§26ἀλλὰ γάρ, ὦ βουλή, πάντα αὐτῷ ταῦτα σύγκειται καὶ μεμηχάνηται, καὶ δοῦναι μέν φησιν, ἵνα μὴ δοκῇ δεινὰ ποιεῖν, εἰ μηδενὸς αὐτῷ συμβολαίου γεγενημένου τοιαῦτα ἐτόλμα ὑβρίζειν τὸ μειράκιον, ἀπειληφέναι δὲ προσποιεῖται, διότι φανερός ἐστιν ἐγκαλέσας οὐδέποτʼ ἀργύριον οὐδὲ μνείαν περὶ τούτου οὐδεμίαν ποιησάμενος.
しかし実際のところ、評議会員諸公よ、これらはすべて彼によって捏造され、仕組まれたことです。 お金を与えたと彼が言うのは、もし何の契約も結ばれていないのに、少年に対してあれほど横暴な侮辱を加える度胸があったのだとしたら、自分が非道な行いをしたと思われないためです。 また、それを取り戻した振りをしているのは、彼がこれまでに一度もお金の返還を要求したこともなく、それについて言及したことさえ全くないことが明らかだからです。
§27φησὶ δʼ ἐπὶ ταῖς αὑτοῦ θύραις ὑπʼ ἐμοῦ δεινῶς διατεθῆναι τυπτόμενος.
彼は、自分の家の前で私によって殴られ、ひどい目に遭わされたと主張しています。
φαίνεται δὲ πλεῖν ἢ τέτταρα στάδια ἀπὸ τῆς οἰκίας διώξας τὸ μειράκιον οὐδὲν κακὸν ἔχων, καὶ ταῦτα πλεῖν ἢ διακοσίων ἰδόντων ἀνθρώπων ἔξαρνός ἐστι.
しかし、彼は家から4スタディオン以上も離れたところまで、何の怪我も負わずに少年を追いかけて行ったことが明らかであり、しかもそれを200人以上の人々が見ていたにもかかわらず、彼はその事実を否定しているのです。
§28λέγει δʼ ὡς ἡμεῖς ἤλθομεν ἐπὶ τὴν οἰκίαν τὴν τούτου ὄστρακον ἔχοντες, καὶ ὡς ἠπείλουν αὐτῷ ἐγὼ ἀποκτενεῖν, καὶ ὡς τοῦτό ἐστιν ἡ πρόνοια.
また彼は、私たちが瓦の破片を手にして彼の家に行き、私が起訴内容にあるように彼を殺すと脅したこと、そしてこれこそが「計画性(プロノイア)」にあたると主張しています。
ἐγὼ δʼ ἡγοῦμαι, ὦ βουλή, ῥᾴδιον εἶναι γνῶναι ὅτι ψεύδεται, οὐ μόνον ὑμῖν τοῖς εἰωθόσι σκοπεῖσθαι περὶ τῶν τοιούτων, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασι.
しかし、評議会員諸公よ、彼が嘘をついているということは、こうした事案を審理し慣れている皆さんだけでなく、他のすべての人々にとっても容易に理解できることだと私は考えます。
§29τῷ γὰρ ἂν δόξειε πιστὸν ὡς ἐγὼ προνοηθεὶς καὶ ἐπιβουλεύων ἦλθον ἐπὶ τὴν Σίμωνος οἰκίαν μεθʼ ἡμέραν, μετὰ τοῦ μειρακίου, τοσούτων ἀνθρώπων παρʼ αὐτῷ συνειλεγμένων, εἰ μὴ εἰς τοῦτο μανίας ἀφικόμην ὥστε ἐπιθυμεῖν εἷς ὢν πολλοῖς μάχεσθαι, ἄλλως τε καὶ εἰδὼς ὅτι ἀσμένως ἄν με εἶδεν ἐπὶ ταῖς θύραις ταῖς αὑτοῦ, ὃς καὶ ἐπὶ τὴν ἐμὴν οἰκίαν φοιτῶν εἰσῄει βίᾳ, καὶ οὔτε τῆς ἀδελφῆς οὔτε τῶν ἀδελφιδῶν φροντίσας ζητεῖν με ἐτόλμα, καὶ ἐξευρὼν οὗ δειπνῶν ἐτύγχανον, §30ἐκκαλέσας ἔτυπτέ με;
