§144XV Ὁ τῆς φύσεως πλοῦτος καὶ ὥρισται καὶ εὐπόριστός ἐστιν·
XV 自然の富は有限であり、容易に得られる。
ὁ δὲ τῶν κενῶν δοξῶν εἰς ἄπειρον ἐκπίπτει.
しかし、空虚な思い込みによる富は無限に広がっていく。
XVΙ Βραχέα σοφῷ τύχη παρεμπίπτει, τὰ δὲ μέγιστα καὶ κυριώτατα ὁ λογισμὸς διῴκηκε καὶ κατὰ τὸν συνεχῆ χρόνον τοῦ βίου διοικεῖ καὶ διοικήσει.
XVI 賢者には運がほとんど介入しない。 最大かつ最も重要な事柄は理性が支配してきたし、生涯の継続する時間を通じて支配しており、これからも支配するであろう。
XVΙΙ Ὁ δίκαιος 〈βίος〉 ἀταρακτότατος, ὁ δ’ ἄδικος πλείστης ταραχῆς γέμων.
XVII 正しい〈生〉は最も乱されることがなく、不正な生は最大の混乱に満ちている。
XVΙΙΙ Οὐκ ἐπαύξεται ἐν τῇ σαρκὶ ἡ ἡδονή, ἐπειδὰν ἅπαξ τὸ κατ’ ἔνδειαν ἀλγοῦν ἐξαιρεθῇ, ἀλλὰ μόνον ποικίλλεται·
XVIII 肉体における快楽は、欠乏による苦痛が一度除去されたならば、それ以上増大することはなく、ただ多様化するだけである。
τῆς δὲ διανοίας τὸ πέρας τὸ κατὰ τὴν ἡδονὴν ἀπεγέννησεν ἥ τε τούτων αὐτῶν ἐκλόγισις καὶ τῶν ὁμογενῶν τούτοις, ὅσα τοὺς μεγίστους φόβους παρεσκεύαζε τῇ διανοίᾳ.
一方、精神における快楽の限界は、まさにこれらのもの自体と、それに類するものであって精神に最大の恐怖をもたらすようなものすべてについて反省することによってもたらされる。
§145XΙX Ὁ ἄπειρος χρόνος ἴσην ἔχει τὴν ἡδονὴν καὶ ὁ πεπερασμένος, ἐάν τις αὐτῆς τὰ πέρατα καταμετρήσῃ τῷ λογισμῷ.
XIX 無限の時間も有限の時間も、もし理性的思考によってその快楽の限界を測り知るならば、等しい快楽を持つ。
XX Ἡ μὲν σὰρξ ἀπέλαβε τὰ πέρατα τῆς ἡδονῆς ἄπειρα, κἂν ἄπειρος αὐτὴν χρόνος παρεσκεύασεν.
XX 肉体は快楽の限界を無限のものとして受け取る、仮に無限の時間があればそれがもたらされたであろうかのように。
ἡ δὲ διάνοια τοῦ τῆς σαρκὸς τέλους καὶ πέρατος λαβοῦσα τὸν ἐπιλογισμὸν καὶ τοὺς ὑπὲρ τοῦ αἰῶνος φόβους ἐκλύσασα τὸν παντελῆ βίον παρεσκεύασε, καὶ οὐθὲν ἔτι τοῦ ἀπείρου χρόνου προσεδεήθη[μεν]·
しかし、精神は肉体の目的と限界について合理的な理解を得て、永遠に関する恐怖を解き放つことで、完成された生を用意し、もはや無限の時間を必要としなかった。
ἀλλ’ οὔτε ἔφυγε τὴν ἡδονήν, οὐδ’ ἡνίκα τὴν ἐξαγωγὴν ἐκ τοῦ ζῆν τὰ πράγματα παρεσκεύαζεν, ὡς ἐλλείπουσά τι τοῦ ἀρίστου βίου κατέστρεφεν.
しかし、精神は快楽を避けることもせず、状況が生からの退出を準備したときであっても、最高の生活に何か欠けているところがあるかのようにして生涯を終えることはなかった。
§146XXΙ Ὁ τὰ πέρατα τοῦ βίου κατειδὼς οἶδεν, ὡς εὐπόριστόν ἐστι τὸ 〈τὸ〉 ἀλγοῦν κατ’ ἔνδειαν ἐξαιροῦν καὶ τὸ τὸν ὅλον βίον παντελῆ καθιστάν·
XXI 生の限界を知っている者は、欠乏による苦痛を除去するもの、そして生涯全体を完成されたものにするものが、いかに容易に得られるかを知っている。
ὥστε οὐδὲν προσδεῖται πραγμάτων ἀγῶνας κεκτημένων.
したがって、闘争を伴うような事柄をさらに必要することはない。
XXΙΙ Τὸ ὑφεστηκὸς δεῖ τέλος ἐπιλογίζεσθαι καὶ πᾶσαν τὴν ἐνάργειαν, ἐφ’ ἣν τὰ δοξαζόμενα ἀνάγομεν·
XXII 確立された目的と、我々が意見の対象を連れ戻して判断するための明白な基準のすべてについて考えなければならない。
εἰ δὲ μή, πάντα ἀκρισίας καὶ ταραχῆς ἔσται μεστά.
