§62ταῖς αὑτῶν ψυχαῖς κοινὴν τὴν πόλιν καὶ τοῖς ἄλλοις κτησόμενοι, θάνατον μετʼ ἐλευθερίας αἱρούμενοι ἢ βίον μετὰ δουλείας, οὐχ ἧττον ταῖς συμφοραῖς αἰσχυνόμενοι ἢ τοῖς ἐχθροῖς ὀργιζόμενοι, μᾶλλον βουληθέντες ἐν τῇ αὑτῶν ἀποθνῄσκειν ἢ ζῆν τὴν ἀλλοτρίαν οἰκοῦντες, συμμάχους μὲν ὅρκους καὶ συνθήκας ἔχοντες, πολεμίους δὲ τοὺς πρότερον ὑπάρχοντας καὶ τοὺς πολίτας τοὺς ἑαυτῶν.
自らの魂を賭して、この都市を他の人々にとっても共通のものとして獲得しようとし、隷属を伴う生よりも自由を伴う死を選択し、敵に対する怒りと等しく自らの不運を恥じ、他国に住んで生きるよりは自国で死ぬことを望み、同盟者としては誓いと盟約を持ち、敵としてはかつて存在していた者たちと自らの同胞市民を持ちながら、ペイライエウスへと帰還したのである。
§63ἀλλʼ ὅμως οὐ τὸ πλῆθος τῶν ἐναντίων φοβηθέντες, ἀλλʼ ἐν τοῖς σώμασι τοῖς ἑαυτῶν κινδυνεύσαντες, τρόπαιον μὲν τῶν πολεμίων ἔστησαν, μάρτυρας δὲ τῆς αὑτῶν ἀρετῆς ἐγγὺς ὄντας τοῦδε τοῦ μνήματος τοὺς Λακεδαιμονίων τάφους παρέχονται.
しかしながら、彼らは敵の多さに恐れることなく、自らの身を危険にさらして、敵に対する記念碑を打ち立て、この墓の近くにあるラケダイモン人の墓を、自らの美徳の証人として提示している。
καὶ γάρ τοι μεγάλην μὲν ἀντὶ μικρᾶς ἀπέδειξαν τὴν πόλιν, ὁμονοοῦσαν δὲ ἀντὶ στασιαζούσης ἀπέφηναν, τείχη δὲ ἀντὶ τῶν καθῃρημένων ἀνέστησαν.
実際、彼らはこの都市を小さい状態から大きなものとして示し、内紛状態から一致団結したものとして表し、取り壊された城壁の代わりに新たな城壁を再建したのである。
§64οἱ δὲ κατελθόντες αὐτῶν, ἀδελφὰ τὰ βουλεύματα τοῖς ἔργοις τῶν ἐνθάδε κειμένων ἐπιδεικνύντες, οὐκ ἐπὶ τιμωρίαν τῶν ἐχθρῶν ἀλλʼ ἐπὶ σωτηρίαν τῆς πόλεως ἐτράποντο, καὶ οὔτε ἐλαττοῦσθαι δυνάμενοι οὔτʼ αὐτοὶ πλέον ἔχειν δεόμενοι τῆς μὲν αὑτῶν ἐλευθερίας καὶ τοῖς βουλομένοις δουλεύειν μετέδοσαν, τῆς δʼ ἐκείνων δουλείας αὐτοὶ μετέχειν οὐκ ἠξίωσαν.
彼らのうち帰還した者たちは、自らの決議がここに眠る者たちの偉業と同胞のようなものであることを示しつつ、敵への復讐ではなく都市の救済へと向かい、不当に不利益を被ることもなく、また自分たちだけが多くを得ることを求めることもせず、自らの自由を進んで隷属しようとする者たちにも分け与え、他方、彼らの隷属に自分たちが加わることは潔しとしなかった。
ἔργοις δὲ μεγίστοις καὶ καλλίστοις ἀπελογήσαντο,
そして、極めて大きく美しい偉業によって、以下のように弁明したのである。
§65ὅτι οὐ κακίᾳ τῇ αὑτῶν οὐδʼ ἀρετῇ τῇ τῶν πολεμίων πρότερον ἐδυστύχησεν ἡ πόλις·
すなわち、かつてこの都市が不運に見舞われたのは、自分たちの無能によるものでもなく、敵の美徳によるものでもないということである。
εἰ γὰρ στασιάσαντες πρὸς ἀλλήλους βίᾳ παρόντων Πελοποννησίων καὶ τῶν ἄλλων ἐχθρῶν εἰς τὴν αὑτῶν οἷοί τε ἐγένοντο κατελθεῖν, δῆλον ὅτι ῥαδίως ἂν ὁμονοοῦντες πολεμεῖν αὐτοῖς ἐδύναντο.
