§131ὅταν ἅπαν τὸ ἀλγοῦν κατ’ ἔνδειαν ἐξαιρεθῇ, καὶ μᾶζα καὶ ὕδωρ τὴν ἀκροτάτην ἀποδίδωσιν ἡδονήν, ἐπειδὰν ἐνδέων τις αὐτὰ προσενέγκηται.
欠乏によるすべての苦痛が取り除かれるとき、パンと水さえも最高の快楽をもたらす、人が欠乏しているときにそれらを摂取するならば。
τὸ συνεθίζειν οὖν ἐν ταῖς ἁπλαῖς καὶ οὐ πολυτελέσι διαίταις καὶ ὑγιείας ἐστὶ συμπληρωτικὸν καὶ πρὸς τὰς ἀναγκαίας τοῦ βίου χρήσεις ἄοκνον ποιεῖ τὸν ἄνθρωπον καὶ τοῖς πολυτελέσιν ἐκ διαλειμμάτων προσερχομένοις κρεῖττον ἡμᾶς διατίθησι καὶ πρὸς τὴν τύχην ἀφόβους παρασκευάζει.
それゆえ、簡素で贅沢でない食事に慣れることは、健康を十全にするものであり、人を生活の必要な用途に対して怠りなくさせ、また、私たちが時折贅沢なものに近づくとき、私たちをより良い状態に置き、運命に対して私たちを恐れのない者にする。
Ὅταν οὖν λέγωμεν ἡδονὴν τέλος ὑπάρχειν, οὐ τὰς τῶν ἀσώτων ἡδονὰς καὶ τὰς ἐν ἀπολαύσει κειμένας λέγομεν, ὥς τινες ἀγνοοῦντες καὶ οὐχ ὁμολογοῦντες ἢ κακῶς ἐκδεχόμένοι νομίζουσιν, ἀλλὰ τὸ μήτε ἀλγεῖν κατὰ σῶμα μήτε ταράττεσθαι κατὰ ψυχήν·
それゆえ、私たちが快楽を目的であると言うとき、私たちは放蕩者の快楽や、享楽のうちにある快楽を言っているのではない、理解せず、同意もせず、あるいは誤って受け取っている一部の人々が考えているように。 そうではなく、身体において苦痛のないこと、そして魂において乱されないことを言っているのである。
§132οὐ γὰρ πότοι καὶ κῶμοι συνείροντες οὐδ’ ἀπολαύσεις παίδων καὶ γυναικῶν οὐδ’ ἰχθύων καὶ τῶν ἄλλων, ὅσα φέρει πολυτελὴς τράπεζα, τὸν ἡδὺν γεννᾷ βίον, ἀλλὰ νήφων λογισμὸς καὶ τὰς αἰτίας ἐξερευνῶν πάσης αἱρέσεως καὶ φυγῆς καὶ τὰς δόξας ἐξελαύνων, ἐξ ὧν πλεῖστος τὰς ψυχὰς καταλαμβάνει θόρυβος.
なぜなら、絶え間ない酒宴やどんちゃん騒ぎでもなく、少年や女性との悦楽でもなく、魚や、豪華な食卓がもたらすその他のものでもなく、これらが快い生活を生み出すのではない。 そうではなく、醒めた理性が、すべての選択と忌避の原因を究明し、魂に最大の騒乱をもたらす原因となる思い込みを追い払うことで、それ[快い生活]を生み出すのである。
Τούτων δὲ πάντων ἀρχὴ καὶ τὸ μέγιστον ἀγαθὸν φρόνησις.
これらすべての始まりであり、最大の善は思慮(プロネーシス)である。
διὸ καὶ φιλοσοφίας τιμιώτερον ὑπάρχει φρόνησις, ἐξ ἧς αἱ λοιπαὶ πᾶσαι πεφύκασιν ἀρεταί, διδάσκουσα ὡς οὐκ ἔστιν ἡδέως ζῆν ἄνευ τοῦ φρονίμως καὶ καλῶς καὶ δικαίως 〈οὐδὲ φρονίμως καὶ καλῶς καὶ δικαίως〉 ἄνευ τοῦ ἡδέως.
このため、思慮は哲学よりも尊いものである。 思慮から他のすべての徳が生まれ、思慮は、思慮深く、美しく、正しく生きることなしに快く生きることはできず、思慮深く、美しく、正しく生きることも快く生きることなしにはできない、と教えているからである。
συμπεφύκασι γὰρ αἱ ἀρεταὶ τῷ ζῆν ἡδέως, καὶ τὸ ζῆν ἡδέως τούτων ἐστὶν ἀχώριστον.
