§10καὶ ἀρχὴν μὲν οὐδεμίαν ἦρξεν ἐν τῇ ὀλιγαρχίᾳ· ἐπειδὴ δὲ τάχιστα ἦλθον εἰς τὴν Ἀκαδήμειαν Λακεδαιμόνιοι καὶ Παυσανίας, λαβὼν τὸν Νικηράτου καὶ ἡμᾶς παῖδας ὄντας, ἐκεῖνον μὲν κατέθηκεν ἐπὶ τοῖς γόνασι τοῖς Παυσανίου, ἡμᾶς δὲ παραστησάμενος ἔλεγε πρὸς ἐκεῖνον καὶ τοὺς ἄλλους τοὺς παρόντας ὅσα εἴημεν πεπονθότες καὶ οἵαις τύχαις κεχρημένοι, καὶ ἠξίου Παυσανίαν βοηθῆσαι καὶ διὰ τὴν φιλίαν καὶ διὰ τὴν ξενίαν τὴν ὑπάρχουσαν, καὶ τιμωρὸν γενέσθαι τῶν εἰς ἡμᾶς ἡμαρτηκότων.
他在寡头政权下没有担任过任何官职;但当斯巴达人和保萨尼阿斯一到达阿卡德米,他就带着尼凯拉托斯之子和当时还是孩子的我们,把他放在保萨尼阿斯的双膝上,让我们站在他身旁,对保萨尼阿斯和在场的其他人讲述了我们遭受了多少苦难、经历了怎样的命运,并请求保萨尼阿斯看在已有的友谊和宾客关系上帮助我们,惩罚那些对我们犯下罪行的人。
§11ὅθεν Παυσανίας ἤρξατο εὔνους εἶναι τῷ δήμῳ, παράδειγμα ποιούμενος πρὸς τοὺς ἄλλους Λακεδαιμονίους τὰς ἡμετέρας συμφορὰς τῆς τῶν τριάκοντα πονηρίας· δῆλον γὰρ ἅπασι τοῖς ἐλθοῦσι Πελοποννησίων ἐγεγένητο, ὅτι οὐ τοὺς πονηροτάτους τῶν πολιτῶν ἀπέκτεινον, ἀλλʼ οἷς μάλιστα προσῆκον καὶ διὰ γένος καὶ διὰ πλοῦτον καὶ διὰ τὴν ἄλλην ἀρετὴν τιμᾶσθαι.
由此,保萨尼阿斯开始对平民心生好意,向其他斯巴达人展示我们的不幸,以此作为三十人政权邪恶的例证;因为所有到来的伯罗奔尼撒人都已看得很清楚,他们处死的并不是公民中最邪恶的人,而是那些因出身、财富和其他美德而最理应受到尊敬的人。
§12οὕτω δʼ ἠλεούμεθα καὶ πᾶσι δεινὰ ἐδοκοῦμεν πεπονθέναι, ὥστε Παυσανίας τὰ μὲν παρὰ τῶν τριάκοντα ξένια οὐκ ἠθέλησε λαβεῖν, τὰ δὲ παρʼ ἡμῶν ἐδέξατο.
我们是如此令人怜悯,大家都认为我们遭受了极悲惨的待遇,以至于保萨尼阿斯不愿接受三十人送来的款待之礼,却接受了我们送出的。
καίτοι δεινόν, ὦ ἄνδρες δικασταί, ὑπὸ μὲν τῶν πολεμίων παῖδας ἡμᾶς ὄντας ἐλεεῖσθαι, οἳ τῇ ὀλιγαρχία βοηθήσοντες ἦλθον, ὑπὸ δʼ ὑμῶν, ὦ ἄνδρες δικασταί, τοιούτους γεγενημένους τῶν ὄντων ἀποστερεῖσθαι, ὧν οἱ πατέρες ὑπὲρ τῆς δημοκρατίας ἀπέθανον.
然而,诸位陪审员,这难道不令人愤慨吗? 我们还是孩子时,被前来援助寡头制的敌人所怜悯,而在你们面前,诸位陪审员,我们已经成为这样的人,却要被夺走财产,而我们的父亲们却是为了民主制而牺牲的。
§13εὖ δʼ οἶδʼ, ὦ ἄνδρες δικασταί, ὅτι περὶ πλείστου ἂν ποιήσαιτο Πολίοχος τοῦτον τὸν ἀγῶνα κατορθῶσαι, ἡγούμενος αὑτῷ καλὴν εἶναι τὴν ἐπίδειξιν καὶ πρὸς τοὺς πολίτας καὶ τοὺς ξένους, ὅτι Ἀθήνῃσι τοσοῦτον δύναται, ὥσθʼ ὑμᾶς τοὺς αὐτούς, περὶ ὧν ὅρκους ὀμωμόκατε, ὑμῖν αὐτοῖς τὰ ἐναντία ποιεῖν ψηφίζεσθαι.
