§62ταῖς αὑτῶν ψυχαῖς κοινὴν τὴν πόλιν καὶ τοῖς ἄλλοις κτησόμενοι, θάνατον μετʼ ἐλευθερίας αἱρούμενοι ἢ βίον μετὰ δουλείας, οὐχ ἧττον ταῖς συμφοραῖς αἰσχυνόμενοι ἢ τοῖς ἐχθροῖς ὀργιζόμενοι, μᾶλλον βουληθέντες ἐν τῇ αὑτῶν ἀποθνῄσκειν ἢ ζῆν τὴν ἀλλοτρίαν οἰκοῦντες, συμμάχους μὲν ὅρκους καὶ συνθήκας ἔχοντες, πολεμίους δὲ τοὺς πρότερον ὑπάρχοντας καὶ τοὺς πολίτας τοὺς ἑαυτῶν.
他们企图凭着自己的生命,使这座城市也为其他人所共有,选择伴随自由的死亡,而非伴随奴役的生存,他们为自己的不幸感到羞耻,不亚于对敌人的愤怒,他们宁愿在自己的土地上死去,也不愿寓居在异国他乡,他们以誓言和盟约为盟友,却以先前存在的人和他们自己的同胞市民为敌人。
§63ἀλλʼ ὅμως οὐ τὸ πλῆθος τῶν ἐναντίων φοβηθέντες, ἀλλʼ ἐν τοῖς σώμασι τοῖς ἑαυτῶν κινδυνεύσαντες, τρόπαιον μὲν τῶν πολεμίων ἔστησαν, μάρτυρας δὲ τῆς αὑτῶν ἀρετῆς ἐγγὺς ὄντας τοῦδε τοῦ μνήματος τοὺς Λακεδαιμονίων τάφους παρέχονται.
然而,他们并不惧怕敌人的众多,而是以自己的肉身涉险,树立了战胜敌人的纪念碑,并将这座陵墓附近的拉刻代蒙人的坟墓,作为自身美德的见证。
καὶ γάρ τοι μεγάλην μὲν ἀντὶ μικρᾶς ἀπέδειξαν τὴν πόλιν, ὁμονοοῦσαν δὲ ἀντὶ στασιαζούσης ἀπέφηναν, τείχη δὲ ἀντὶ τῶν καθῃρημένων ἀνέστησαν.
事实上,他们使这座城市由微小变得伟大,使之由内讧变得和谐,并重建了被拆毁的城墙。
§64οἱ δὲ κατελθόντες αὐτῶν, ἀδελφὰ τὰ βουλεύματα τοῖς ἔργοις τῶν ἐνθάδε κειμένων ἐπιδεικνύντες, οὐκ ἐπὶ τιμωρίαν τῶν ἐχθρῶν ἀλλʼ ἐπὶ σωτηρίαν τῆς πόλεως ἐτράποντο, καὶ οὔτε ἐλαττοῦσθαι δυνάμενοι οὔτʼ αὐτοὶ πλέον ἔχειν δεόμενοι τῆς μὲν αὑτῶν ἐλευθερίας καὶ τοῖς βουλομένοις δουλεύειν μετέδοσαν, τῆς δʼ ἐκείνων δουλείας αὐτοὶ μετέχειν οὐκ ἠξίωσαν.
而他们中归来的人,表明他们的决议与长眠于此者的伟业如兄弟般契合,他们不致力于惩罚敌人,而是致力于拯救城市;他们既不甘于受损,自己也无意多占,将自己的自由分享给甚至那些甘愿受奴役的人,自己却不屑于分担那些人的奴役。
ἔργοις δὲ μεγίστοις καὶ καλλίστοις ἀπελογήσαντο, §65ὅτι οὐ κακίᾳ τῇ αὑτῶν οὐδʼ ἀρετῇ τῇ τῶν πολεμίων πρότερον ἐδυστύχησεν ἡ πόλις· εἰ γὰρ στασιάσαντες πρὸς ἀλλήλους βίᾳ παρόντων Πελοποννησίων καὶ τῶν ἄλλων ἐχθρῶν εἰς τὴν αὑτῶν οἷοί τε ἐγένοντο κατελθεῖν, δῆλον ὅτι ῥαδίως ἂν ὁμονοοῦντες πολεμεῖν αὐτοῖς ἐδύναντο.
他们以最伟大、最光荣的功绩作出了辩护,证明先前城市的遭遇不幸,并非由于他们自己的无能,亦非由于敌人的美德;因为,如果在相互内讧、且伯罗奔尼撒人和其他敌人以武力盘踞的情况下,他们尚能重返自己的家园,那么显而易见,如果他们和睦一致,本可以轻易地与他们交战。
§66ἐκεῖνοι μὲν οὖν διὰ τοὺς ἐν Πειραιεῖ κινδύνους ὑπὸ πάντων ἀνθρώπων ζηλοῦνται· ἄξιον δὲ καὶ τοὺς ξένους τοὺς ἐνθάδε κειμένους ἐπαινέσαι, οἳ τῷ πλήθει βοηθήσαντες καὶ περὶ τῆς ἡμετέρας σωτηρίας μαχόμενοι, πατρίδα τὴν ἀρετὴν ἡγησάμενοι, τοιαύτην τοῦ βίου τελευτὴν ἐποιήσαντο·
因此,那些人因为在比雷埃夫斯的险境,受到全人类的羡慕;但在此长眠的外邦人也同样值得赞美,他们援助了民众,为我们的拯救而战,视美德为自己的祖国,从而结束了这样的生命。
ἀνθʼ ὧν ἡ πόλις αὐτοὺς καὶ ἐπένθησε καὶ ἔθαψε δημοσίᾳ, καὶ ἔδωκεν ἔχειν αὐτοῖς τὸν ἅπαντα χρόνον τὰς αὐτὰς τιμὰς τοῖς ἀστοῖς.
