§38τί δʼ ἄν ποτε ἔπαθον, εἰ τἀναντία τῶν νῦν γεγενημένων ἦν, εἰ πολλοὺς ἔχων τῶν ἐπιτηδείων ἐγώ, ἀπαντήσας Σίμωνι, ἐμαχόμην αὐτῷ καὶ ἔτυπτον αὐτὸν καὶ ἐδίωκον καὶ καταλαβὼν ἄγειν βία ἐζήτουν, ὅπου νῦν τούτου ταῦτα πεποιηκότος ἐγὼ εἰς τοιοῦτον ἀγῶνα καθέστηκα, ἐν ᾧ καὶ περὶ τῆς πατρίδος καὶ τῆς οὐσίας τῆς ἐμαυτοῦ ἁπάσης κινδυνεύω;
もし今回の出来事と逆のことが起きていたならば、すなわち、もし私が多くの友人を連れてシモンに出くわし、彼と戦い、彼を殴り、彼を追いかけ、追いついて彼を力ずくで連れ去ろうとしていたとしたら、私は一体どうなっていたことでしょうか。 現に、彼がそれらのことを行ったというのに、私はこのような裁判に立たされ、祖国と全財産を失う危険にさらされているのですから。
§39τὸ δὲ μέγιστον καὶ περιφανέστατον πάντων·
そして、すべての中で最大かつ最も明白な証拠があります。
ὁ γὰρ ἀδικηθείς καὶ ἐπιβουλευθεὶς ὑπʼ ἐμοῦ, ὥς φησιν, οὐκ ἐτόλμησε τεττάρων ἐτῶν ἐπισκήψασθαι εἰς ὑμᾶς.
彼が言うには私から被害を受け、襲撃を企てられたという当の本人が、4年もの間、皆さんの前に提訴する勇気がなかったのです。
καὶ οἱ μέν ἄλλοι, ὅταν ἐρῶσι καὶ ἀποστερῶνται ὧν ἐπιθυμοῦσι καὶ συγκοπῶσιν, ὀργιζόμενοι παραχρῆμα τιμωρεῖσθαι ζητοῦσιν, οὗτος δὲ χρόνοις ὕστερον.
他の人々は、恋愛に身を焦がし、愛するものを奪われ、殴られた時には、怒りのあまり直ちに復讐を求めるものですが、この男は長い年月が経ってからそうしたのです。
§40ὅτι μὲν οὖν, ὦ βουλή, οὐδενὸς αἴτιός εἰμι τῶν γεγενημένων, ἱκανῶς ἀποδεδεῖχθαι νομίζω·
ですから、評議会員諸公よ、私に今回の出来事に対する一切の責任がないことは、十分に立証されたと私は考えます。
οὕτω δὲ διάκειμαι πρὸς τὰς ἐκ τῶν τοιούτων πραγμάτων διαφοράς, ὥστε ἄλλα πολλὰ ὑβρισμένος ὑπὸ Σίμωνος καὶ καταγεὶς τὴν κεφαλὴν ὑπʼ αὐτοῦ οὐκ ἐτόλμησα αὐτῷ ἐπισκήψασθαι, ἡγούμενος δεινὸν εἶναι, εἰ ἄρα περὶ παίδων ἐφιλονικήσαμεν ἡμεῖς πρὸς ἀλλήλους, τούτου ἕνεκα ἐξελάσαι τινὰς ζητῆσαι ἐκ τῆς πατρίδος.
また、私はこうした事柄から生じる紛争に対して次のような態度をとってきました。 すなわち、シモンから他にも多くの侮辱を受け、彼によって頭を割られたにもかかわらず、私は彼を提訴しようとはしませんでした。 私たちが少年のことで互いに争ったからといって、そのために誰かを祖国から追放しようとすることは、恐るべきことだと考えたからです。
§41ἔπειτα δὲ καὶ οὐδεμίαν ἡγούμην πρόνοιαν εἶναι τραύματος ὅστις μὴ ἀποκτεῖναι βουλόμενος ἔτρωσε.