诸位陪审员,我很清楚,波利奥霍斯会把这场官司的胜诉视为重中之重,他认为这无论是向公民还是向外邦人展示,都是极好的夸耀——证明他在雅典拥有如此大的影响力,以至于能让你们这些曾经宣誓的人,投票做出与自己所宣誓的内容相反的决定。
§14πάντες γὰρ εἴσονται ὅτι τότε μὲν χιλίαις δραχμαῖς ἐζημιώσατε τὸν βουλόμενον τὴν ἡμετέραν γῆν δημοσίαν ποιῆσαι, νυνὶ δὲ κελεύων δημεῦσαι νενίκηκε, καὶ περὶ τούτων δὴ ἀμφοτέρων Ἀθηναῖοι, παρὰ νόμον φεύγοντος τοῦ αὐτοῦ ἀνδρός, §15τἀναντία σφίσιν αὐτοῖς ἐψηφίσαντο.
因为所有人都会知道,当时对于那个想要将我们的土地公有化的人,你们处以了一千德拉克马的罚款,而现在那个要求没收土地的人却获胜了,对于这两件事,雅典人在同一个人依法进行辩护的情况下,投票做出了相互矛盾的决定。
οὐκ οὖν αἰσχρόν, εἰ ἃ μὲν Λακεδαιμονίοις συνέθεσθε βεβαιώσετε, ἃ δὲ αὑτοῖς ἐψηφίσασθε οὕτω ῥᾳδίως διαλύσετε, καὶ τὰς μὲν πρὸς ἐκείνους συνθήκας κυρίας ποιήσετε, τὰς δὲ πρὸς αὑτοὺς ἀκύρους;
那么,如果你们维护与斯巴达人达成的协议,却如此轻易地废除你们为自己投票通过的决定,使与他们的条约有效,却使与自己的协议无效,这难道不令人羞耻吗?
καὶ τοῖς μὲν ἄλλοις Ἕλλησιν ὀργίζεσθε, εἴ τις Λακεδαιμονίους ὑμῶν περὶ πλείονος ποιεῖται, ὑμεῖς δʼ αὐτοὶ φανήσεσθε πιστότερον πρὸς ἐκείνους ἢ πρὸς ὑμᾶς αὐτοὺς διακείμενοι;
如果其他希腊人把斯巴达人看得比你们更重要,你们就会对他们发怒,但你们自己却会表明,你们对他们比对自己更忠诚?
§16ἄξιον δὲ μάλιστʼ ἀγανακτῆσαι ὅτι οὕτως ἤδη οἱ τὰ τῆς πόλεως πράττοντες διάκεινται, ὥστʼ οὐχ ὅ τι ἂν τῇ πόλει βέλτιστον ᾖ, τοῦτο οἱ ῥήτορες λέγουσιν, ἀλλʼ ἀφʼ ὧν ἂν αὐτοὶ κερδαίνειν μέλλωσι, ταῦτα ὑμεῖς ψηφίζεσθε.
最令人愤慨的是,如今那些管理城邦事务的人的态度已经是这样:雄辩家们不谈对城邦最有利的事,而你们投票决定的,却是他们自己将从中获利的那些事。
§17καὶ εἰ μὲν τῷ ὑμετέρῳ πλήθει συνέφερε τοὺς μὲν ἔχειν τὰ αὑτῶν, τῶν δὲ ἀδίκως δεδημεῦσθαι τὴν οὐσίαν, εἰκότως ἂν ἠμελεῖτε τῶν ὑφʼ ἡμῶν λεγομένων· νυνὶ δὲ πάντες ἂν ὁμολογήσαιτε ὁμόνοιαν μὲν μέγιστον ἀγαθὸν εἶναι πόλει, στάσιν δὲ πάντῶν κακῶν αἰτίαν, διαφέρεσθαι δὲ πρὸς ἀλλήλους ἐκ τῶν τοιούτων μάλιστʼ, ἐὰν οἱ μὲν τῶν ἀλλοτρίων ἐπιθυμῶσιν, οἱ δʼ ἐκ τῶν ὄντων ἐκπίπτωσι.
如果对你们的民众来说,让一些人保留自己的财产而让另一些人的财产被不义地没收是有益的,那么你们理所当然可以忽视我们所说的话;但现在你们所有人都会同意,和睦是城邦最大的福祉,而内讧是一切灾祸的根源,人与人之间的争端最容易在这样的情况下产生——即一方觊觎他人的财产,而另一方从原有的财产中被驱逐。
§18καὶ ταῦθʼ ὑμεῖς ἔγνωτε νεωστὶ κατελθόντες, ὀρθῶς βουλευόμενοι·
在你们最近重返家园时,你们在进行明智的商议后也认识到了这一点。
ἔτι γὰρ ἐμέμνησθε τῶν γεγενημένων συμφορῶν, καὶ τοῖς θεοῖς εἰς ὁμόνοιαν ηὔχεσθε καταστῆναι τὴν πόλιν μᾶλλον ἢ ἐπὶ τιμωρίαν τῶν παρεληλυθότων τραπομένων τὴν μὲν πόλιν στασιάσαι, τοὺς δὲ λέγοντας ταχέως πλουτῆσαι.
因为你们当时还记得所发生的不幸,并且向神明祈求城邦能够恢复和睦,而不是转向对过去的惩罚,导致城邦陷入内讧,而雄辩家们却迅速暴富。