そもそも、私が計画を立てて彼を襲撃しようと、昼日中に少年の手を引いてシモンの家に向かい、彼の家には多くの人々が集まっているというのに、私がよほどの狂気に陥って、たった一人で大勢を相手に戦いたいと望んだのでもない限り、どうしてそんなことが誰に信じられるでしょうか。 とりわけ、私が彼の家の前に現れるのを彼がどれほど喜ぶか知っていたはずの私がです。 彼こそは、私の家に押しかけて力ずくで押し入り、私の姉や姪たちのことも顧みずに私を捜し出そうと大胆にも企て、私が食事をしている場所を突き止めると、私を呼び出して殴りつけた張本人なのです。
καὶ τότε μὲν ἄρα, ἵνα μὴ περιβόητος εἴην, ἡσυχίαν ἦγον, συμφορὰν ἐμαυτοῦ νομίζων τὴν τούτου πονηρίαν·
そしてその時、私は世間の噂にならないようにと、彼の悪辣さを自分自身の災難とみなして静かに耐えていたのです。
ἐπειδὴ δὲ χρόνος διεγένετο, πάλιν, ὡς οὗτός φησιν, §31ἐπεθύμησα περιβόητος γενέσθαι;
それなのに、時間が経ってから、この男が言うように、またもや噂の的になりたいなどと望んだというのでしょうか。
καὶ εἰ μὲν ἦν παρὰ τούτῳ τὸ μειράκιον, εἶχεν ἄν τινα λόγον τὸ ψεῦδος αὐτῷ ὡς ἐγὼ διὰ τὴν ἐπιθυμίαν ἠναγκαζόμην ἀνοητότερόν τι ποιεῖν τῶν εἰκότων·
もし少年が彼のところにいたのであれば、私が情欲ゆえに、道理に合わない愚かな行動をとらざるを得なかったのだという彼の嘘にも、一応の理屈は通るでしょう。
νῦν δὲ τούτῳ μὲν οὐδὲ διελέγετο, ἀλλʼ ἐμίσει πάντων ἀνθρώπων μάλιστα, παρʼ ἐμοὶ δʼ ἐτύγχανε διαιτώμενον.
しかし実際には、少年は彼と口をきくことさえせず、すべての人の中で最も彼を嫌っており、私のところで生活していたのです。
§32ὥστε τῷ ὑμῶν πιστὸν ὡς ἐγὼ πρότερον μὲν ἐξέπλευσα ἐκ τῆς πόλεως ἔχων τὸ μειράκιον, ἵνα μὴ τούτῳ μαχοίμην, ἐπειδὴ δὲ ἀφικόμην πάλιν, ἦγον αὐτὸν ἐπὶ τὴν οἰκίαν τὴν Σίμωνος, οὗ πλεῖστα ἔμελλον πράγματα ἕξειν;
それなのに皆さんのうちの誰が、私が以前、彼と争うことを避けるために少年を連れてアテナイの街から船出したというのに、戻ってきてから、最も面倒なトラブルに巻き込まれることが分かりきっているシモンの家へと、わざわざ少年を連れて行ったなどと信じるでしょうか。
καὶ ἐπεβούλευον μὲν αὐτῷ, §33οὕτω δὲ ἦλθον ἀπαράσκευος, ὥστε μήτε φίλους μήτε οἰκέτας μήτε ἄλλον ἄνθρωπον παρακαλέσαι μηδένα, εἰ μὴ τοῦτό γε τὸ παιδίον, ὃ ἐπικουρῆσαι μέν μοι οὐκ ἂν ἐδύνατο, μηνῦσαι δὲ ἱκανὸν ἦν βασανιζόμενον, εἴ τι ἐγὼ ἐξημάρτανον;
そして彼を襲撃しようと企てながら、何の手回しもせずに、友人も召使も、誰一人として同行者を呼ばずに、ただこの幼い奴隷だけを連れて行ったというのでしょうか。 この子は私を助けることなどできず、もし私が何か悪いことをしていたなら、拷問を受けてすべてを白状するのに十分な存在だったというのに。
