§111ὃ γίνεται κατὰ μέρη τινὰ ἤτοι ἔξωθεν βιασαμένου τινὸς ῥεύματος ἢ τῆς θερμασίας ἐπιτηδείων πόρων ἐπιλαμβανομένης εἰς τὸ τοῦτο ἀπεργάσασθαι.
これは、外部から強引に入り込んできた何らかの流れ、あるいは熱が適当な通路を占めてこれを作り出すことによって、部分的に生じます。
Κομῆται ἀστέρες γίνονται ἤτοι πυρὸς ἐν τόποις τισὶ διὰ χρόνων τινῶν ἐν τοῖς μετεώροις συντρεφομένου περιστάσεως γινομένης, ἢ ἰδίαν τινὰ κίνησιν διὰ χρόνων τοῦ οὐρανοῦ ἴσχοντος ὑπὲρ ἡμᾶς, ὥστε τὰ τοιαῦτα ἄστρα ἀναφανῆναι (ἢ αὐτὰ ἐν χρόνοις τισὶν ὁρμῆσαι διά τινα περίστασιν καὶ εἰς τοὺς καθ’ ἡμᾶς τόπους ἐλθεῖν καὶ ἐκφανῆ γενέσθαι.
彗星は、上空の特定の場所において、一定の時間をかけて火が養われ、集まることによって生じるか、あるいは、私たちの上の天が、一定の時間ごとに独自の運動を行うことによって、その結果、このような星が現れるようになるか、あるいは、それら自体が、特定の時期にある種の状況によって動き出し、私たちの地域の場所へとやってきて、目に見えるようになることによって生じます。
τήν τε ἀφάνισιν τούτων γίνεσθαι παρὰ τὰς ἀντικειμένας ταύταις αἰτίας).
また、それらの消滅は、これらと反対の原因によって生じます。
§112〈Τῶν ἄστρων〉 τινὰ ἀναστρέφεται αὐτοῦ, ὃ συμβαίνει οὐ μόνον τῷ τὸ μέρος τοῦτο τοῦ κόσμου ἑστάναι, περὶ ὃ τὸ λοιπὸν στρέφεται, καθάπερ τινές φασιν, ἀλλὰ καὶ τῷ δίνην ἀέρος ἔγκυκλον αὐτοῖς περιεστάναι, ἢ κωλυτικὴ γίνεται τοῦ περιπολεῖν ὡς καὶ τὰ ἄλλα·
星たちのなかには、その場で回転するものがありますが、これは、一部の人が言うように、世界のこの部分が静止しており、その周囲を残りの部分が回転しているということによるだけでなく、それらの周囲を空気の円状の渦が取り囲んでいて、それが他の星のように巡回することを妨げていることによるか、あるいはまた、それらに適した燃料が(運行の)進路には存在せず、それらが位置しているのが観察されるまさにこの場所にあることによります。
ἢ καὶ διὰ τὸ ἑξῆς μὲν αὐτοῖς ὕλην ἐπιτηδείαν μὴ εἶναι, ἐν δὲ τούτῳ τῷ τόπῳ ἐν ᾧ κείμενα θεωρεῖται.
また、現象と一致する事柄を推論できるならば、他のさらに多くの方法によってもこれが達成されることは可能です。
καὶ κατ’ ἄλλους δὲ πλείονας τρόπους τοῦτο δυνατὸν συντελεῖσθαι, ἐάν τις δύνηται τὸ σύμφωνον τοῖς φαινομένοις συλλογίζεσθαι. §113Τινὰ τῶν ἄστρων πλανᾶσθαι, εἰ οὕτω ταῖς κινήσεσι χρώμενα συμβαίνει, τινὰ δὲ μὴ [κινεῖσθαι] ἐνδέχεται μὲν καὶ παρὰ τὸ κύκλῳ κινούμενα ἐξ ἀρχῆς οὕτω κατηναγκάσθαι, ὥστε τὰ μὲν κατὰ τὴν αὐτὴν δῖναν φέρεσθαι ὁμαλὴν οὖσαν, τὰ δὲ κατὰ τὴν ἅμα τισὶν ἀνωμαλίαις χρωμένην·
一部の星が惑い(惑星であり)、もし実際にそれらがそのような運動を行っているのなら、他方、一部の星は動かないということは、当初から円運動をしつつこのように強制されており、その結果、あるものは一様である同じ渦に従って運ばれ、他のものは不規則性を伴う渦に従って運ばれることによっても可能です。
ἐνδέχεται δὲ καὶ καθ’ οὓς τόπους φέρεται οὗ μὲν παρεκτάσεις ἀέρος εἶναι ὁμαλεῖς ἐπὶ τὸ αὐτὸ συνωθούσας κατὰ τὸ ἑξῆς ὁμαλῶς τε ἐκκαούσας, οὗ δὲ ἀνωμαλεῖς οὕτως ὥστε τὰς θεωρουμένας παραλλαγὰς συντελεῖσθαι.
