§51Πυνθάνομαί σου τὴν κατὰ σάρκα κίνησιν ἀφθονώτερον διακεῖσθαι πρὸς τὴν ἀφροδισίων ἔντευξιν.
我听说你的肉体冲动过于旺盛地倾向于性爱交往。
σὺ δὲ ὅταν μήτε τοὺς νόμους καταλύῃς μήτε τὰ καλῶς ἔθει κείμενα κινῇς μήτε τῶν πλησίον τινὰ λυπῇς μήτε τὴν σάρκα καταξαίνῃς μήτε τὰ ἀναγκαῖα καταναλίσκῃς, χρῶ ὡς βούλει τῇ σεαυτοῦ προαιρέσει.
但只要你不违反法律,不破坏良好确立的习俗,不使任何邻人痛苦,不折磨肉体,也不浪费生活必需品,你便可以随心所欲地使用自己的选择。
ἀμήχανον μέντοι γε τὸ μὴ οὐχ ἑνί γέ τινι τούτων συνέχεσθαι· ἀφροδίσια γὰρ οὐδέποτε ὤνησεν, ἀγαπητὸν δὲ εἰ μὴ ἔβλαψεν.
然而,免于受到这些限制中的至少一项几乎是不可能的;因为性爱从未带来益处,若是不带来伤害,便已谢天谢地了。
§52Ἡ φιλία περιχορεύει τὴν οἰκουμένην κηρύττουσα δὴ πᾶσιν ἡμῖν ἐγείρεσθαι ἐπὶ τὸν μακαρισμόν.
友谊在世界各地起舞,向我们所有人宣告,要为了获得至福而觉醒。
§53Οὐδενὶ φθονητέον· ἀγαθοὶ γὰρ οὐκ ἄξιοι φθόνου, πονηροὶ δὲ ὅσῳ ἂν μᾶλλον εὐτυχῶσι. τοσούτῳ μᾶλλον αὑτοῖς λυμαίνονται.
不应嫉妒任何人;因为善人不值得嫉妒,而恶人越是走运,就越是损害他们自己。
§54Οὐ προσποιεῖσθαι δεῖ φιλοσοφεῖν, ἀλλ’ ὄντως φιλοσοφεῖν· οὐ γὰρ προσδεόμεθα τοῦ δοκεῖν ὑγιαίνειν. ἀλλὰ τοῦ κατ’ ἀλήθειαν ὑγιαίνειν.
不应假装研究哲学,而应真正研究哲学;因为我们需要的不是显得健康,而是真正的健康。
§55Θεραπευτέον τὰς συμφορὰς τῇ τῶν ἀπολλυμένων χάριτι καὶ τῷ γινώσκειν ὅτι οὐκ ἔστιν ἄπρακτον ποιῆσαι τὸ γεγονός.
我们应当通过对逝去之物的感恩缅怀,以及认识到无法使已发生的事不发生,来疗愈不幸。
§56Ἀλγεῖ μὲν ὁ σοφὸς οὐ μᾶλλον στρεβλούμενος 〈ἢ στρεβλουμένου〉 τοῦ φίλου.
智者在自己遭受拷问时,其痛苦并不比朋友遭受拷问时更甚。
§57Ὁ βίος αὐτοῦ πᾶς δι’ ἀπιστίαν συγχυθήσεται καὶ ἀνακεχαιτισμένος ἔσται.
他(没有哲学的人)的整个生命都将因不信任而陷入混乱,并被彻底颠覆。
§58Ἐκλυτέον ἑαυτοὺς ἐκ τοῦ περὶ τὰ ἐγκύκλια καὶ πολιτικὰ δεσμωτηρίου.
我们必须将自己从日常事务和政治的牢笼中解放出来。
§59Ἄπληστον οὐ γαστήρ. ὥσπερ οἱ πολλοί φασιν, ἀλλὰ δόξα ψευδὴς ὑπὲρ τοῦ 〈τῆς〉 γαστρὸς ἀορίστου πληρώματος.
无法满足的并不是胃袋,正如大众所说的那样,而是关于胃袋无限充填的错误信念。
§60Πᾶς ὥσπερ ἄρτι γεγονὼς ἐκ τοῦ ζῆν ἀπέρχεται.
