§51Πυνθάνομαί σου τὴν κατὰ σάρκα κίνησιν ἀφθονώτερον διακεῖσθαι πρὸς τὴν ἀφροδισίων ἔντευξιν.
私はあなたについて、肉体的な衝動が性的な交わりに対して過度に豊富に向けられていると聞いている。
σὺ δὲ ὅταν μήτε τοὺς νόμους καταλύῃς μήτε τὰ καλῶς ἔθει κείμενα κινῇς μήτε τῶν πλησίον τινὰ λυπῇς μήτε τὴν σάρκα καταξαίνῃς μήτε τὰ ἀναγκαῖα καταναλίσκῃς, χρῶ ὡς βούλει τῇ σεαυτοῦ προαιρέσει.
しかし、あなたが法律を破らず、健全に確立された慣習を乱さず、近隣の誰をも苦しめず、肉体を酷使せず、必要なものを浪費しないときには、自分の選択を望むように用いるがよい。
ἀμήχανον μέντοι γε τὸ μὴ οὐχ ἑνί γέ τινι τούτων συνέχεσθαι·
しかしながら、これらのうち少なくとも一つに囚われないことは不可能である。
ἀφροδίσια γὰρ οὐδέποτε ὤνησεν, ἀγαπητὸν δὲ εἰ μὴ ἔβλαψεν.
なぜなら、性的な快楽は決して人を益したことがなく、害さなければ御の字だからである。
§52Ἡ φιλία περιχορεύει τὴν οἰκουμένην κηρύττουσα δὴ πᾶσιν ἡμῖν ἐγείρεσθαι ἐπὶ τὸν μακαρισμόν.
友情は世界を巡って踊り、我々すべてに幸福へと目覚めるように告げ知らせている。
§53Οὐδενὶ φθονητέον·
誰をも妬むべきではない。
ἀγαθοὶ γὰρ οὐκ ἄξιοι φθόνου, πονηροὶ δὲ ὅσῳ ἂν μᾶλλον εὐτυχῶσι. τοσούτῳ μᾶλλον αὑτοῖς λυμαίνονται. §54Οὐ προσποιεῖσθαι δεῖ φιλοσοφεῖν, ἀλλ’ ὄντως φιλοσοφεῖν· οὐ γὰρ προσδεόμεθα τοῦ δοκεῖν ὑγιαίνειν. ἀλλὰ τοῦ κατ’ ἀλήθειαν ὑγιαίνειν.
なぜなら善き人々は羨望に値せず、悪しき人々は幸運に恵まれれば恵まれるほど、それだけいっそう自分自身を損なうからである。
§55Θεραπευτέον τὰς συμφορὰς τῇ τῶν ἀπολλυμένων χάριτι καὶ τῷ γινώσκειν ὅτι οὐκ ἔστιν ἄπρακτον ποιῆσαι τὸ γεγονός.
不幸は、失われたものへの感謝と、起こってしまったことを起こらなかったことにはできないと知ることによって、癒やされなければならない。
§56Ἀλγεῖ μὲν ὁ σοφὸς οὐ μᾶλλον στρεβλούμενος 〈ἢ στρεβλουμένου〉 τοῦ φίλου.
賢者は、自分が拷問にかけられているときでも、友人が拷問にかけられているときより以上に苦しむことはない。
§57Ὁ βίος αὐτοῦ πᾶς δι’ ἀπιστίαν συγχυθήσεται καὶ ἀνακεχαιτισμένος ἔσται.
彼(哲学を持たない者)の生涯はすべて、不信のゆえに混乱し、根底から覆されるだろう。
§58Ἐκλυτέον ἑαυτοὺς ἐκ τοῦ περὶ τὰ ἐγκύκλια καὶ πολιτικὰ δεσμωτηρίου.
我々は、日常の雑務と政治の牢獄から自分自身を解放しなければならない。
§59Ἄπληστον οὐ γαστήρ. ὥσπερ οἱ πολλοί φασιν, ἀλλὰ δόξα ψευδὴς ὑπὲρ τοῦ 〈τῆς〉 γαστρὸς ἀορίστου πληρώματος.
貪欲なのは胃袋ではなく、多くの人々が言うように、胃袋の無限の満足に関する誤った思い込みである。
§60Πᾶς ὥσπερ ἄρτι γεγονὼς ἐκ τοῦ ζῆν ἀπέρχεται.