また、それらが運ばれる場所において、あるところでは一方向に等しく押し出す大気の広がりが一様であり、順次一様に燃え上がらせており、別のところでは、観察されるような位置の変動が生じるほど不規則であることによっても可能です。
τὸ δὲ μίαν αἰτίαν τούτων ἀποδιδόναι, πλεοναχῶς τῶν φαινομένων ἐκκαλουμένων, μανικὸν καὶ οὐ καθηκόντως πραττόμενον ὑπὸ τῶν τὴν ματαίαν ἀστρολογίαν ἐζηλωκότων καὶ εἰς τὸ κενὸν αἰτίας τινῶν ἀποδιδόντων, ὅταν τὴν θείαν φύσιν μηθαμῇ λειτουργιῶν ἀπολύωσι.
しかし、現象が多様な原因を求めているにもかかわらず、これらのことに単一の原因を帰することは、狂気であり、虚しい占星術を熱心に信奉し、神的な本性をいかなる役務からも解放しようとしないときに、無益に何らかの原因を帰する人々によって、不適切になされる行為です。
§114Τινὰ ἄστρα ὑπολειπόμενά τινων θεωρεῖσθαι συμβαίνει καὶ παρὰ τὸ βραδύτερον συμπεριφέρεσθαι τὸν αὐτὸν κύκλον περιόντα, καὶ παρὰ τὸ τὴν ἐναντίαν κινεῖσθαι ἀντισπώμενα ὑπὸ τῆς αὐτῆς δίνης, καὶ παρὰ τὸ περιφέρεσθαι τὰ μὲν διὰ πλείονος τόπου, τὰ δὲ δι’ ἐλάττονος, τὴν αὐτὴν δῖναν περικυκλοῦντα.
一部の星が他の星から遅れて観察されるのは、それらが同じ軌道を巡りつつ、より遅く一緒に回転していることによるか、あるいは、反対方向に動きつつ、同じ渦によって逆向きに引っ張られていることによるか、あるいは、同じ渦を周回しつつ、あるものはより広い場所を、あるものはより狭い場所を回転していることによります。
τὸ δὲ ἀπλῶς ἀποφαίνεσθαι περὶ τούτων καθῆκόν ἐστι τοῖς τερατεύεσθαί τι πρὸς τοὺς πολλοὺς βουλομένοις.
しかし、これらのことについて断定的に語ることは、大衆に対して何か不可思議なことを誇示したいと望む人々にとってふさわしいことです。
Οἱ λεγόμενοι ἀστέρες ἐκπίπτειν (καὶ) παρὰ μέρος (καὶ παρὰ τρῖψιν† ἑαυτῶν) δύνανται συντελεῖσθαι (καὶ παρὰ ἔκπτωσιν οὗ ἂν ἡ ἐκπνευμάτωσις γένηται), καθάπερ καὶ ἐπὶ τῶν ἀστραπῶν ἐλέγομεν·
いわゆる流れ星は、部分的な摩擦(あるいはそれら自体の摩擦)によっても、また、気流の放出が生じる場所からの落下によっても形成され得ます。 ちょうど私たちが雷光について語ったのと同様です。
§115καὶ κατὰ σύνοδον δὲ ἀτόμων πυρὸς ἀποτελεστικῶν, συμφυλίας γενομένης εἰς τὸ τοῦτο τελέσαι, καὶ κατὰ κίνησιν οὗ ἂν ἡ ὁρμὴ ἐξ ἀρχῆς κατὰ τὴν σύνοδον γένηται·
また、これを作り出すための同類の集まりが生じることによる、火を形成する原子の合流によっても、また、合流の際に当初の運動が向かった方向への運動によっても[流れ星は]形成されます。
καὶ κατὰ πνευμάτων δὲ συλλογὴν ἐν πυκνώμασί τισιν [ἐν] ὀμιχλοειδέσι καὶ ἐκπύρωσιν τούτων διὰ τὴν κατείλησιν, εἶτ’ [ἐπ]ἔκρηξιν 〈ἐκ〉 τῶν περιεχόντων, καὶ ἐφ’ ὃν ἂν τόπον ἡ ὁρμὴ γένηται τῆς φορᾶς, εἰς τοῦτον φερομένων.