なぜなら、互いに争い、ペロポネソス人やその他の敵が力ずくで立ちふさがっている中で、自分たちの国へ帰還することができたのだから、彼らが一致団結して敵と戦っていたならば、容易に勝利することができただろうということは明らかだからである。
§66ἐκεῖνοι μὲν οὖν διὰ τοὺς ἐν Πειραιεῖ κινδύνους ὑπὸ πάντων ἀνθρώπων ζηλοῦνται·
それゆえ、彼らはペイライエウスでの危険な戦いゆえに、すべての人々から羨望されている。
ἄξιον δὲ καὶ τοὺς ξένους τοὺς ἐνθάδε κειμένους ἐπαινέσαι, οἳ τῷ πλήθει βοηθήσαντες καὶ περὶ τῆς ἡμετέρας σωτηρίας μαχόμενοι, πατρίδα τὴν ἀρετὴν ἡγησάμενοι, τοιαύτην τοῦ βίου τελευτὴν ἐποιήσαντο·
しかし、ここに眠る在留外邦人たちをも称賛することはふさわしい。 彼らは民衆を助け、我々の救済のために戦い、美徳を自らの祖国とみなして、このような生涯の最期を迎えた。
ἀνθʼ ὧν ἡ πόλις αὐτοὺς καὶ ἐπένθησε καὶ ἔθαψε δημοσίᾳ, καὶ ἔδωκεν ἔχειν αὐτοῖς τὸν ἅπαντα χρόνον τὰς αὐτὰς τιμὰς τοῖς ἀστοῖς.
その報いとして、都市は彼らを哀悼し、公費で埋葬し、市民と同じ名誉を永遠に保持することを彼らに認めたのである。
§67οἱ δὲ νῦν θαπτόμενοι, βοηθήσαντες Κορινθίοις ὑπὸ παλαιῶν φίλων ἀδικουμένοις καινοὶ σύμμαχοι γενόμενοι, οὐ τὴν αὐτὴν γνώμην Λακεδαιμονίοις ἔχοντες (οἱ μὲν γὰρ τῶν ἀγαθῶν αὐτοῖς ἐφθόνουν, οἱ δὲ ἀδικουμένους αὐτοὺς ἠλέουν, οὐ τῆς προτέρας ἔχθρας μεμνημένοι, ἀλλὰ τὴν παροῦσαν φιλίαν περὶ πολλοῦ ποιούμενοι) πᾶσιν ἀνθρώποις φανερὰν τὴν αὑτῶν ἀρετὴν ἐπεδείξαντο.
そして、今回埋葬される人々は、かつての友人たちから不当な扱いを受けていたコリントス人を助け、新たな同盟者となり、ラケダイモン人とは異なる考えを持ちつつ(なぜなら、一方は彼らの繁栄を妬んだが、他方は不当な扱いを受けている彼らを哀れみ、かつての敵意を記憶にとどめず、現在の友好を極めて重視したからである)、すべての人々に自らの美徳を明白に示した。
§68ἐτόλμησαν γὰρ μεγάλην ποιοῦντες τὴν Ἑλλάδα οὐ μόνον ὑπὲρ τῆς αὑτῶν σωτηρίας κινδυνεύειν, ἀλλὰ καὶ ὑπὲρ τῆς τῶν πολεμίων ἐλευθερίας ἀποθνῄσκειν·
なぜなら彼らは、ギリシアを強大にしながら、自分たちの救済のためだけに危険を冒すのではなく、敵の自由のためにも死ぬことをあえてしたからである。
τοῖς γὰρ Λακεδαιμονίων συμμάχοις περὶ τῆς ἐκείνων ἐλευθερίας ἐμάχοντο.
