- 底本
- Epicurus. Epicuri epistulae tres et ratae sententiae a Laertio Diogene Servatae. von der Mühll, Peter, editor. Leipzig: Teubner, 1922.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0537.tlg014.humanitext-grc1:51-81
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
欲望の制限、友情の価値、運命や他者の評価に依存しない真の自足と魂の治療の重要性について説く、一連のエピクロス派の倫理的・実践的な格言群。
Πυνθάνομαί σου τὴν κατὰ σάρκα κίνησιν ἀφθονώτερον διακεῖσθαι πρὸς τὴν ἀφροδισίων ἔντευξιν. σὺ δὲ ὅταν μήτε τοὺς νόμους καταλύῃς μήτε τὰ καλῶς ἔθει κείμενα κινῇς μήτε τῶν πλησίον τινὰ λυπῇς μήτε τὴν σάρκα καταξαίνῃς μήτε τὰ ἀναγκαῖα καταναλίσκῃς, χρῶ ὡς βούλει τῇ σεαυτοῦ προαιρέσει. ἀμήχανον μέντοι γε τὸ μὴ οὐχ ἑνί γέ τινι τούτων συνέχεσθαι·1 ἀφροδίσια γὰρ οὐδέποτε ὤνησεν, ἀγαπητὸν δὲ εἰ μὴ ἔβλαψεν.
私はあなたについて、肉体的な衝動が性的な交わりに対して過度に豊富に向けられていると聞いている。しかし、あなたが法律を破らず、健全に確立された慣習を乱さず、近隣の誰をも苦しめず、肉体を酷使せず、必要なものを浪費しないときには、自分の選択を望むように用いるがよい。しかしながら、これらのうち少なくとも一つに囚われないことは不可能である。なぜなら、性的な快楽は決して人を益したことがなく、害さなければ御の字だからである。
Ἡ φιλία περιχορεύει τὴν οἰκουμένην κηρύττουσα δὴ πᾶσιν ἡμῖν ἐγείρεσθαι ἐπὶ τὸν μακαρισμόν.
友情は世界を巡って踊り、我々すべてに幸福へと目覚めるように告げ知らせている。
Οὐδενὶ φθονητέον· ἀγαθοὶ γὰρ οὐκ ἄξιοι φθόνου, πονηροὶ δὲ ὅσῳ ἂν μᾶλλον εὐτυχῶσι. τοσούτῳ μᾶλλον αὑτοῖς λυμαίνονται. Οὐ προσποιεῖσθαι δεῖ φιλοσοφεῖν, ἀλλ’ ὄντως φιλοσοφεῖν· οὐ γὰρ προσδεόμεθα τοῦ δοκεῖν ὑγιαίνειν. ἀλλὰ τοῦ κατ’ ἀλήθειαν ὑγιαίνειν.
誰をも妬むべきではない。なぜなら善き人々は羨望に値せず、悪しき人々は幸運に恵まれれば恵まれるほど、それだけいっそう自分自身を損なうからである。
Θεραπευτέον τὰς συμφορὰς τῇ τῶν ἀπολλυμένων χάριτι καὶ τῷ γινώσκειν ὅτι οὐκ ἔστιν ἄπρακτον ποιῆσαι τὸ γεγονός.
不幸は、失われたものへの感謝と、起こってしまったことを起こらなかったことにはできないと知ることによって、癒やされなければならない。
Ἀλγεῖ μὲν ὁ σοφὸς οὐ μᾶλλον στρεβλούμενος 〈ἢ στρεβλουμένου〉 τοῦ φίλου.2
賢者は、自分が拷問にかけられているときでも、友人が拷問にかけられているときより以上に苦しむことはない。
Ὁ βίος αὐτοῦ πᾶς δι’ ἀπιστίαν συγχυθήσεται καὶ ἀνακεχαιτισμένος ἔσται.