每个人离开人世时,都好像是刚刚诞生一样。
§61Καλλίστη καὶ ἡ τῶν πλησίον ὄψις, τῆς πρώτης συγγενείας ὁμονοούσης ἢ [εἰ] πολλὴν εἰς τοῦτο ποιουμένης σπουδήν.
与邻人相见是最美好的事,如果最亲近的血亲和睦相处,或者为此付出了极大的努力。
§62Εἰ γὰρ κατὰ τὸ δέον ὀργαὶ γίνονται τοῖς γεννήσασι πρὸς τὰ ἔκγονα, μάταιον δήπουθέν ἐστι τὸ ἀντιτείνειν καὶ μὴ παραιτεῖσθει συγγνώμης τυχεῖν· εἰ δὲ μὴ κατὰ τὸ δέόν ἀλλὰ ἀλογώτερον, γελοῖον πάν〈τως〉 τὸ προσεκκαίειν τὴν ἀλογίαν θυμοκατοχοῦντα, καὶ μὴ ζητεῖν μεταθεῖναι κατ’ ἄλλους τρόπους εὐγνωμονοῦντα.
如果父母对子女的愤怒是理所应当的,那么反抗而不去请求原谅显然是徒劳的;但如果他们的愤怒并非理所应当,而是极其荒谬的,那么执拗于愤怒而火上浇油就完全是愚蠢的,而不去用友善的态度尝试通过其他方式改变他们的想法也是愚蠢的。
§63Ἔστι καὶ ἐν λεπτότητι καθαριότης, ἧς ὁ ἀνεπιλόγιστος παραπλήσιόν τι πάσχει τῷ δι’ ἀοριστίαν ἐκπίπτοντι.
朴素的生活中也有其洁净,不考虑这一点的人,其遭遇与因无节制而陷入过度的人相似。
§64Ἀκολουθεῖν δεῖ τὸν παρὰ τῶν ἄλλων ἔπαινον αὐτόματον, ἡμᾶς δὲ γενέσθαι περὶ τὴν ἡμῶν ἰατρείαν.
来自他人的赞美应当自然而至,而我们自己则应专注于自我的疗愈。
§65Μάταιόν ἐστι παρὰ θεῶν αἰτεῖσθαι ἅ τις ἑαυτῷ χορηγῆσαι ἱκανός ἐστι.
向神明祈求自己能够提供给自己的东西,是徒劳无功的。
§66Συμπαθῶμεν τοῖς φίλοις οὐ θρηνοῦντες ἀλλὰ φροντίζοντες.
我们应当同情朋友,但不是通过哀悼,而是通过关怀他们。
§67Ἐλεύθερος βίος οὐ δύναται κτήσασθαι χρήματα πολλὰ διὰ τὸ τὸ πρᾶγμα 〈μὴ〉 ῥᾴδιον εἶναι χωρὶς θητείας ὄχλων ἢ δυναστῶν, ἀλλὰ συνεχεῖ δαψιλείᾳ πάντα κέκτηται·
自由的生活无法积累巨大的财富,因为如果不依附于大众或权势者,这件事便不容易办到;但自由的生活在持续的自足中拥有一切。
ἂν δέ που καὶ τύχῃ χρημάτων πολλῶν, καὶ ταῦτα ῥᾳδίως ἂν εἰς τὴν τοῦ πλησίον εὔνοιαν διαμετρήσαι.
而且,即使它偶然获得了巨大的财富,它也会轻易地将其分发以换取邻人的好意。
§68Οὐδὲν ἱκανὸν ᾧ ὀλίγον τὸ ἱκανόν.
对于那些把“足够”视为“太少”的人来说,没有什么东西是足够满足的。
§69Τὸ τῆς ψυχῆς ἀχάριστον λίχνον ἐποίησε τὸ ζῷον εἰς ἄπειρον τῶν ἐν διαίτῃ ποικιλμάτων.
灵魂的不知感恩,使生命之物变得贪得无厌,去追求无限多样的饮食。
§70Μηδέν σοι ἐν βίῳ πραχθείη ὃ φόβον παρέξει σοι, εἰ γνωσθήσεται τῷ πλησίον.
