Humanitext Reader

リュシアス · 第一弁論 エラトステネス殺害に関する弁明 §20-28

現行犯での捕縛とエラトステネスの殺害

3 / 5 箇所 · ギリシア語

要旨

女中の自白からエラトステネスが妻と不倫関係にある確証を得たユーピレートスは、ある夜に現行犯で彼を縛り上げ、ポリスの法に従って彼を殺害した経緯を詳しく語り、相手側の嘘を告発します。

§20καὶ πίστιν παρʼ ἐμοῦ λαβοῦσα μηδὲν πείσεσθαι κακόν, κατηγόρει πρῶτον μὲν ὡς μετὰ τὴν ἐκφορὰν αὐτῇ προσίοι, ἔπειτα ὡς αὐτὴ τελευτῶσα εἰσαγγείλειε καὶ ὡς ἐκείνη τῷ χρόνῳ πεισθείη, καὶ τὰς εἰσόδους οἷς τρόποις προσίοιτο, καὶ ὡς Θεσμοφορίοις ἐμοῦ ἐν ἀγρῷ ὄντος ᾤχετο εἰς τὸ ἱερὸν μετὰ τῆς μητρὸς τῆς ἐκείνου· καὶ τἆλλα τὰ γενόμενα πάντα ἀκριβῶς διηγήσατο.
彼女は私から、何の危害も加えられないという約束を得ると、まず葬儀の後に彼が彼女に近づいてきたこと、次に彼女自身が結局は伝言を伝えたこと、そして彼女が時が経つにつれて説き伏せられたことを暴露し始め、また、どのような方法で彼が忍び込んできたか、そしてテスモポリア祭の折に私が畑にいたとき、彼女があの男の母親と一緒に神殿へ出かけたこと、その他に起きたすべてのことを正確に語りました。
ἐπειδὴ δὲ πάντα εἴρητο αὐτῇ, §21εἶπον ἐγώ, ὅπως τοίνυν ταῦτα μηδεὶς ἀνθρώπων πεύσεται·
彼女がすべてを話し終えると、私は言いました。 「それでは、このことを誰一人として知ることがないようにしなさい。
εἰ δέ μή, οὐδέν σοι κύριον ἔσται τῶν πρὸς ἔμʼ ὡμολογημένων.
さもなければ、私との間で約束されたことは、何一つ有効ではなくなる。
ἀξιῶ δέ σε ἐπʼ αὐτοφώρῳ ταῦτά μοι ἐπιδεῖξαι·
私は、お前がこれを現行犯で私に見せてくれることを要求する。
ἐγὼ γὰρ οὐδὲν δέομαι λόγων, ἀλλὰ τὸ ἔργον φανερὸν γενέσθαι, εἴπερ οὕτως ἔχει. §22ὡμολόγει ταῦτα ποιήσειν.
私は言葉など必要としておらず、もし本当にその通りであるならば、その事実を明らかにすることを求めているのだから」彼女はそうすることに同意しました。
καὶ μετὰ ταῦτα διεγένοντο ἡμέραι τέσσαρες ἢ πέντε, ὡς ἐγὼ μεγάλοις ὑμῖν τεκμηρίοις ἐπιδείξω.
そしてこの後、4日か5日が経過しましたが、そのことは私が強力な証拠によって諸君に示しましょう。
πρῶτον δὲ διηγήσασθαι βούλομαι τὰ πραχθέντα τῇ τελευταίᾳ ἡμέρᾳ.
しかし最初に、私は最後の日に何がなされたかを語りたいと思います。
Σώστρατος ἦν μοι ἐπιτήδειος καὶ φίλος.
ソーストラトスは私の親しい友人でした。
τούτῳ ἡλίου δεδυκότος ἰόντι ἐξ ἀγροῦ ἀπήντησα.
彼が日没の折に畑から戻ってくるところに、私は出会いました。
§23εἰδὼς δʼ ἐγὼ ὅτι τηνικαῦτα ἀφιγμένος οὐδένα καταλήψοιτο οἴκοι τῶν ἐπιτηδείων, ἐκέλευον, συνδειπνεῖν·
私は、彼がその時刻に到着しても、親しい者の中に家にいる人は誰もいないだろうということを知っていたので、一緒に夕食をとるよう勧めました。
καὶ ἐλθόντες οἴκαδε ὡς ἐμέ, ἀναβάντες εἰς τὸ ὑπερῷον ἐδειπνοῦμεν.
そして私の家に来て、上の階に上がって夕食をとりました。
ἐπειδὴ δὲ καλῶς αὐτῷ εἶχεν, ἐκεῖνος μὲν ἀπιὼν ᾤχετο, ἐγὼ δʼ ἐκάθευδον.
彼が満足して立ち去った後、私は眠りについました。
ὁ δʼ Ἐρατοσθένης, ὦ ἄνδρες, εἰσέρχεται, καὶ ἡ θεράπαινα ἐπεγείρασά με εὐθὺς φράζει ὅτι ἔνδον ἐστί.
すると、諸君、エラトステネスが入ってきて、女中が私を起こして、すぐに彼が中にいると告げたのです。
κἀγὼ εἰπὼν ἐκείνῃ ἐπιμελεῖσθαι τῆς θύρας, καταβὰς σιωπῇ ἐξέρχομαι, καὶ ἀφικνοῦμαι ὡς τὸν καὶ τόν, καὶ τοὺς μὲν ἔνδον κατέλαβον, τοὺς δὲ οὐκ ἐπιδημοῦντας ηὗρον.