§34ἀλλʼ εἰς τοσοῦτον ἀμαθίας ἀφικόμην, ὥστε ἐπιβουλεύων Σίμωνι οὐκ ἐτήρησα αὐτὸν οὗ μόνον οἷόν τʼ ἦν λαβεῖν, ἢ νύκτωρ ἢ μεθʼ ἡμέραν, ἀλλʼ ἐνταῦθα ἦλθον οὗ αὐτὸς ἔμελλον ὑπὸ πλείστων ὀφθήσεσθαί τε καὶ συγκοπήσεσθαι, ὥσπερ κατʼ ἐμαυτοῦ τὴν πρόνοιαν ἐξευρίσκων, ἵνʼ ὡς μάλιστα ὑπὸ τῶν ἐχθρῶν ὑβρισθείην;
あるいは私はそこまで無知だったのでしょうか。 シモンを襲撃しようと企てながら、夜であれ昼であれ、彼を一人で捕まえられる場所で待ち伏せすることもしないで、わざわざ自分が最も多くの人々に見られ、袋叩きに遭うような場所に行き、まるで自分自身に不利な計画性の証拠を自ら作り出すかのようにして、敵から最大限に侮辱されることを望んだとでもいうのでしょうか。
§35ἔτι τοίνυν, ὦ βουλή, καὶ ἐκ τῆς μάχης τῆς γενομένης ῥᾴδιον γνῶναι ὅτι ψεύδεται.
さらに、評議会員諸公よ、実際に起こった小競り合いからも、彼が嘘をついていることは容易に分かります。
τὸ γὰρ μειράκιον ὡς ἔγνω, ῥῖψαν θοἰμάτιον, φεῦγον ᾤχετο, οὗτοι δὲ αὐτὸν ἐπεδίωκον, ἐγὼ δὲ ἑτέραν ἀπελθὼν ὁδὸν ᾠχόμην.
というのも、少年は危険を察知するとすぐに上着を投げ捨てて逃げ去り、彼らは少年を追いかけ、私は別の道を通って立ち去ったからです。
§36καίτοι ποτέρους χρὴ αἰτίους τῶν γεγενημένων εἶναι νομίζειν, τοὺς φεύγοντας ἢ τοὺς ζητοῦντας καταλαβεῖν;
しかし、起こったことに対して、逃げ出した者たちと、捕まえようと追いかけた者たちの、どちらに責任があると見なすべきでしょうか。
ἐγὼ μὲν γὰρ ἡγοῦμαι πᾶσιν εἶναι δῆλον ὅτι φεύγουσι μὲν οἱ περὶ αὑτῶν δεδιότες, διώκουσι δὲ οἱ βουλόμενοί τι ποιῆσαι κακόν.
自分の身を恐れている者が逃げ出し、何らかの危害を加えようと望んでいる者が追いかけるのだということは、すべての人にとって明白であると私は考えます。
§37οὐ τοίνυν ταῦτα εἰκότα μέν, ἄλλως δὲ περὶ αὐτῶν πέπρακται, ἀλλὰ καταλαβόντες τὸ μειράκιον ἐκ τῆς ὁδοῦ ἦγον βίᾳ, ἐντυχὼν δʼ ἐγὼ τούτων μὲν οὐχ ἡπτόμην, τοῦ μειρακίου δʼ ἐπελαμβανόμην·
したがって、これらは理にかなっているというだけでなく、実際の出来事もその通りに運んだのです。 彼らは通りで少年を捕まえて力ずくで連れて行こうとし、そこに行き合わせた私は、彼らには手を触れず、少年を掴んで引き留めました。
οὗτοι δὲ ἐκεῖνόν τε ἦγον βίᾳ καὶ ἐμὲ ἔτυπτον.
しかし彼らは少年を力ずくで引っ張り、私を殴ったのです。
καὶ ταῦθʼ ὑμῖν ὑπὸ τῶν παραγενομένων μεμαρτύρηται.
そしてこれらのことは、居合わせた人々によって皆さんに証言されています。
ὥστε δεινὸν εἰ περὶ τούτων ἐγὼ δόξω προνοηθῆναι, περὶ ὧν οὗτοι τυγχάνουσιν οὕτω δεινὰ καὶ παράνομα πεποιηκότες.
ですから、彼らがこれほど非道で無法な行為を実際に働いたというのに、この件について私の方に計画性があったと見なされるとしたら、それは恐るべき理不尽です。