Humanitext Reader

吕西亚斯 · 关于尼基阿斯兄弟的财产 §1-9

尼基阿斯家族的功勋与三十人政权下的受难

第 1 段,共 3 段 · 希腊语

内容简介

在雅典法庭上,发言人通过回忆他的叔父尼基阿斯、父亲欧克拉底和堂兄尼凯拉托斯如何为国家服务并在三十人僭主政权下遭受迫害,来申诉其家族的忠诚与无辜。

§1ἐνθυμήθητε τοίνυν, ὦ ἄνδρες δικασταί, οἷοί τινες ὄντες πολῖται καὶ αὐτοὶ καὶ ὧν προσήκοντες ἀδικούμενοι ἀξιοῦμεν ἐλεεῖσθαι ὑφʼ ὑμῶν καὶ τῶν δικαίων τυγχάνειν·
诸位陪审员,请你们记住,我们自己以及我们作为其亲属的那些人,究竟是怎样的公民,在遭受不公时,才请求获得你们的怜悯并得到公正。
οὐ γὰρ μόνον περὶ τῆς οὐσίας ἀγωνιζόμεθα, ἀλλὰ καὶ περὶ τῆς πολιτείας, εἰ χρὴ δημοκρατουμένης τῆς πόλεως ἡμῖν μετεῖναι.
因为我们不仅是在为财产而斗争,也是在为我们的公民权而斗争——在城邦实行民主制的情况下,我们是否应该参与其中。
πρῶτον μὲν οὖν περὶ Νικίου τοῦ ἡμετέρου θείου ἀναμνήσθητε.
首先,请回忆一下我们的叔父尼基阿斯。
§2ἐκεῖνος γὰρ ὅσα μὲν τῇ ἑαυτοῦ γνώμῃ χρώμενος ὑπὲρ τοῦ ὑμετέρου ἔπραξε, πανταχοῦ φανήσεται πολλῶν μὲν καὶ ἀγαθῶν αἴτιος τῇ πόλει γεγενημένος, πλεῖστα δὲ καὶ μέγιστα κακὰ τοὺς πολεμίους εἰργασμένος· ὅσα δὲ οὐ βουλόμενος ἀλλʼ ἄκων ἠναγκάσθη ποιῆσαι, τῶν μὲν κακῶν οὐκ ἐλάχιστον αὐτὸς μετέσχε μέρος, τὴν δʼ αἰτίαν τῆς συμφορᾶς οἱ πείσαντες ὑμᾶς δικαίως ἂν ἔχοιεν, §3ἐπεὶ τήν γε πρὸς ὑμᾶς εὔνοιαν καὶ τὴν ἀρετὴν τὴν αὑτοῦ ἐν ταῖς εὐτυχίαις ταῖς ὑμετέραις καὶ ταῖς δυστυχίαις ταῖς τῶν ἐχθρῶν ἐπεδείξατο· στρατηγῶν γὰρ πολλὰς μὲν πόλεις εἷλε, πολλὰ δὲ καὶ καλὰ κατὰ τῶν πολεμίων ἔστησε τρόπαια, ὧν καθʼ ἓν ἕκατον πολὺ ἂν ἔργον εἴη λέγειν.
因为,凡是他凭自己的判断为你们的利益所做的一切,在任何地方都会表明他为城邦带来了许多福祉,并给敌人造成了最大且最多的灾难;而凡是他并非出于自愿、而是被迫做的一切,他自己也承受了不小的灾难,而这场不幸的责任理应由那些说服你们的人来承担,因为无论是在你们的成功中,还是在敌人的不幸中,他都展现了对你们的好意以及他自己的美德;因为作为将军,他攻占了许多城市,并针对敌人树立了许多辉煌的战功纪念碑,如果要一一说明,那将是一件繁重的工作。
§4Εὐκράτης τοίνυν, ἀδελφὸς μὲν ὢν ἐκεῖνον, πατὴρ δʼ ἐμός, ἤδη τῆς τελευταίας ναυμαχίας γεγενημένης φανερὰν ἐπεδείξατο τὴν εὔνοιαν ἣν εἶχε περὶ τὸ πλῆθος τὸ ὑμέτερον· ἡττημένων γὰρ ἐν τῇ ναυμαχίᾳ στρατηγὸς ὑφʼ ὑμῶν ᾑρημένος καὶ παρακαλούμενος μετέχειν τῆς ὀλιγαρχίας ὑπὸ τῶν ἐπιβουλευόντων τῷ πλήθει, §5οὐκ ἠθέλησεν αὐτοῖς πείθεσθαι, ἐν τοιούτῳ καιρῷ ληφθεὶς ἐν ᾧ οἱ πλεῖστοι τῶν ἀνθρώπων καὶ μεταβάλλονται πρὸς τὰ παρόντα καὶ ταῖς τύχαις ἐίκουσι, δυστυχοῦντος τοῦ δήμου, οὐκ ἀπελαυνόμενος τῆς πολιτείας οὐδʼ ἰδίας ἔχθρας ὑπαρχούσης πρὸς ἄρξειν μέλλοντας, ἀλλʼ ἐξὸν αὐτῷ καὶ τῶν τριάκοντα γενέσθαι καὶ μηδενὸς ἔλαττον δύνασθαι, μᾶλλον εἵλετο πράττων ὑπὲρ τῆς ὑμετέρας σωτηρίας ἀπολέσθαι ἢ ἐπιδεῖν τὰ τείχη καθαιρούμενα καὶ τὰς ναῦς τοῖς πολεμίοις παραδιδομένας καὶ τὸ ὑμέτερον πλῆθος καταδεδουλωμένον.