実際、彼らはラケダイモン人の同盟者たちを相手に、その者たちの自由のために戦った。
νικήσαντες μὲν γὰρ ἐκείνους τῶν αὐτῶν ἠξίουν, δυστυχήσαντες δὲ βέβαιον τὴν δουλείαν τοῖς ἐν τῇ Πελοποννήσῳ κατέλιπον.
もし彼らに勝利したならば、彼らを自分たちと同じ自由の身としたであろうが、もし不運に見舞われたならば、ペロポネソスにいる人々にとって確実な隷属を残すことになったからである。
§69ἐκείνοις μὲν οὖν οὕτω διακειμένοις ὁ βίος οἰκτρὸς καὶ ὁ θάνατος εὐκτός·
それゆえ、そのような状態に置かれている者たちにとっては、生は哀れであり、死は望ましいものである。
οὗτοι δὲ καὶ ζῶντες καὶ ἀποθανόντες ζηλωτοί, παιδευθέντες μὲν ἐν τοῖς τῶν προγόνων ἀγαθοῖς, ἄνδρες δὲ γενόμενοι τήν τε ἐκείνων δόξαν διασώσαντες καὶ τὴν αὑτῶν ἀρετὴν ἐπιδείξαντες.
しかし、この人々は、生きていても死んでいても羨望される存在である。 彼らは先祖の優れた手本の中で教育され、大人になってからは先祖の名声を保ち続け、自らの美徳を示したからである。
§70πολλῶν μὲν γὰρ καὶ καλῶν αἴτιοι γεγένηνται τῇ ἑαυτῶν πατρίδι, ἐπηνώρθωσαν δὲ τὰ ὑφʼ ἑτέρων δυστυχηθέντα, πόρρω δʼ ἀπὸ τῆς αὑτῶν τὸν πόλεμον κατέστησαν.
なぜなら彼らは、自らの祖国にとって多くの素晴らしいことの源となり、他の人々によってもたらされた不運を正し、祖国から遠く離れた場所で戦争を遂行したからである。
ἐτελεύτησαν δὲ τὸν βίον, ὥσπερ χρὴ τοὺς ἀγαθοὺς ἀποθνῄσκειν, τῇ μὲν πατρίδι τὰ τροφεῖα ἀποδόντες, τοῖς δὲ θρέψασι λύπας καταλιπόντες.
そして、優れた人々が死ぬべきであるように生涯を終え、祖国に対しては養育 of 恩を返し、自らを育ててくれた親たちには深い悲しみを残した。
§71ὥστε ἄξιον τοῖς ζῶσι τούτους ποθεῖν καὶ σφᾶς αὐτοὺς ὀλοφύρεσθαι καὶ τοὺς προσήκοντας αὐτῶν ἐλεεῖν τοῦ ἐπιλοίπου βίου.
したがって、生きている人々が彼らを慕い、自分たち自身を哀悼し、彼らの遺族の残された人生を憐れむことはふさわしい。
τίς γὰρ αὐτοῖς ἔτι ἡδονὴ καταλείπεται τοιούτων ἀνδρῶν θαπτομένων, οἳ πάντα περὶ ἐλάττονος τῆς ἀρετῆς ἡγούμενοι αὑτοὺς μὲν ἀπεστέρησαν βίου, χήρας δὲ γυναῖκας ἐποίησαν, ὀρφανοὺς δὲ τοὺς αὑτῶν παῖδας ἀπέλιπον, ἐρήμους δʼ ἀδελφοὺς καὶ πατέρας καὶ μητέρας κατέστησαν;
なぜなら、このような男たちが葬られる今、遺族にこれ以上どのような喜びが残されているだろうか。 彼らはすべてのものを美徳より劣るものと考え、自らから命を奪い、妻たちを未亡人にし、自らの子供たちを孤児として残し、兄弟や父親、母親たちを孤独な境遇に置いたのである。