そうでなければ、すべては不確定さと混乱に満ちたものになるであろう。
XXΙΙΙ Εἰ μαχῇ πάσαις ταῖς αἰσθήσεσιν, οὐχ ἕξεις οὐδ’ ἃς ἂν φῇς αὐτῶν διεψεῦσθαι πρὸς τί ποιούμενος τὴν ἀναγωγὴν κρίνῃς.
XXIII もしすべての感覚に戦いを挑むなら、感覚のうち「だまされた」とあなたが主張する特定の感覚さえも、何に照らし合わせて判定すればよいかを持たなくなるであろう。
§147XXΙV Εἴ τιν ἐκβαλεῖς ἁπλῶς αἴσθησιν καὶ μὴ διαιρήσεις τὸ δοξαζόμενον κατὰ τὸ προσμένον καὶ τὸ παρὸν ἤδη κατὰ τὴν αἴσθησιν καὶ τὰ πάθη καὶ πᾶσαν φανταστικὴν ἐπιβολὴν τῆς διανοίας, συνταράξεις καὶ τὰς λοιπὰς αἰσθήσεις τῇ ματαίῳ δόξῃ, ὥστε τὸ κριτήριον ἅπαν ἐκβαλεῖς.
XXIV もしあなたがある感覚を単に退け、思いなされていることについて、確証を待っている状態のものと、感覚・感情・あらゆる精神の直観的把握によってすでに現前しているものとを区別しないなら、空虚な意見によって他の残りの感覚をもかき乱してしまい、結果として基準のすべてを投げ捨てることになる。
εἰ δὲ βεβαιώσεις καὶ τὸ προσμένον ἅπαν ἐν ταῖς δοξαστικαῖς ἐννοίαις καὶ τὸ μὴ τὴν ἐπιμαρτύρησιν * * οὐκ † ἐκλείψεις τὸ διεψευσμένον, ὥσ〈τε〉 τετηρηκὼς ἔσῃ πᾶσαν ἀμφισβήτησιν καὶ πᾶσαν κρίσιν τοῦ ὀρθῶς ἢ μὴ ὀρθῶς.
しかし、もし思いなしに基づく概念の中で、確認を要するすべてのことや、確証を欠いていることをも承認してしまうなら、あなたは誤りを避けることはできず、正しいか正しくないかに関するあらゆる疑念とあらゆる判断を維持し続けることになるであろう。
§148XXV Εἰ μὴ παρὰ πάντα καιρὸν ἐπανοίσεις ἕκαστον τῶν 11 πραττομένων ἐπὶ τὸ τέλος τῆς φύσεως, ἀλλὰ προκαταστρέψεις εἴτε φυγὴν εἴτε δίωξιν ποιούμενος εἰς ἄλλο τι, οὐκ ἔσονταί σοι τοῖς λόγοις αἱ πράξεις ἀκόλουθοι.
XXV もしあなたが常に行為の 11 それぞれを自然の目的に結びつけず、回避や追求を行う際にあらかじめ他の何かに向かってそれるなら、あなたの行為はあなたの言論と一致しないものとなるであろう。
XXVΙ Τῶν ἐπιθυμιῶν ὅσαι μὴ ἐπ’ ἀλγοῦν ἐπανάγουσιν ἐὰν μὴ συμπληρωθῶσιν, οὐκ εἰσὶν ἀναγκαῖαι, ἀλλ’ εὐδιάχυτον τὴν ὄρεξιν ἔχουσιν, ὅταν δυσπόριστοι ἢ βλάβης ἀπεργαστικαὶ δόξωσιν εἶναι.
XXVI 欲望のうち、満たされなくても苦痛をもたらさないものは、必要不可欠なものではなく、もしそれが得がたかったり害をもたらすと思われるときには、その渇望は容易に解消されうる。
XXVΙΙ Ὧν ἡ σοφία παρασκευάζεται εἰς τὴν τοῦ ὅλου βίου μακαριότητα, πολὺ μέγιστόν ἐστιν ἡ τῆς φιλίας κτῆσις.
XXVII 終生の幸福のために知恵が用意してくれるもののうち、最大なものは友情の獲得である。
XXVΙΙΙ Ἡ αὐτὴ γνώμη θαρρεῖν τε ἐποίησεν ὑπὲρ τοῦ μηθὲν αἰώνιον εἶναι δεινὸν μηδὲ πολυχρόνιον, καὶ τὴν ἐν αὐτοῖς τοῖς ὡρισμένοις ἀσφάλειαν φιλίᾳ μάλιστα κατεῖδε συντελουμένην.
XXVIII 恐ろしいことは何一つ永遠ではなく長続きもしないという確信を与えてくれた同じ認識が、まさにあの限られた範囲における安全が友情によって最も確固たるものとして完成されることを見極めたのである。