那么,作为他兄弟和我的父亲的欧克拉底,在最后的海战已经发生之后,清楚地展现了他对你们民众所怀有的好意;因为在海战战败后,他被你们选为将军,并被那些密谋反对民众的人邀请参与寡头政权,他不愿听从他们,尽管他被置于这样一个关头——在平民不幸之时,大多数人都会顺应时局而改变并屈服于命运,而且他既没有被剥夺公民权,对那些即将统治的人也没有私怨,反而他本来可以成为三十人政权的一员,拥有不亚于任何人的权力,但他宁愿为了你们的安全而奔走并灭亡,也不愿眼睁睁看着城墙被拆毁、船只被移交给敌人、你们的民众被奴役。
§6καὶ οὐ πολλῷ χρόνῳ ὕστερον Νικήρατος, ἀνεψιὸς ὢν ἐμὸς καὶ ὑὸς Νικίου, εὔνους ὢν τῷ ὑμετέρῳ πλήθει, συλληφθεὶς ὑπὸ τῶν τριάκοντα ἀπέθανεν, οὔτε γένει οὔτε οὐσίᾳ οὔθʼ ἡλικίᾳ δοκῶν ἀνάξιος εἶναι τῆς πολιτείας μετασχεῖν· ἀλλὰ τοιαῦτα ἐνομίζετο τὰ ὑπάρχοντα αὐτῷ πρὸς τὸ ὑμέτερον πλῆθος εἶναι καὶ διὰ τοὺς προγόνους καὶ αὐτόν, ὥστε οὐκ ἄν ποθʼ ἑτέρας ἐπιθυμῆσαι πολιτείας.
没过多久,我的堂兄、尼基阿斯之子尼凯拉托斯,因对你们民众怀有好意,被三十人逮捕并处死,而无论从出身、财产还是年龄来看,他都不被认为不配参与公民权;但人们认为,由于他的先祖和他自己,他与你们民众所具有的关系是如此深厚,以至于他绝不会渴望另一种政体。
§7συνῄδεσαν γὰρ ἅπασιν αὐτοῖς ὑπὸ τῆς πόλεως τιμωμένοις, καὶ πολλαχοῦ μὲν ὑπὲρ ὑμῶν κεκινδυνευκόσι, μεγάλας δʼ εἰσφορὰς εἰσενηνοχόσι καὶ λελῃτουργηκόσι κάλλιστα, καὶ τῶν ἄλλων οὐδενὸς πώποτʼ ἀποστᾶσιν ὧν ἡ πόλις αὐτοῖς προσέταξεν, ἀλλὰ προθύμως λῃτουργοῦσι.
因为他们知道,他们所有人曾受到城邦的尊敬,多次为你们冒着生命危险,缴纳了巨额的特别税并极好地履行了公益服务,而且对于城邦命令他们的任何其他义务,他们从未退缩,而是热心履行。
§8καίτοι τίνες ἂν ἡμῶν εἴησαν δυστυχέστεροι, εἰ ἐν μὲν τῇ ὀλιγαρχίᾳ ἀποθνῄσκοιμεν εὖνοι ὄντες τῷ πλήθει, ἐν δὲ τῇ δημοκρατίᾳ ὡς κακόνοι ὄντες τῷ πλήθει ἀποστεροίμεθα τῶν ὄντων;
然而,如果我们之中有谁会比我们更不幸呢——如果在寡头制下我们因对民众怀有好意而被处死,而在民主制下我们却因被认为对民众怀有敌意而被剥夺财产?
§9καὶ μὲν δή, ὦ ἄνδρες δικασταί, καὶ Διόγνητος διαβληθεὶς μὲν ὑπὸ τῶν συκοφαντῶν φεύγων ὤχετο, μετʼ ὀλίγων δὲ τῶν ἐκπεπτωκότων οὔτʼ ἐπὶ τὴν πόλιν ἐστρατεύσατο οὔτʼ εἰς Δεκέλειαν ἀφίκετο· οὐδʼ ἔστιν ὅτου κακοῦ αἴτιος οὔτε φεύγων οὔτε κατελθὼν τῷ ὑμετέρῳ πλήθει γεγένηται, ἀλλʼ εἰς τοῦτʼ ἀρετῆς ἦλθεν ὥστε μᾶλλον ὠργίζετο τοῖς εἰς ὑμᾶς ἡμαρτηκόσιν ἢ τοῖς αὐτῷ τῆς καθόδου αἰτίοις γεγενημένοις χάριν ᾔδει.
而且,诸位陪审员,迪奥格内托斯在受到谄害者诬陷后流亡他乡,但他既没有随少数流亡者向城邦进军,也没有前往德凯莱阿;无论是在流亡中还是在回国后,他从未给你们的民众带来任何祸害,反而他的美德达到了这样的高度:相比于感激那些促成他回国的人,他更愤怒于那些对你们犯下罪行的人。