私は彼女に戸の番をするように言い、静かに下りて外へ出ました。 そして、あれこれの人のところへ行き、家の中にいた者たちを捕まえる一方で、市内にいない者たちもいることがわかりました。
§24παραλαβὼν δʼ ὡς οἷόν τε ἦν πλείστους ἐκ τῶν παρόντων ἐβάδιζον.
私はその場にいた者たちの中からできるだけ多くの人を引き連れて歩みました。
καὶ δᾷδας λαβόντες ἐκ τοῦ ἐγγύτατα καπηλείου εἰσερχόμεθα, ἀνεῳγμένης τῆς θύρας καὶ ὑπὸ τῆς ἀνθρώπου παρεσκευασμένης.
そして最寄りの居酒屋から松明を受け取って入りましたが、戸は開いており、あの女によって準備されていました。
ὤσαντες δὲ τὴν θύραν τοῦ δωματίου οἱ μὲν πρῶτοι εἰσιόντες ἔτι εἴδομεν αὐτὸν κατακείμενον παρὰ τῇ γυναικί, οἱ δʼ ὕστερον ἐν τῇ κλίνῃ γυμνὸν ἑστηκότα.
私たちが寝室の戸を押し開けると、最初に中に入った私たちは、彼がまだ妻の横に横たわっているのを目にし、後から入った者たちは、彼がベッドの上に裸で立っているのを見ました。
§25ἐγὼ δʼ, ὦ ἄνδρες, πατάξας καταβάλλω αὐτόν, καὶ τὼ χεῖρε περιαγαγὼν εἰς τοὔπισθεν καὶ δήσας ἠρώτων διὰ τί ὑβρίζει εἰς τὴν οἰκίαν τὴν ἐμὴν εἰσιών.
諸君、私は彼を殴り倒し、その両手を後ろに回して縛り、なぜ私の家に入り込んでこのような屈辱を与えるのかと尋ねました。
κἀκεῖνος ἀδικεῖν μὲν ὡμολόγει, ἠντεβόλει δὲ καὶ ἱκέτευε μὴ ἀποκτεῖναι ἀλλʼ ἀργύριον πράξασθαι.
すると彼は自らの不正を認め、殺さないで金を要求してくれと哀願し、懇願しました。
ἐγὼ δʼ εἶπον ὅτι οὐκ ἐγώ σε ἀποκτενῶ,
そこで私は言いました。 「お前を殺すのは私ではない。
§26ἀλλʼ ὁ τῆς πόλεως νόμος, ὃν σὺ παραβαίνων περὶ ἐλάττονος τῶν ἡδονῶν ἐποιήσω, καὶ μᾶλλον εἵλου τοιοῦτον ἁμάρτημα ἐξαμαρτάνειν εἰς τὴν γυναῖκα τὴν ἐμὴν καὶ εἰς τοὺς παῖδας τοὺς ἐμοὺς ἢ τοῖς νόμοις πείθεσθαι καὶ κόσμιος εἶναι. §27οὕτως, ὦ ἄνδρες, ἐκεῖνος τούτων ἔτυχεν ὧνπερ οἱ νόμοι κελεύουσι τοὺς τὰ τοιαῦτα πράττοντας, οὐκ εἰσαρπασθεὶς ἐκ τῆς ὁδοῦ, οὐδʼ ἐπὶ τὴν ἑστίαν καταφυγών, ὥσπερ οὗτοι λέγουσι·
そうではなく、国法だ。 お前はそれを破り、自らの快楽のために法を軽んじ、法律に従って節度ある者となることよりも、私の妻と子供たちに対してこのような大罪を犯すことを選んだのだ」諸君、このようにして彼は、そのようなことを行う者たちに対して法律が命じている通りの報いを受けたのであり、彼らが主張するように、通りから無理やり引きずり込まれたのでもなく、炉に逃げ込んだのでもありません。
πῶς γὰρ ἄν, ὅστις ἐν τῷ δωματίῳ πληγεὶς κατέπεσεν εὐθύς, περιέστρεψα δʼ αὐτοῦ τὼ χεῖρε, ἔνδον δὲ ἦσαν ἄνθρωποι τοσοῦτοι, οὓς διαφυγεῖν οὐκ ἐδύνατο, οὔτε σίδηρον οὔτε ξύλον οὔτε ἄλλο οὐδὲν ἔχων, ᾧ τοὺς εἰσελθόντας ἂν ἠμύνατο.
なぜなら、寝室で殴られて即座に倒れ、私がその両手を後ろに回して縛り、中にはあれほど多くの人々がいて逃れることもできず、入ってきた人々を防ぐための鉄器も木棒も他の何物も持っていなかった者が、どうして逃げ込むことなどできたでしょうか。
§28ἀλλʼ, ὦ ἄνδρες, οἶμαι καὶ ὑμᾶς εἰδέναι ὅτι οἱ μὴ τὰ δίκαια πράττοντες οὐχ ὁμολογοῦσι τοὺς ἐχθροὺς λέγειν ἀληθῆ, ἀλλʼ αὐτοὶ ψευδόμενοι καὶ τὰ τοιαῦτα μηχανώμενοι ὀργὰς τοῖς ἀκούουσι κατὰ τῶν τὰ δίκαια πραττόντων παρασκευάζουσι.
諸君、正しくないことを行う者たちは、敵が真実を語っているとは認めず、自ら嘘をつき、このようなことを企てて、聞く者たちに正しいことを行う者に対する怒りを抱かせるものであることを、諸君も知っていると私は思います。
πρῶτον μὲν οὖν ἀνάγνωθι τὸν νόμον.
それでは、まず法律を読み上げてください。