なぜなら、諸徳は快く生きることと一体となって生まれており、快く生きることはこれらの徳から不可分だからである。
§133Ἐπεὶ τίνα νομίζεις εἶναι κρείττονα τοῦ καὶ περὶ θεῶν ὅσια δοξάζοντος καὶ περὶ θανάτου διὰ παντὸς ἀφόβως ἔχοντος καὶ τὸ τῆς φύσεως ἐπιλελογισμένου τέλος, καὶ τὸ μὲν τῶν ἀγαθῶν πέρας ὡς ἔστιν εὐσυμπλήρωτόν τε καὶ εὐπόριστον διαλαμβάνοντος, τὸ δὲ τῶν κακῶν ὡς ἢ χρόνους ἢ πόνους ἔχει βραχεῖς;
なぜなら、神々について敬虔な思いを抱き、死について常に恐れを抱かず、自然の目的をわきまえ、善の限界は満たしやすく手に入れやすいものであると理解し、悪の限界は、期間が短いか、あるいは痛みがわずかであると理解している人よりも、優れた人が誰かいると君は思うか。
τὴν δὲ ὑπό τινων δεσπότιν εἰσαγομένην πάντων †ἀγγέλλοντος * * (〈λέγει ἐν ἄλλοις γίνεσθαι ἃ μὲν κατ’ ἀνάγκην〉, ἃ δὲ ἀπὸ τύχης, ἃ δὲ παρ’ ἡμᾶς, διὰ τὸ τὴν μὲν ἀνάγκην ἀνυπεύθυνον εἶναι, τὴν δὲ τύχην ἄστατον ὁρᾶν, τὸ δὲ παρ’ ἡμᾶς ἀδέσποτον, ᾧ καὶ τὸ μεμπτὸν καὶ τὸ ἐναντίον παρακολουθεῖν πέφυκεν) —
また、一部の人々によって万物の絶対的支配者として導入されている宿命を[笑い飛ばす人よりも。 ](彼は他所で、あるものは必然によって、あるものは運命から、あるものは私たち自身によって生じると言っている。 なぜなら、必然は責任を問えず、運命は不安定に見え、私たち自身によるものは支配者を持たず、これにこそ非難もその反対も伴うのが自然だからである。
§134ἐπεὶ κρεῖττον ἦν τῷ περὶ θεῶν μύθῳ κατακολουθεῖν ἢ τῇ τῶν φυσικῶν εἱμαρμένῃ δουλεύειν·
) — なぜなら、自然学者たちの「宿命」に隷属するよりは、神々についての神話に従う方がましだったからである。
ὁ μὲν γὰρ ἐλπίδα παραιτήσεως ὑπογράφει θεῶν διὰ τιμῆς, ἣ δὲ ἀπαραίτητον ἔχει τὴν ἀνάγκην — τὴν δὲ τύχην οὔτε θεὸν ὡς οἱ πολλοὶ νομίζουσιν ὑπολαμβάνων — οὐθὲν γὰρ ἀτάκτως θεῷ πράττεται ἀβέβαιον οὔτε αἰτίαν — 〈οὐκ〉 οἴεται μὲν γὰρ ἀγαθὸν ἢ κακὸν ἐκ ταύτης πρὸς τὸ μακαρίως ζῆν ἀνθρώποις δίδοσθαι, ἀρχὰς μέντοι μεγάλων ἀγαθῶν ἢ κακῶν ὑπὸ ταύτης χορηγεῖσθαι —
なぜなら、前者は敬意を払うことによって神々をなだめる希望を描いてくれるが、後者は容赦のない必然性を持っているからである。 また運命を、多くの人々が信じているように神とみなすこともせず(なぜなら、神によって無秩序に行われることは何もないからである)、また不安定な原因ともみなさず、(なぜなら、彼はそれによって、至福に生きるための善や悪が人間に与えられるとは思っておらず、ただ偉大な善や悪の端緒がそれによって提供されると考えているからである。
§135κρεῖττον εἶναι νομίζων εὐλογίστως ἀτυχεῖν ἢ ἀλογίστως εὐτυχεῖν — βέλτιον γὰρ ἐν ταῖς πράξεσι τὸ καλῶς κριθὲν 〈μὴ ὀρθωθῆναι ἢ τὸ μὴ καλῶς κριθὲν〉 ὀρθωθῆναι διὰ ταύτην.
) — 理性を伴って不運である方が、理性を欠いて幸運であるよりも優れていると考えているからである。 なぜなら、行動において、正しく判断されたことが成功しない方が、正しく判断されなかったことが運命によって成功するよりも良いからである。
Ταῦτα οὖν καὶ τὰ τούτοις συγγενῆ μελέτα πρὸς σεαυτὸν ἡμέρας καὶ νυκτὸς πρός 〈τε〉 τὸν ὅμοιον σεαυτῷ, καὶ οὐδέποτε οὔθ’ ὕπαρ οὔτ’ ὄναρ διαταραχθήσῃ, ζήσῃ δὲ ὡς θεὸς ἐν ἀνθρώποις.
それゆえ、これらのこと、およびこれらに類することを、昼も夜も、自分自身に対して、また自分と同じような人に対して熟考しなさい。 そうすれば、目覚めているときも夢の中でも決して取り乱すことはなく、人間たちの中で神のように生きるだろう。
οὐθὲν γὰρ ἔοικε θνητῷ ζῴῳ ζῶν ἄνθρωπος ἐν ἀθανάτοις ἀγαθοῖς.
なぜなら、不滅の善の中に生きる人間は、死すべき動物には少しも似ていないからである。