作为回报,城市不仅哀悼他们,并予以公葬,还赋予他们永远享有与公民同等的荣誉。
§67οἱ δὲ νῦν θαπτόμενοι, βοηθήσαντες Κορινθίοις ὑπὸ παλαιῶν φίλων ἀδικουμένοις καινοὶ σύμμαχοι γενόμενοι, οὐ τὴν αὐτὴν γνώμην Λακεδαιμονίοις ἔχοντες (οἱ μὲν γὰρ τῶν ἀγαθῶν αὐτοῖς ἐφθόνουν, οἱ δὲ ἀδικουμένους αὐτοὺς ἠλέουν, οὐ τῆς προτέρας ἔχθρας μεμνημένοι, ἀλλὰ τὴν παροῦσαν φιλίαν περὶ πολλοῦ ποιούμενοι) πᾶσιν ἀνθρώποις φανερὰν τὴν αὑτῶν ἀρετὴν ἐπεδείξαντο.
至于如今被安葬的人,他们援助了遭受昔日友人侵害的科林斯人,成为了新的盟友,他们不与拉刻代蒙人持相同的态度(因为后者嫉妒他们的富庶,而前者则怜悯遭受侵害的他们,不记前嫌,反而极度珍视眼前的友谊),向全人类彰显了他们自身的美德。
§68ἐτόλμησαν γὰρ μεγάλην ποιοῦντες τὴν Ἑλλάδα οὐ μόνον ὑπὲρ τῆς αὑτῶν σωτηρίας κινδυνεύειν, ἀλλὰ καὶ ὑπὲρ τῆς τῶν πολεμίων ἐλευθερίας ἀποθνῄσκειν· τοῖς γὰρ Λακεδαιμονίων συμμάχοις περὶ τῆς ἐκείνων ἐλευθερίας ἐμάχοντο.
因为他们敢于在使希腊强大的同时,不仅为自己的拯救而冒险,甚至为敌人的自由而牺牲;因为他们与拉刻代蒙人的盟友交战,正是为了那些人的自由。
νικήσαντες μὲν γὰρ ἐκείνους τῶν αὐτῶν ἠξίουν, δυστυχήσαντες δὲ βέβαιον τὴν δουλείαν τοῖς ἐν τῇ Πελοποννήσῳ κατέλιπον.
因为如果他们获胜,就会使他们享有同等的权利,但如果他们遭遇不幸,就会给伯罗奔尼撒的人留下无可挽回的奴役。
§69ἐκείνοις μὲν οὖν οὕτω διακειμένοις ὁ βίος οἰκτρὸς καὶ ὁ θάνατος εὐκτός· οὗτοι δὲ καὶ ζῶντες καὶ ἀποθανόντες ζηλωτοί, παιδευθέντες μὲν ἐν τοῖς τῶν προγόνων ἀγαθοῖς, ἄνδρες δὲ γενόμενοι τήν τε ἐκείνων δόξαν διασώσαντες καὶ τὴν αὑτῶν ἀρετὴν ἐπιδείξαντες.
因此,对于处于那种境地的人来说,生命是可悲的,死亡是可期盼的;而这些人无论生前死后都令人羡慕,他们在外祖先的优良传统中受熏陶,成年后既维护了先祖的荣耀,又展现了自己的美德。
§70πολλῶν μὲν γὰρ καὶ καλῶν αἴτιοι γεγένηνται τῇ ἑαυτῶν πατρίδι, ἐπηνώρθωσαν δὲ τὰ ὑφʼ ἑτέρων δυστυχηθέντα, πόρρω δʼ ἀπὸ τῆς αὑτῶν τὸν πόλεμον κατέστησαν.
因为他们为自己的祖国带来了许多美好的事物,挽回了因他人而遭受的不幸,并将战争推向了远离家园的地方。
ἐτελεύτησαν δὲ τὸν βίον, ὥσπερ χρὴ τοὺς ἀγαθοὺς ἀποθνῄσκειν, τῇ μὲν πατρίδι τὰ τροφεῖα ἀποδόντες, τοῖς δὲ θρέψασι λύπας καταλιπόντες.
他们结束了自己的生命,正如善战者应当牺牲的那样,向祖国回报了养育之恩,却给抚养他们的人留下了悲痛。
§71ὥστε ἄξιον τοῖς ζῶσι τούτους ποθεῖν καὶ σφᾶς αὐτοὺς ὀλοφύρεσθαι καὶ τοὺς προσήκοντας αὐτῶν ἐλεεῖν τοῦ ἐπιλοίπου βίου.
因而,生者理应怀念这些人,哀悼自己,并怜悯他们的亲属度过余生。
τίς γὰρ αὐτοῖς ἔτι ἡδονὴ καταλείπεται τοιούτων ἀνδρῶν θαπτομένων, οἳ πάντα περὶ ἐλάττονος τῆς ἀρετῆς ἡγούμενοι αὑτοὺς μὲν ἀπεστέρησαν βίου, χήρας δὲ γυναῖκας ἐποίησαν, ὀρφανοὺς δὲ τοὺς αὑτῶν παῖδας ἀπέλιπον, ἐρήμους δʼ ἀδελφοὺς καὶ πατέρας καὶ μητέρας κατέστησαν;
因为在这些男子被安葬之后,亲属们还能留下什么快乐呢? 他们视一切皆轻于美德,剥夺了自己的生命,使妻子成为寡妇,使自己的孩子成为孤儿,使兄弟、父亲和母亲陷入孤独。