また、霧のような何らかの濃密な部分における風の集積、および閉じ込められることによるそれらの発火、次いで包囲しているものからの噴出、そしてその運行の勢いが向けられた場所へと運ばれることによっても形成されます。
καὶ ἄλλοι δὲ τρόποι εἰς τοῦτο τελέσαι ἀμύθητοί εἰσιν.
また、これを引き起こす他の方法は無数にあります。
Αἱ δ’ ἐπισημασίαι αἱ γινόμεναι ἐπί τισι ζῴοις κατὰ συγκύρημα γίνονται τοῦ καιροῦ.
他方、いくつかの動物において生じる前兆は、好機の偶然の重なりによって生じるものです。
οὐ γὰρ τὰ ζῷα ἀνάγκην τινὰ προσφέρεται τοῦ ἀποτελεσθῆναι χειμῶνα, οὐδὲ κάθηταὶ τις θεία φύσις παρατηροῦσα τὰς τῶν ζῴων τούτων ἐξόδους κἄπειτα τὰς ἐπισημασίας ταύτας ἐπιτελεῖ.
なぜなら、動物が冬をもたらすための何らかの必然性を課すわけでもなく、また、神的な本性がそれらの動物の外出を監視して、その後にこれらの前兆を完遂するために座しているわけでもないからです。
§116οὐδὲ γὰρ 〈ἂν〉 εἰς τὸ τυχὸν ζῷον κἂν μικρῷ χαριέστερον ᾖ, ἡ τοιαύτη μωρία ἐκπέσοι, μὴ ὅτι εἰς παντελῆ εὐδαιμονίαν κεκτημένον.
というのも、そのような愚行は、たとえわずかでも気の利いた、ありふれた動物にさえ帰せられないでしょう。 完全な幸福を所有している[神的な本性]においては言うまでもありません。
Ταῦτα δὴ πάντα, Πυθόκλεις, μηνμόνευσον·
ピュトクレスよ、これらのことすべてを本当に記憶にとどめなさい。
κατὰ πολύ τε γὰρ τοῦ μύθου ἐκβήσῃ καὶ τὰ ὁμογενῆ τούτοις συνορᾶν δυνήσῃ, μάλιστα δὲ σεαυτὸν ἀπόδος εἰς τὴν τῶν ἀρχῶν καὶ ἀπειρίας καὶ τῶν συγγενῶν τούτοις θεωρίαν, ἔτι τε κριτηρίων καὶ παθῶν, καὶ οὗ ἕνεκεν ταῦτα ἐκλογιζόμεθα.
そうすれば、神話から大いに抜け出すことができ、これらと同類のことを一瞥して理解できるようになるでしょう。 とりわけ、あなた自身を根本原理、無限、およびそれらに関連する事柄の探求へと捧げなさい。 さらには基準や感情、そして私たちがこれらのことを推論する目的へと。
ταῦτα γὰρ μάλιστα συνθεωρούμενα ῥᾳδίως τὰς περὶ τῶν κατὰ μέρος αἰτίας συνορᾶν ποιήσει.
なぜなら、これらが共に考察されるなら、部分的な原因を容易に理解できるようになるからです。
οἱ δὲ ταῦτα μὴ καταγαπήσαντες ᾖ μάλιστα οὔτε 〈ἂν〉 αὐτὰ ταῦτα καλῶς συνθεωρήσαιεν οὔτε οὗ ἕνεκεν δεῖ θεωρεῖν ταῦτα περιεποιήσαντο.
しかし、これらを最も愛さなかった人々は、これら自体を正しく共に考察することもできなければ、これらを考察すべき目的を手に入れることもできないでしょう。