词汇与语法注释

  1. §1ὧν προσήκοντες — ὧν 是属格关系代词,其先行词被省略,指代“我们作为其亲属的那些人”。形容词/分词词性的 προσήκοντες(亲属、关联者)支配属格 ὧν。
  2. §2τοὺς πολεμίους εἰργασμένος — 动词 ἐργάζομαι 的完成时分词 εἰργασμένος 支配双宾格:施加对象(τοὺς πολεμίους,对格)和施加内容(πλεῖστα δὲ καὶ μέγιστα κακά,对格),意为“给敌人带来了……”。
  3. §5ἐξὸν αὐτῷ — 无人称动词 ἔξεστι(可以、允许)的对格绝对分词(ἐξόν),与与格 αὐτῷ 连用,表示让步,“尽管他本来可以……”。
  4. §7συνῄδεσαν γὰρ ἅπασιν αὐτοῖς — 动词 σύνοιδα(知晓、深知)支配与格对象(ἅπασιν αὐτοῖς)和与格分词(τιμωμένοις, κεκινδυνευκόσι 等),表示“他们(三十人)深知他们(这一家人)受到了尊敬、冒了危险等”。
  5. §9μᾶλλον ὠργίζετο ... ἢ ... χάριν ᾔδει — 比较句(μᾶλλον ... ἤ ...)对比了两个不同的动词短语:ὠργίζετο(发怒)与 χάριν ᾔδει(感激,即 χάριν εἰδέναι 的未完成过去时)。结构上表示“相比于感激那些促成他回国的人(与格),他更愤怒于那些对你们犯下罪行的人(与格)”。

引用这一段

吕西亚斯, 关于尼基阿斯兄弟的财产 §1-9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0540.tlg018.humanitext-grc2:1-9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。