語釈・文法注

  1. §20ὡς μετὰ τὴν ἐκφορὰν αὐτῇ προσίοι — 過去時制の主動詞(κατηγόρει)に導かれた間接話法内の従属節(ὡς 節)において、直説法の代わりに用いられている斜格希求法(optativus obliquus)です。
  2. §21ὅπως τοίνυν ταῦτα μηδεῖς ἀνθρώπων πεύσεται — ὅπως +未来直説法(πεύσεται)による、主節の動詞(σκόπει 等)を省略した、強い命令・依頼を表す独立構文です。
  3. §23ὅτι τηνικαῦτα ἀφιγμένος οὐδένα καταλήψοιτο — 間接話法(ὅτι 節)の中で、主節の過去視点(分詞 εἰδώς)から見た未来(「見出すことになるだろう」)を表すために、未来直説法(καταλήψεται)の代わりに用いられた未来希求法(future optative)です。
  4. §27πῶς γὰρ ἄν — 反実仮想または潜在の ἄν を伴う動詞(例:κατέφυγεν ἄν 又は διαφύγοι ἄν 等)の省略です。エラトステネスが逃げ出すことも、炉に逃げ込むことも物理的に不可能であったことを論証するための修辞的な表現です。

この箇所を引用する

リュシアス, 第一弁論 エラトステネス殺害に関する弁明 §20-28. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0540.tlg001.humanitext-grc2:20-28

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。