善きことの原因となり、敵に対しては非常に多くの、そして最大の災いをもたらしたことが明らかになるでしょう。
ὅσα δὲ οὐ βουλόμενος ἀλλʼ ἄκων ἠναγκάσθη ποιῆσαι, τῶν μὲν κακῶν οὐκ ἐλάχιστον αὐτὸς μετέσχε μέρος, τὴν δʼ αἰτίαν τῆς συμφορᾶς οἱ πείσαντες ὑμᾶς δικαίως ἂν ἔχοιεν,
しかし、彼が望まずに、いや、不本意ながらも強いられて行わざるを得なかったことについては、彼自身がその災いの少なからぬ部分を被った一方で、その不幸の責任は、あなた方を説得した人々が当然負うべきだからです。
§3ἐπεὶ τήν γε πρὸς ὑμᾶς εὔνοιαν καὶ τὴν ἀρετὴν τὴν αὑτοῦ ἐν ταῖς εὐτυχίαις ταῖς ὑμετέραις καὶ ταῖς δυστυχίαις ταῖς τῶν ἐχθρῶν ἐπεδείξατο·
なぜなら、彼はあなた方への好意とみずからの卓越性を、あなた方の幸運の際にも、敵の不運の際にも示したからです。
στρατηγῶν γὰρ πολλὰς μὲν πόλεις εἷλε, πολλὰ δὲ καὶ καλὰ κατὰ τῶν πολεμίων ἔστησε τρόπαια, ὧν καθʼ ἓν ἕκατον πολὺ ἂν ἔργον εἴη λέγειν.
実際、彼は将軍として多くの都市を攻略し、敵に対して多くの輝かしい戦勝記念碑を建てましたが、それらの一つひとつについて語ることは大仕事になるでしょう。
§4Εὐκράτης τοίνυν, ἀδελφὸς μὲν ὢν ἐκεῖνον, πατὴρ δʼ ἐμός, ἤδη τῆς τελευταίας ναυμαχίας γεγενημένης φανερὰν ἐπεδείξατο τὴν εὔνοιαν ἣν εἶχε περὶ τὸ πλῆθος τὸ ὑμέτερον·
さて、彼の兄弟であり、私の父であるエウクラテスは、最後の海戦がすでに終わったとき、あなた方の民衆に対して抱いていた好意を明らかに示しました。
ἡττημένων γὰρ ἐν τῇ ναυμαχίᾳ στρατηγὸς ὑφʼ ὑμῶν ᾑρημένος καὶ παρακαλούμενος μετέχειν τῆς ὀλιγαρχίας ὑπὸ τῶν ἐπιβουλευόντων τῷ πλήθει,
海戦での敗北の後、彼はあなた方によって将軍に選ばれ、民衆に対して陰謀を企てていた者たちから過頭制に加わるよう誘われたものの、彼らに従うことを望みませんでした。
§5οὐκ ἠθέλησεν αὐτοῖς πείθεσθαι, ἐν τοιούτῳ καιρῷ ληφθεὶς ἐν ᾧ οἱ πλεῖστοι τῶν ἀνθρώπων καὶ μεταβάλλονται πρὸς τὰ παρόντα καὶ ταῖς τύχαις ἐίκουσι, δυστυχοῦντος τοῦ δήμου, οὐκ ἀπελαυνόμενος τῆς πολιτείας οὐδʼ ἰδίας ἔχθρας ὑπαρχούσης πρὸς ἄρξειν μέλλοντας, ἀλλʼ ἐξὸν αὐτῷ καὶ τῶν τριάκοντα γενέσθαι καὶ μηδενὸς ἔλαττον δύνασθαι, μᾶλλον εἵλετο πράττων ὑπὲρ τῆς ὑμετέρας σωτηρίας ἀπολέσθαι ἢ ἐπιδεῖν τὰ τείχη καθαιρούμενα καὶ τὰς ναῦς τοῖς πολεμίοις παραδιδομένας καὶ τὸ ὑμέτερον πλῆθος καταδεδουλωμένον.