さらにまた、殺す意図がないのに傷を負わせた者については、負傷に対する「計画性(プロノイア)」などは存在しないと私は考えていました。
τίς γὰρ οὕτως ἐστὶν εὐήθης, §42ὅστις ἐκ πολλοῦ προνοεῖται ὅπως ἕλκος τις αὐτοῦ τῶν ἐχθρῶν λήψεται;
なぜなら、誰がそれほど愚かであって、敵の一人がいつ傷を負うかをずっと前から計画しておくような者がいるでしょうか。
ἀλλὰ δῆλον ὅτι καὶ οἱ τοὺς νόμους ἐνθάδε θέντες, οὐκ εἴ τινες μαχεσάμενοι ἔτυχον ἀλλήλων κατάξαντες τὰς κεφαλάς, ἐπὶ τούτοις ἠξίωσαν τῆς πατρίδος φυγὴν ποιήσασθαι·
しかし明らかなのは、当地で法律を制定した人々も、もし何人かが喧嘩をして互いの頭を割ってしまったからといって、そのことで祖国からの追放に処するべきだとは考えなかったということです。
ἢ πολλούς γʼ ἂν ἐξήλασαν·
さもなければ、彼らは多くの人々を追放することになったでしょう。
ἀλλʼ ὅσοι ἐπιβουλεύσαντες ἀποκτεῖναί τινας ἔτρωσαν, ἀποκτεῖναι δὲ οὐκ ἐδυνήθησαν, περὶ τῶν τοιούτων τὰς τιμωρίας οὕτω μεγάλας κατεστήσαντο, ἡγούμενοι, ὑπὲρ ὧν ἐβούλευσαν καὶ προὐνοήθησαν, ὑπὲρ τούτων προσήκειν αὐτοῖς δίκην δοῦναι· εἰ δὲ μὴ κατέσχον, οὐδὲν ἧττον τό γʼ ἐκείνων πεποιῆσθαι.
むしろ、誰かを殺そうと企てて傷を負わせたものの、殺すことができなかった者たちについて、そのような者たちに対してこれほど重い刑罰を定めたのです。 彼らが企て、計画したことに対して、それ相応の罰を受けるのが当然であり、たとえ目的を達し得なかったとしても、彼らの側でなすべきことはなされたのだ、と考えたからです。
§43καὶ ταῦτα ἤδη καὶ πρότερον πολλάκις ὑμεῖς οὕτω διέγνωτε περὶ τῆς προνοίας.
そして、こうしたことについて、皆さんもすでに過去に何度も、「計画性」に関する判断をそのように下してこられました。
καὶ γὰρ δεινὸν ἂν εἴη, εἰ ὅσοι ἐκ μέθης καὶ φιλονικίας ἢ ἐκ παιδιῶν ἢ ἐκ λοιδορίας ἢ περὶ ἑταίρας μαχόμενοι ἕλκος ἔλαβον, εἰ ὑπὲρ τούτων ὧν, ἐπειδὰν βέλτιον φρονήσωσιν, ἅπασι μεταμέλει, οὕτως καὶ ὑμεῖς μεγάλας καὶ δεινὰς τὰς τιμωρίας ποιήσεσθε, ὥστε ἐξελαύνειν τινὰς τῶν πολιτῶν ἐκ τῆς πατρίδος.
というのも、酒酔いや対抗意識、あるいはふざけ合い、悪口の言い合い、遊女をめぐる争いなどによって傷を負ったすべての人々について、彼らが酔いから覚めて正気に戻ったときには誰もが後悔するようなことであるのに、それに対して皆さんが、市民の誰かを祖国から追放するほどに大きく恐ろしい刑罰を下すとしたら、それは恐るべきことだからです。
§44θαυμάζω δὲ μάλιστα τούτου τῆς διανοίας.
私はこの男の精神構造に最も驚かされます。
οὐ γὰρ τοῦ αὐτοῦ μοι δοκεῖ εἶναι ἐρᾶν τε καὶ συκοφαντεῖν, ἀλλὰ τὸ μὲν τῶν εὐηθεστέρων, τὸ δὲ τῶν πανουργοτάτων.
というのも、恋をすることと告訴屋として振る舞うことは、同一の人物に属するものとは思えないからです。 前者はより単純で愚直な人々のものであり、後者は最も極悪非道な人々のものであるからです。
ἐβουλόμην δʼ ἂν ἐξεῖναί μοι παρʼ ὑμῖν καὶ ἐκ τῶν ἄλλων ἐπιδεῖξαι τὴν τούτου πονηρίαν, ἵνα ἠπίστασθε ὅτι πολὺ ἂν δικαιότερον αὐτὸς περὶ θανάτου ἠγωνίζετο ἢ ἑτέρους ὑπὲρ τῆς πατρίδος εἰς κίνδυνον καθίστη.