すべての人は、まるで今生まれたばかりであるかのように生から立ち去る。
§61Καλλίστη καὶ ἡ τῶν πλησίον ὄψις, τῆς πρώτης συγγενείας ὁμονοούσης ἢ [εἰ] πολλὴν εἰς τοῦτο ποιουμένης σπουδήν.
隣人の姿を見ることは、もし最初の血縁が和合しているか、あるいはそのために多大な努力を払っているならば、最も美しい。
§62Εἰ γὰρ κατὰ τὸ δέον ὀργαὶ γίνονται τοῖς γεννήσασι πρὸς τὰ ἔκγονα, μάταιον δήπουθέν ἐστι τὸ ἀντιτείνειν καὶ μὴ παραιτεῖσθει συγγνώμης τυχεῖν·
親が子に対して抱く怒りがもっともなものであるならば、反抗したり、許しを求めないでいたりすることは、実に無駄なことである。
εἰ δὲ μὴ κατὰ τὸ δέόν ἀλλὰ ἀλογώτερον, γελοῖον πάν〈τως〉 τὸ προσεκκαίειν τὴν ἀλογίαν θυμοκατοχοῦντα, καὶ μὴ ζητεῖν μεταθεῖναι κατ’ ἄλλους τρόπους εὐγνωμονοῦντα.
しかし、もし怒りをもっともなものではなく理不尽に抱いているならば、怒りを募らせてその理不尽さに油を注ぐことは全く愚かであり、好意的な態度によって他の方法で彼らの考えを変えようと努めないことは愚かである。
§63Ἔστι καὶ ἐν λεπτότητι καθαριότης, ἧς ὁ ἀνεπιλόγιστος παραπλήσιόν τι πάσχει τῷ δι’ ἀοριστίαν ἐκπίπτοντι.
質素な暮らしの中にも清らかさがあり、これを考慮しない者は、際限のなさのゆえに過ちに陥る者と似たような目にあう。
§64Ἀκολουθεῖν δεῖ τὸν παρὰ τῶν ἄλλων ἔπαινον αὐτόματον, ἡμᾶς δὲ γενέσθαι περὶ τὴν ἡμῶν ἰατρείαν.
他人からの称賛は自ずとついてくるものであるべきであり、我々は自分自身の治療に専念すべきである。
§65Μάταιόν ἐστι παρὰ θεῶν αἰτεῖσθαι ἅ τις ἑαυτῷ χορηγῆσαι ἱκανός ἐστι.
自分自身で調達できるものを神々に求めるのは、無駄なことである。
§66Συμπαθῶμεν τοῖς φίλοις οὐ θρηνοῦντες ἀλλὰ φροντίζοντες.
我々は友人に同情すべきであるが、嘆き悲しむことによってではなく、彼らを気遣うことによってそうすべきである。
§67Ἐλεύθερος βίος οὐ δύναται κτήσασθαι χρήματα πολλὰ διὰ τὸ τὸ πρᾶγμα 〈μὴ〉 ῥᾴδιον εἶναι χωρὶς θητείας ὄχλων ἢ δυναστῶν, ἀλλὰ συνεχεῖ δαψιλείᾳ πάντα κέκτηται·
自由な生は、大衆や権力者に仕えることなしにはそれが容易ではないため、多くの富を蓄えることはできない。 しかし、それは絶えざる豊かさの中ですべてのものを所有している。
ἂν δέ που καὶ τύχῃ χρημάτων πολλῶν, καὶ ταῦτα ῥᾳδίως ἂν εἰς τὴν τοῦ πλησίον εὔνοιαν διαμετρήσαι.
また、もし万が一多くの富を得ることがあれば、それを隣人の好意のために惜しみなく分け与えるだろう。
§68Οὐδὲν ἱκανὸν ᾧ ὀλίγον τὸ ἱκανόν.
十分なものが少ないと感じる者にとっては、何ものも十分ではない。
§69Τὸ τῆς ψυχῆς ἀχάριστον λίχνον ἐποίησε τὸ ζῷον εἰς ἄπειρον τῶν ἐν διαίτῃ ποικιλμάτων.
魂の不平不満が、生き物を食事の無限の多様さへと駆り立てる貪欲なものにしてしまった。
§70Μηδέν σοι ἐν βίῳ πραχθείη ὃ φόβον παρέξει σοι, εἰ γνωσθήσεται τῷ πλησίον.
