§47οὐ μὴν οὐδ’ ἅμα κατὰ τοὺς διὰ λόγου θεωρητοὺς χρόνους αὐτὸ τὸ φερόμενον σῶμα ἐπὶ τοὺς πλείους τόπους ἀφικνεῖται — ἀδιανόητον γὰρ —, καὶ τοῦτο συναφικνούμενον ἐν αἰσθητῷ χρόνῳ ὅθεν δήποθεν τοῦ ἀπείρου οὐκ ἐξ οὗ ἂν περιλάβωμεν τὴν φορὰν τόπου ἔσται ἀφιστάμενον·
また、理性によってのみ把握される時間において、移動している物体そのものが同時に複数の場所に到達することはない――それは考えられないことだからである。 そして、感覚される時間において無限のどこからであれ同時に到達するこの物体は、私たちがその運動を把握し始めたその場所から出発したのではない。
ἀντικοπῇ γὰρ ὅμοιον ἔσται, κἂν μέχρι τοσούτου τὸ τάχος τῆς φορᾶς μὴ ἀντικοπὲν καταλίπωμεν.
なぜなら、たとえ私たちがその運動の速さを、何ものにも衝突せずに維持される限界まで仮定するとしても、そう考えることは衝突があるのと同様に運動を不可能にするものだからである。
χρήσιμον δὴ καὶ τοῦτο κατασχεῖν τὸ στοιχεῖον.
この基本原理をしっかりと保持しておくことは有益である。
εἶθ’ ὅτι τὰ εἴδωλα ταῖς λεπτότησιν ἀνυπερβλήτοις κέχρηται, οὐθὲν ἀντιμαρτυρεῖ τῶν φαινομένων·
次に、影像が比類なき細密さを持っているということは、現象するいかなる事象とも矛盾しない。
ὅθεν καὶ τάχη ἀνυπέρβλητα ἔχει, πάντα πόρον σύμμετρον ἔχοντα πρὸς τὸ ἀπείροις αὐτῶν μηθὲν ἀντικόπτειν ἢ ὀλίγα ἀντικόπτειν, πολλαῖς δὲ καὶ ἀπείροις εὐθὺς ἀντικόπτειν τι.
それゆえ、それらは比類なき速さも持っており、それらの無限の数に対して何ものも衝突しないか、あるいはごくわずかしか衝突しないように、すべての適した通路を持っているが、しかし多数の、あるいは無限の他のものに対しては即座にいくらか衝突することになる。
§48πρός τε τούτοις, ὅτι ἡ γένεσις τῶν εἰδώλων ἅμα νοήματι συμβαίνει.
これらに加えて、影像の生成は思考と同時に起こる。
καὶ γὰρ ῥεῦσις ἀπὸ τῶν σωμάτων τοῦ ἐπιπολῆς συνεχής, οὐκ ἐπίδηλος σημειώσει διὰ τὴν ἀνταναπλήρωσιν, σῴζουσα τὴν ἐπὶ τοῦ στερεμνίου θέσιν καὶ τάξιν τῶν ἀτόμων ἐπὶ πολὺν χρόνον, εἰ καὶ ἐνίοτε συγχεομένη ὑπάρχει, καὶ συστάσεις ἐν τῷ περιέχοντι ὀξεῖαι διὰ τὸ μὴ δεῖν κατὰ βάθος τὸ συμπλήρωμα γίνεσθαι, καὶ ἄλλοι δὲ τρόποι τινὲς γεννητικοὶ τῶν τοιούτων φύσεών εἰσιν.
なぜなら、物体の表面からの流出は絶え間なく行われており、それは補充されるがゆえに感覚的には現れないが、たとえ時には混乱が生じることがあるとしても、固い物体の上にあった原子の配置と順序を長い時間保ち続けるからである。 また、深部に至るまで補充が生じる必要がないために、周囲の空間において急速な結合が起こることもあり、またそのような本性を持つものを生み出す他のいくつかの方法もある。
οὐθὲν γὰρ τούτων ἀντιμαρτυρεῖ〈ται〉 ταῖς αἰσθήσεσιν, ἂν βλέπῃ τις, τίνα τρόπον τὰς ἐναργείας [ἵνα] καὶ τὰς συμπαθείας ἀπὸ τῶν ἔξωθεν πρὸς ἡμᾶς ἀνοίσει.