彼(哲学を持たない者)の生涯はすべて、不信のゆえに混乱し、根底から覆されるだろう。
Ἐκλυτέον ἑαυτοὺς ἐκ τοῦ περὶ τὰ ἐγκύκλια καὶ πολιτικὰ δεσμωτηρίου.
我々は、日常の雑務と政治の牢獄から自分自身を解放しなければならない。
Ἄπληστον οὐ γαστήρ. ὥσπερ οἱ πολλοί φασιν, ἀλλὰ δόξα ψευδὴς ὑπὲρ τοῦ 〈τῆς〉 γαστρὸς ἀορίστου πληρώματος.
貪欲なのは胃袋ではなく、多くの人々が言うように、胃袋の無限の満足に関する誤った思い込みである。
Πᾶς ὥσπερ ἄρτι γεγονὼς ἐκ τοῦ ζῆν ἀπέρχεται.
すべての人は、まるで今生まれたばかりであるかのように生から立ち去る。
Καλλίστη καὶ ἡ τῶν πλησίον ὄψις, τῆς πρώτης συγγενείας ὁμονοούσης ἢ [εἰ] πολλὴν εἰς τοῦτο ποιουμένης σπουδήν.3
隣人の姿を見ることは、もし最初の血縁が和合しているか、あるいはそのために多大な努力を払っているならば、最も美しい。
Εἰ γὰρ κατὰ τὸ δέον ὀργαὶ γίνονται τοῖς γεννήσασι πρὸς τὰ ἔκγονα, μάταιον δήπουθέν ἐστι τὸ ἀντιτείνειν καὶ μὴ παραιτεῖσθαι συγγνώμης τυχεῖν· εἰ δὲ μὴ κατὰ τὸ δέον ἀλλὰ ἀλογώτερον, γελοῖον πάν〈τως〉 τὸ προσεκκαίειν τὴν ἀλογίαν θυμοκατοχοῦντα, καὶ μὴ ζητεῖν μεταθεῖναι κατ’ ἄλλους τρόπους εὐγνωμονοῦντα.
親が子に対して抱く怒りがもっともなものであるならば、反抗したり、許しを求めないでいたりすることは、実に無駄なことである。しかし、もし怒りをもっともなものではなく理不尽に抱いているならば、怒りを募らせてその理不尽さに油を注ぐことは全く愚かであり、好意的な態度によって他の方法で彼らの考えを変えようと努めないことは愚かである。
Ἔστι καὶ ἐν λεπτότητι καθαριότης, ἧς ὁ ἀνεπιλόγιστος παραπλήσιόν τι πάσχει τῷ δι’ ἀοριστίαν ἐκπίπτοντι.
質素な暮らしの中にも清らかさがあり、これを考慮しない者は、際限のなさのゆえに過ちに陥る者と似たような目にあう。
Ἀκολουθεῖν δεῖ τὸν παρὰ τῶν ἄλλων ἔπαινον αὐτόματον, ἡμᾶς δὲ γενέσθαι περὶ τὴν ἡμῶν ἰατρείαν.
他人からの称賛は自ずとついてくるものであるべきであり、我々は自分自身の治療に専念すべきである。
Μάταιόν ἐστι παρὰ θεῶν αἰτεῖσθαι ἅ τις ἑαυτῷ χορηγῆσαι ἱκανός ἐστι.
自分自身で調達できるものを神々に求めるのは、無駄なことである。
Συμπαθῶμεν τοῖς φίλοις οὐ θρηνοῦντες ἀλλὰ φροντίζοντες.
我々は友人に同情すべきであるが、嘆き悲しむことによってではなく、彼らを気遣うことによってそうすべきである。
Ἐλεύθερος βίος οὐ δύναται κτήσασθαι χρήματα πολλὰ διὰ τὸ τὸ πρᾶγμα 〈μὴ〉 ῥᾴδιον εἶναι4 χωρὶς θητείας ὄχλων ἢ δυναστῶν, ἀλλὰ συνεχεῖ δαψιλείᾳ πάντα κέκτηται· ἂν δέ που καὶ τύχῃ χρημάτων πολλῶν, καὶ ταῦτα ῥᾳδίως ἂν εἰς τὴν τοῦ πλησίον εὔνοιαν διαμετρήσαι.