私は、この男の悪辣さを他の事柄からも皆さんに示すことが許されればよかったのにと思います。 そうすれば、彼は他者を祖国喪失の危険にさらすよりも、自分自身が死罪に問われて裁判を受ける方がはるかに正当であることを、皆さんも理解できたでしょう。
τὰ μὲν οὖν ἄλλα ἐάσω·
しかし、他の事柄については差し控えることにします。
§45ὃ δʼ ἡγοῦμαι ὑμῖν προσήκειν ἀκοῦσαι καὶ τεκμήριον ἔσεσθαι τῆς τούτου θρασύτητος καὶ τόλμης, περὶ τούτου μνησθήσομαι.
しかし、皆さんが耳にするに値し、この男の不遜さと大胆さの証拠となるであろう事柄について、一言言及しておきます。
ἐν Κορίνθῳ γάρ, ἐπειδὴ ὕστερον ἦλθε τῆς πρὸς τοὺς πολεμίους μάχης καὶ τῆς εἰς Κορώνειαν στρατείας, ἐμάχετο τῷ ταξιάρχῳ Λάχητι καὶ ἔτυπτεν αὐτόν, καὶ πανστρατιᾷ τῶν πολιτῶν ἐξελθόντων, δόξας ἀκοσμότατος εἶναι καὶ πονηρότατος, μόνος Ἀθηναίων ὑπὸ τῶν στρατηγῶν ἐξεκηρύχθη.
コリントスにおいて、彼は敵との戦闘やコロネイアへの遠征よりも後に合流したのですが、大隊長(タクシアルコス)のラケスと喧嘩をして彼を殴り、市民が総動員で出征していた中で、極めて規律を乱す極悪非道な者と見なされ、アテナイ人の中でただ一人、将軍たちによって布告により追放処分にされたのです。
§46ἔχοιμι δʼ ἂν καὶ ἄλλα πολλὰ εἰπεῖν περὶ τούτου, ἀλλʼ ἐπειδὴ παρʼ ὑμῖν οὐ νόμιμόν ἐστιν ἔξω τοῦ πράγματος λέγειν, ἐκεῖνο ἐνθυμεῖσθε·
この男については、他にも言えることがたくさんありますが、皆さんの前で事件の本筋から外れたことを話すのは法で禁じられておりますので、次の点だけを心に留めておいてください。
οὗτοί εἰσιν οἱ βίᾳ εἰς τὴν ἡμετέραν οἰκίαν εἰσιόντες, οὗτοι οἱ διώκοντες, οὗτοι οἱ βίᾳ ἐκ τῆς ὁδοῦ συναρπάζοντες ἡμᾶς.
力ずくで私たちの家に侵入したのも彼らであり、追いかけてきたのも彼らであり、通りから私たちを力ずくで連れ去ろうとしたのも彼らなのです。
§47ὧν ὑμεῖς μεμνημένοι τὰ δίκαια ψηφίζεσθε, καὶ μὴ περιίδητε ἐκ τῆς πατρίδος ἀδίκως ἐκπεσόντα, ὑπὲρ ἧς ἐγὼ πολλοὺς κινδύνους κεκινδύνευκα καὶ πολλὰς λῃτουργίας λελῃτούργηκα, καὶ κακοῦ μὲν αὐτῇ οὐδενὸς αἴτιος γεγένημαι, οὐδὲ τῶν ἐμῶν προγόνων οὐδείς, ἀγαθῶν δὲ πολλῶν·
これらのことを記憶に留め、正義にかなった票を投じてください。 そして、私が祖国から不当に追放されるのを見過ごさないでください。 この祖国のために私は多くの危険を冒し、多くの国家的奉仕(レイトゥールギア)を務めてきました。 私自身も、また私の先祖の誰も、祖国に何一つの害悪をもたらしたことはなく、多くの善いことをもたらしてきたのです。
§48ὥστε δικαίως ἂν ὑφʼ ὑμῶν καὶ ὑπὸ τῶν ἄλλων ἐλεηθείην, οὐ μόνον εἴ τι πάθοιμι ὧν Σίμων βούλεται, ἀλλὰ καὶ ὅτι ἠναγκάσθην ἐκ τοιούτων πραγμάτων εἰς τοιούτους ἀγῶνας καταστῆναι.
ですから、もしシモンが望むような目に遭うとしたら当然のこと、このような事柄によってこのような裁判に立たされることを余ぎなくされたという点においても、私は皆さまや他のすべての人々から、当然のように同情されるべきなのです。