もし隣人に知られたなら、あなたに恐れをもたらすようなことは、生において何一つ行うべきではない。
§71Πρὸς πάσας τὰς ἐπιθυμίας προσακτέον τὸ ἐπερώτημα τοῦτο·
あらゆる欲望に対して、次の問いを投げかけるべきである。
τί μοι γενήσεται ἂν τελεσθῇ τὸ κατὰ τὴν ἐπιθυμίαν ἐπιζητούμενον, καὶ τί ἐὰν μὴ τελεσθῇ;
その欲望によって求められていることが実現したなら、私に何が生じるか、また実現しなかったなら何が生じるか。
§72Οὐδὲν ὄφελος ἦν τὴν κατ’ ἀνθρώπους ἀσφάλειαν παρασκευάζεσθαι τῶν ἄνωθεν ὑπό〈πτων ὄ〉ντων καὶ τῶν ὑποκάτω καὶ ἁπλῶς τῶν ἐν τῷ ἀπείρῳ.
天空のものや地下のもの、端的に言えば無限の中にあるものが疑わしいものである限り、人間たちの間での安全を確保することは、何の意味もなかった。
§73Καὶ τὸ γενέσθαι τινὰς ἀλγηδόνας περὶ σῶμα λυσιτελεῖ πρὸς φυλακὴν τῶν ὁμοειδῶν.
身体に生じるある種の痛みさえも、同種の痛みを防ぐためには有益である。
§74Ἐν φιλολόγῳ συζητήσει πλεῖον ἤνυσεν ὁ ἡττηθείς. καθ’ ὃ προσέμαθεν.
学問的な議論においては、敗れた者の方が、より多くを学んだという点において、より多くを得る。
§75Εἰς τὰ παρῳχηκότα ἀγαθὰ ἀχάριστος φωνὴ ἡ λέγουσα Τέλος ὅρα μακροῦ βίου.
過去の善きことに対して感謝を欠いているのは、「長い生涯の終わりを見届けよ」と言う言葉である。
§76Τοιοῦτος εἶ γηράσκων ὁποῖον ἐγὼ παραινῶ, καὶ διέγνωκας ὁποῖόν ἐστι τὸ ἑαυτῷ φιλοσοφῆσαι καὶ οἷον τὸ τῇ Ἑλλάδι·
あなたは私が勧める通りの生き方をして老いていっている。 そして自分自身のために哲学することと、ギリシア全体のために哲学することの違いを見極めている。
συγχαίρω σοι.
私はあなたと共に喜ぶ。
§77Τῆς αὐταρκείας καρπὸς μέγιστος ἐλευθερία.
自足の最大の果実は、自由である。
§78Ὁ γενναῖος περὶ σοφίαν καὶ φιλίαν μάλιστα γίγνεται ὧν τὸ μέν ἐστι θνητὸν ἀγαθόν, τὸ δὲ ἀθάνατον.
気高き人は、知恵と友情に最も専念する。 このうち、一方は死すべき善であり、他方は不死の善である。
§79Ὁ ἀτάραχος ἑαυτῷ καὶ ἑτέρῳ ἀόχλητος.
心の平穏を得た者は、自分自身に対しても、他者に対しても、煩わしさを与えない。
§80Γενναίῳ σωτηρίας μοῖρα τῆς ἡλικίας τήρησις καὶ φυλακὴ τῶν πάντα μολυνόντων κατὰ τὰς ἐπιθυμίας τὰς οἰστρώδεις.
高貴な若者にとっての救いの道は、その若さを保つことであり、荒れ狂う欲望によってすべてを汚すものから守ることである。
§81Οὐ λύει τὴν τῆς ψυχῆς ταραχὴν οὐδὲ τὴν ἀξιόλογον ἀπογεννᾷ χαρὰν οὔτε πλοῦτος ὑπάρχων ὁ μέγιστος οὔθ’ ἡ παρὰ τοῖς πολλοῖς τιμὴ καὶ περίβλεψις οὔτ’ ἄλλο τι τῶν παρὰ τὰς †ἀζυρισί(έ?)τους αἰτίας.
魂の乱れを解消することも、価値ある喜びを生み出すことも、極めて大きな富の所有、大衆の間での名誉や注目の的となること、また、限りのない原因に依存するその他のいかなるものも、これを行うことはできない。