自由な生は、大衆や権力者に仕えることなしにはそれが容易ではないため、多くの富を蓄えることはできない。しかし、それは絶えざる豊かさの中ですべてのものを所有している。また、もし万が一多くの富を得ることがあれば、それを隣人の好意のために惜しみなく分け与えるだろう。
Οὐδὲν ἱκανὸν ᾧ ὀλίγον τὸ ἱκανόν.
十分なものが少ないと感じる者にとっては、何ものも十分ではない。
Τὸ τῆς ψυχῆς ἀχάριστον λίχνον ἐποίησε τὸ ζῷον εἰς ἄπειρον τῶν ἐν διαίτῃ ποικιλμάτων.
魂の不平不満が、生き物を食事の無限の多様さへと駆り立てる貪欲なものにしてしまった。
Μηδέν σοι ἐν βίῳ πραχθείη ὃ φόβον παρέξει σοι, εἰ γνωσθήσεται τῷ πλησίον.
もし隣人に知られたなら、あなたに恐れをもたらすようなことは、生において何一つ行うべきではない。
Πρὸς πάσας τὰς ἐπιθυμίας προσακτέον τὸ ἐπερώτημα τοῦτο· τί μοι γενήσεται ἂν τελεσθῇ τὸ κατὰ τὴν ἐπιθυμίαν ἐπιζητούμενον, καὶ τί ἐὰν μὴ τελεσθῇ;
あらゆる欲望に対して、次の問いを投げかけるべきである。その欲望によって求められていることが実現したなら、私に何が生じるか、また実現しなかったなら何が生じるか。
Οὐδὲν ὄφελος ἦν τὴν κατ’ ἀνθρώπους ἀσφάλειαν παρασκευάζεσθαι τῶν ἄνωθεν ὑπό〈πτων ὄ〉ντων καὶ τῶν ὑποκάτω καὶ ἁπλῶς τῶν ἐν τῷ ἀπείρῳ.
天空のものや地下のもの、端的に言えば無限の中にあるものが疑わしいものである限り、人間たちの間での安全を確保することは、何の意味もなかった。
Καὶ τὸ γενέσθαι τινὰς ἀλγηδόνας περὶ σῶμα λυσιτελεῖ πρὸς φυλακὴν τῶν ὁμοειδῶν.
身体に生じるある種の痛みさえも、同種の痛みを防ぐためには有益である。
Ἐν φιλολόγῳ συζητήσει πλεῖον ἤνυσεν ὁ ἡττηθείς. καθ’ ὃ προσέμαθεν.
学問的な議論においては、敗れた者の方が、より多くを学んだという点において、より多くを得る。
Εἰς τὰ παρῳχηκότα ἀγαθὰ ἀχάριστος φωνὴ ἡ λέγουσα Τέλος ὅρα μακροῦ βίου.
過去の善きことに対して感謝を欠いているのは、「長い生涯の終わりを見届けよ」と言う言葉である。
Τοιοῦτος εἶ γηράσκων ὁποῖον ἐγὼ παραινῶ, καὶ διέγνωκας ὁποῖόν ἐστι τὸ ἑαυτῷ φιλοσοφῆσαι καὶ οἷον τὸ τῇ Ἑλλάδι· συγχαίρω σοι.
あなたは私が勧める通りの生き方をして老いていっている。そして自分自身のために哲学することと、ギリシア全体のために哲学することの違いを見極めている。私はあなたと共に喜ぶ。
Τῆς αὐταρκείας καρπὸς μέγιστος ἐλευθερία.