人々が大抵は現状に合わせて態度を変え、運命に屈するような危局において捕らえられ、民衆が不運に見舞われている中で、また、彼自身は国政から追放されるわけでもなく、支配者になろうとする者たちに対して個人的な敵意があったわけでもなく、むしろ彼自身が三十人政権の一員となり、誰にも劣らぬ権力を握ることができたはずなのに、あなた方の救済のために尽力して破滅することの方を選んだのです。 壁が取り壊され、船が敵に引き渡され、あなた方の民衆が奴隷化されるのを見るよりも。
§6καὶ οὐ πολλῷ χρόνῳ ὕστερον Νικήρατος, ἀνεψιὸς ὢν ἐμὸς καὶ ὑὸς Νικίου, εὔνους ὢν τῷ ὑμετέρῳ πλήθει, συλληφθεὶς ὑπὸ τῶν τριάκοντα ἀπέθανεν, οὔτε γένει οὔτε οὐσίᾳ οὔθʼ ἡλικίᾳ δοκῶν ἀνάξιος εἶναι τῆς πολιτείας μετασχεῖν·
そしてそれから間もなく、私のいとこでありニキアスの子であるニケラトスは、あなた方の民衆に好意を寄せていましたが、三十人政権によって逮捕され、殺されました。 彼は家柄においても財産においても年齢においても、国政に参与するに不相応であるとは思われていませんでした。
ἀλλὰ τοιαῦτα ἐνομίζετο τὰ ὑπάρχοντα αὐτῷ πρὸς τὸ ὑμέτερον πλῆθος εἶναι καὶ διὰ τοὺς προγόνους καὶ αὐτόν, ὥστε οὐκ ἄν ποθʼ ἑτέρας ἐπιθυμῆσαι πολιτείας.
しかし、先祖や彼自身のおかげで、彼があなた方の民衆に対して有している絆は非常に大きいとみなされていたため、彼が他の国政を望むことなど決してあり得ないと(三十人から)思われていたのです。
§7συνῄδεσαν γὰρ ἅπασιν αὐτοῖς ὑπὸ τῆς πόλεως τιμωμένοις, καὶ πολλαχοῦ μὲν ὑπὲρ ὑμῶν κεκινδυνευκόσι, μεγάλας δʼ εἰσφορὰς εἰσενηνοχόσι καὶ λελῃτουργηκόσι κάλλιστα, καὶ τῶν ἄλλων οὐδενὸς πώποτʼ ἀποστᾶσιν ὧν ἡ πόλις αὐτοῖς προσέταξεν, ἀλλὰ προθύμως λῃτουργοῦσι.
というのも、彼らは、彼らの一族全員が都市から重んじられ、あなた方の利益のために何度も危険を冒し、多額の直接税を納め、実に見事に公共奉仕を果たし、都市が彼らに命じた他のどんな義務からも決して逃れることなく、熱心に奉仕を果たしてきたことをよく知っていたからです。
§8καίτοι τίνες ἂν ἡμῶν εἴησαν δυστυχέστεροι, εἰ ἐν μὲν τῇ ὀλιγαρχίᾳ ἀποθνῄσκοιμεν εὖνοι ὄντες τῷ πλήθει, ἐν δὲ τῇ δημοκρατίᾳ ὡς κακόνοι ὄντες τῷ πλήθει ἀποστεροίμεθα τῶν ὄντων;
それにしても、もし私たちが、寡頭制のもとでは民衆に好意を寄せているという理由で殺され、民主制のもとでは民衆に敵意を抱いているという理由で財産を奪われるのだとしたら、私たち以上に不運な者がいるでしょうか。
§9καὶ μὲν δή, ὦ ἄνδρες δικασταί, καὶ Διόγνητος διαβληθεὶς μὲν ὑπὸ τῶν συκοφαντῶν φεύγων ὤχετο, μετʼ ὀλίγων δὲ τῶν ἐκπεπτωκότων οὔτʼ ἐπὶ τὴν πόλιν ἐστρατεύσατο οὔτʼ εἰς Δεκέλειαν ἀφίκετο·
さらに、裁判員諸官よ、ディオグネトスもまた、密告者たちに中傷されて亡命を余儀なくされましたが、追放された少数の者たちとともに都市に対して軍を進めることも、デケレイアに赴くこともしませんでした。
οὐδʼ ἔστιν ὅτου κακοῦ αἴτιος οὔτε φεύγων οὔτε κατελθὼν τῷ ὑμετέρῳ πλήθει γεγένηται, ἀλλʼ εἰς τοῦτʼ ἀρετῆς ἦλθεν ὥστε μᾶλλον ὠργίζετο τοῖς εἰς ὑμᾶς ἡμαρτηκόσιν ἢ τοῖς αὐτῷ τῆς καθόδου αἰτίοις γεγενημένοις χάριν ᾔδει.
彼が亡命中であれ、帰還した後であれ、あなた方の民衆に対して何らかの害悪の原因となったことは一度もありません。 むしろ、彼は卓越性において、あなた方に罪を犯した者たちに対して怒りを覚え、自分の帰還の原因となってくれた人々に対して感謝を感じるよりも、はるかにその怒りの方が強かったほどです。