なぜなら、もし人が、外部からの明瞭な視覚像や相互作用がどのようにして私たちにもたらされるかを観察するならば、これらのことはいずれも感覚と矛盾しないからである。
§49Δεῖ δὲ καὶ νομίζειν ἐπεισιόντος τινὸς ἀπὸ τῶν ἔξωθεν τὰς μορφὰς ὁρᾶν ἡμᾶς καὶ διανοεῖσθαι·
また、外部から何か入り込んでくることによって、私たちは形状を見たり考えたりするのだと考えるべきである。
οὐ γὰρ ἂν ἐναποσφραγίσαιτο τὰ ἔξω τὴν ἑαυτῶν φύσιν τοῦ τε χρώματος καὶ τῆς μορφῆς διὰ τοῦ ἀέρος τοῦ μεταξὺ ἡμῶν τε κἀκείνων, οὐδὲ διὰ τῶν ἀκτίνων ἢ ὧν δήποτε ῥευμάτων ἀφ’ ἡμῶν πρὸς ἐκεῖνα παραγινομένων, οὕτως ὡς τύπων τινῶν ἐπεισιόντων ἡμῖν ἀπὸ τῶν πραγμάτων ὁμοχρόων τε καὶ ὁμοιομόρφων κατὰ τὸ ἐναρμόττον μέγεθος εἰς τὴν ὄψιν ἢ τὴν διάνοιαν, ὠκέως ταῖς φοραῖς χρωμένων,
なぜなら、外部の事物が、私たちの間にある空気を通じて、あるいは私たちからそれらに向けて送られる光線や何らかの流出物を通じて、自分自身の性質である色や形状を刻印することはできないからである。 それはむしろ、事物と同じ色と同じ形をしたある種の輪郭が、視覚や思考に適した大きさに従って、極めて速い運動を伴って事物から私たちの中へと入り込んでくることによるのである。
§50εἶτα διὰ ταύτην τὴν αἰτίαν τοῦ ἑνὸς καὶ συνεχοῦς τὴν φαντασίαν ἀποδιδόντων καὶ τὴν συμπάθειαν ἀπὸ τοῦ ὑποκειμένου σῳζόντων κατὰ τὸν ἐκεῖθεν σύμμετρον ἐπερεισμὸν ἐκ τῆς κατὰ βάθος ἐν τῷ στερεμνίῳ τῶν ἀτόμων πάλσεως.
そして、このような理由から、それらは単一で連続したものとしての表象を与え、固い物体の深部における原子の振動から生じるそこからの適度な推進力に従って、対象からの相互作用を保存するのである。
καὶ ἣν ἂν λάβωμεν φαντασίαν ἐπιβλητικῶς τῇ διανοίᾳ ἢ τοῖς αἰσθητηρίοις εἴτε μορφῆς εἴτε συμβεβηκότων, μορφή ἐστιν αὕτη τοῦ στερεμνίου, γινομένη κατὰ τὸ ἑξῆς πύκνωμα ἢ ἐγκατάλειμμα τοῦ εἰδώλου·
そして、私たちが思考や感覚器官によって直接的な把握として得る、形状であれ付帯属性であれ、いかなる表象も、それは固い物体の形状なのであり、それは影像が順次に凝縮したもの、あるいは残されたものに基づいて生じるのである。
τὸ δὲ ψεῦδος καὶ τὸ διημαρτημένον ἐν τῷ προσδοξαζομένῳ ἀεί ἐστιν.
しかし、偽りや誤りは常に、付け加わる思い込みの中にある。
(. . . ἐπιμαρτυρηθήσεσθαι ἢ μὴ ἀντιμαρτυρηθήσεσθαι, εἶτ’ οὐκ ἐπιμαρτυρουμένου 〈ἢ ἀντιμαρτυρουμένου〉 κατά τινα κίνησιν ἐν ἡμῖν αὐτοῖς συνημμένην τῇ φανταστικῇ ἐπιβολῇ, διάληψιν δὲ ἔχουσαν, καθ’ ἣν τὸ ψεῦδος γίνεται.
(……裏付けられるか反証されないことであり、その後、もし裏付けられないか反証されるならば、表象の直接的把握に結びついているが、それとは異なる区別を持つ、私たち自身の内部にある何らかの運動に従って、偽りが生じる。
) §51ἥ τε γὰρ ὁμοιότης τῶν φαντασμῶν οἱονεὶ ἐν εἰκόνι λαμβανομένων ἢ καθ’ ὕπνους γινομένων ἢ κατ’ ἄλλας τινὰς ἐπιβολὰς τῆς διανοίας ἢ τῶν λοιπῶν κριτηρίων οὐκ ἄν ποτε ὑπῆρχε τοῖς οὖσί τε καὶ ἀληθέσι προσαγορευομένοις, εἰ μὴ ἦν τινα καὶ ταῦτα πρὸς ἃ βάλλομεν·
)なぜなら、絵画において、あるいは夢の中で、あるいは思考やその他の判定基準の何らかの直接的把握によって得られる表象の類似性は、もし私たちが注意を向けているような対象が実際に存在しないのであれば、存在するものや真と呼ばれるものに対して決して存在しなかったであろうからである。
τὸ δὲ διημαρτημένον οὐκ ἂν ὑπῆρχεν, εἰ μὴ ἐλαμβάνομεν καὶ ἄλλην τινὰ κίνησιν ἐν ἡμῖν αὐτοῖς συνημμένην μὲν 〈τῇ φανταστικῇ ἐπιβολῇ〉, διάληψιν δὲ ἔχουσαν·
しかし、もし私たちが、表象の把握に結びついているものの、それとは異なる区別を持つ、私たちが自身の内部に持つ他の何らかの運動を受け入れていないのであれば、誤りというものは存在しなかったであろう。
κατὰ δὲ ταύτην [τὴν συνημμένην τῇ φανταστικῇ ἐπιβολῇ, διάληψιν δὲ ἔχουσαν], ἐὰν μὲν μὴ ἐπιμαρτυρηθῇ ἢ ἀντιμαρτυρηθῇ, τὸ ψεῦδος γίνεται· ἐὰν δὲ ἐπιμαρτυρηθῇ ἢ μὴ ἀντιμαρτυρηθῇ, τὸ ἀληθές.
そして、この運動に従って、もし裏付けが得られないか、あるいは反証されるならば、偽りが生じ、もし裏付けが得られるか、あるいは反証されないならば、真理が生じるのである。