在你的一生中,千万不要做任何一旦被邻人发现就会给你带来恐惧的事情。
§71Πρὸς πάσας τὰς ἐπιθυμίας προσακτέον τὸ ἐπερώτημα τοῦτο·
面对一切欲望,都应当提出这样一个问题:如果欲望所寻求的事情得以实现,我将会怎样?
τί μοι γενήσεται ἂν τελεσθῇ τὸ κατὰ τὴν ἐπιθυμίαν ἐπιζητούμενον, καὶ τί ἐὰν μὴ τελεσθῇ;
如果没有实现,又会怎样?
§72Οὐδὲν ὄφελος ἦν τὴν κατ’ ἀνθρώπους ἀσφάλειαν παρασκευάζεσθαι τῶν ἄνωθεν ὑπό〈πτων ὄ〉ντων καὶ τῶν ὑποκάτω καὶ ἁπλῶς τῶν ἐν τῷ ἀπείρῳ.
只要对天上和地下,简言之,对无限宇宙中的事物心存疑惧,那么防范人类社会带来的不安全便是毫无益处的。
§73Καὶ τὸ γενέσθαι τινὰς ἀλγηδόνας περὶ σῶμα λυσιτελεῖ πρὸς φυλακὴν τῶν ὁμοειδῶν.
即使肉体上产生某些痛苦,对于防范同类的痛苦也是有益的。
§74Ἐν φιλολόγῳ συζητήσει πλεῖον ἤνυσεν ὁ ἡττηθείς. καθ’ ὃ προσέμαθεν.
在学术讨论中,失败者获益更多,因为他学到了更多。
§75Εἰς τὰ παρῳχηκότα ἀγαθὰ ἀχάριστος φωνὴ ἡ λέγουσα Τέλος ὅρα μακροῦ βίου.
那句说“要看长寿一生的结局”的话,对过去的善好而言是忘恩负义的。
§76Τοιοῦτος εἶ γηράσκων ὁποῖον ἐγὼ παραινῶ, καὶ διέγνωκας ὁποῖόν ἐστι τὸ ἑαυτῷ φιλοσοφῆσαι καὶ οἷον τὸ τῇ Ἑλλάδι· συγχαίρω σοι.
你在变老的过程中正成为我所期许的那种人,并且你已经辨明了什么是为自己研究哲学,什么是为全希腊研究哲学;我为你感到高兴。
§77Τῆς αὐταρκείας καρπὸς μέγιστος ἐλευθερία.
自给自足的最大果实就是自由。
§78Ὁ γενναῖος περὶ σοφίαν καὶ φιλίαν μάλιστα γίγνεται ὧν τὸ μέν ἐστι θνητὸν ἀγαθόν, τὸ δὲ ἀθάνατον.
高尚的人主要致力于智慧与友谊,其中前者是终有一死的善,后者则是永生不灭的善。
§79Ὁ ἀτάραχος ἑαυτῷ καὶ ἑτέρῳ ἀόχλητος.
心境宁静的人,既不给自己带来烦恼,也不给他人带来烦恼。
§80Γενναίῳ σωτηρίας μοῖρα τῆς ἡλικίας τήρησις καὶ φυλακὴ τῶν πάντα μολυνόντων κατὰ τὰς ἐπιθυμίας τὰς οἰστρώδεις.
对于高尚的青年人来说,救赎之道在于守护自己的青春,并防范那些通过狂乱的欲望污染一切的事物。
§81Οὐ λύει τὴν τῆς ψυχῆς ταραχὴν οὐδὲ τὴν ἀξιόλογον ἀπογεννᾷ χαρὰν οὔτε πλοῦτος ὑπάρχων ὁ μέγιστος οὔθ’ ἡ παρὰ τοῖς πολλοῖς τιμὴ καὶ περίβλεψις οὔτ’ ἄλλο τι τῶν παρὰ τὰς †ἀζυρισί(έ?)τους αἰτίας.
无论是拥有最大的财富,还是大众的尊崇和瞩目,抑或是取决于无限原因的其他任何事物,都无法平息灵魂的骚动,也无法产生任何值得一提的快乐。