自足の最大の果実は、自由である。
Ὁ γενναῖος περὶ σοφίαν καὶ φιλίαν μάλιστα γίγνεται ὧν τὸ μέν ἐστι θνητὸν ἀγαθόν, τὸ δὲ ἀθάνατον.5
気高き人は、知恵と友情に最も専念する。このうち、一方は死すべき善であり、他方は不死の善である。
Ὁ ἀτάραχος ἑαυτῷ καὶ ἑτέρῳ ἀόχλητος.
心の平穏を得た者は、自分自身に対しても、他者に対しても、煩わしさを与えない。
Γενναίῳ σωτηρίας μοῖρα τῆς ἡλικίας τήρησις καὶ φυλακὴ τῶν πάντα μολυνόντων κατὰ τὰς ἐπιθυμίας τὰς οἰστρώδεις.
高貴な若者にとっての救いの道は、その若さを保つことであり、荒れ狂う欲望によってすべてを汚すものから守ることである。
Οὐ λύει τὴν τῆς ψυχῆς ταραχὴν οὐδὲ τὴν ἀξιόλογον ἀπογεννᾷ χαρὰν οὔτε πλοῦτος ὑπάρχων ὁ μέγιστος οὔθ’ ἡ παρὰ τοῖς πολλοῖς τιμὴ καὶ περίβλεψις οὔτ’ ἄλλο τι τῶν παρὰ τὰς †ἀζυρισί(έ?)τους αἰτίας.
魂の乱れを解消することも、価値ある喜びを生み出すことも、極めて大きな富の所有、大衆の間での名誉や注目の的となること、また、限りのない原因に依存するその他のいかなるものも、これを行うことはできない。
- 51τὸ μὴ οὐχ ἑνί γέ τινι τούτων συνέχεσθαι
ἀμήχανον(不可能な)という否定的な意味を持つ形容詞の後ろで、接続辞 τὸ μὴ οὐχ が不定詞 συνέχεσθαι を伴い、「〜しないことは不可能である(=必ず〜することになる)」という二重否定を形成している。
- 56ἀλγεῖ μὲν ὁ σοφὸς οὐ μᾶλλον στρεβλούμενος 〈ἢ στρεβλουμένου〉 τοῦ φίλου
主節の主語 ὁ σοφὸς に係る分詞 στρεβλούμενος(主格)と、接続詞 ἤ の後ろに補われた属格独立格 στρεβλουμένου τοῦ φίλου が対比されている。賢者は「自分が拷問にかけられる時に、友人が拷問にかけられる時よりも多く苦しむことはない」という意味で、友人の苦痛を自己のそれと等しく捉えるエピクロス派の逆説を表している。
- 61τῆς πρώτης συγγενείας ὁμονοούσης ἢ [εἰ] πολλὴν εἰς τοῦτο ποιουμένης σπουδήν
名詞 τῆς πρώτης συγγενείας を意味上の主語とする属格独立格の構造。分詞 ὁμονοούσης と ποιουμένης が等位接続詞 ἤ で結ばれ、条件節(「もし最初の血縁が和合しているか、あるいは……」)と同等の機能を果たしている。
- 67διὰ τὸ τὸ πρᾶγμα 〈μὴ〉 ῥᾴδιον εἶναι
前置詞 διὰ の支配下にある冠詞付き不定詞句(τὸ εἶναι)。その不定詞の意味上の主語として対格の名詞句 τὸ πρᾶγμα が置かれ、補われた否定辞 μή と形容詞 ῥᾴδιον(補語)を伴って原因を表している(「そのことが容易ではないという理由によって」)。
- 78ὧν τὸ μέν ἐστι θνητὸν ἀγαθόν, τὸ δὲ ἀθάνατον
関係代名詞の属格 ὧν は先行詞の σοφίαν καὶ φιλίαν を指し、部分属格(「それらのうち、一方は……、他方は……」)として機能している。エピクロス派の文脈では、死を免れない人間の能力である「知恵(σοφία)」が θνητόν、永続的な絆である「友情(φιλία)」が ἀθάνατον と対比される。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-10-18)
- 2026-10-18 AI校閲 — 原文 2 件
