§41ταῦτα δέ ἐστιν ἄτομα καὶ ἀμετάβλητα, εἴπερ μὴ μέλλει πάντα εἰς τὸ μὴ ὂν φθαρήσεσθαι, ἀλλ’ ἰσχύοντα ὑπομενεῖν ἐν ταῖς διαλύσεσι τῶν συγκρίσεων πλήρη τὴν φύσιν ὄντα καὶ οὐκ ἔχοντα ὅπῃ ἢ ὅπως διαλυθήσεται.
これら(複合体の基本要素)は、すべてが非存在へと消滅してしまわないならば、不可分であり不変でなければならず、むしろ、複合体が分解される際にも、その本性において充実しており、いかなる場所も方法も分解される余地を持たないがゆえに、存続する力を持つのである。
ὥστε τὰς ἀρχὰς ἀτόμους ἀναγκαῖον εἶναι σωμάτων φύσεις.
それゆえ、諸原理は物体の不可分な本性であることが不可避である。
Ἀλλὰ μὴν καὶ τὸ πᾶν ἄπειρόν ἐστι.
さらに、全体は無限である。
τὸ γὰρ πεπερασμένον ἄκρον ἔχει·
なぜなら、有限なものは端を持つ。
τὸ δὲ ἄκρον παρ’ ἕτερόν τι θεωρεῖται·
そして、端というものは何か他のものとの対比において観察される。
ὥστε οὐκ ἔχον ἄκρον πέρας οὐκ ἔχει πέρας δὲ οὐκ ἔχον ἄπειρον ἂν εἴη καὶ οὐ πεπερασμένον.
それゆえ、全体は端を持たないがゆえに限界を持たず、限界を持たないがゆえに、無限であり有限ではないであろう。
Καὶ μὴν καὶ τῷ πλήθει τῶν σωμάτων ἄπειρόν ἐστι τὸ πᾶν καὶ τῷ μεγέθει τοῦ κενοῦ.
さらに、全体は、物体の多さ(数)においても、空虚の大きさ(広がり)においても、無限である。
§42εἴ τε γὰρ ἦν τὸ κενὸν ἄπειρον, τὰ δὲ σώματα ὡρισμένα, οὐθαμοῦ ἂν ἔμενε τὰ σώματα, ἀλλ’ ἐφέρετο κατὰ τὸ ἄπειρον κενὸν διεσπαρμένα, οὐκ ἔχοντα τὰ ὑπερείδοντα καὶ στέλλοντα κατὰ τὰς ἀνακοπάς·
なぜなら、もし空虚が無限で、物体が有限であったなら、物体はいかなる場所にも留まることなく、無限の空虚の中を、衝突の際に支えとなったり押し戻したりするものを持たないがゆえに、散り散りになって運ばれていったであろうからである。
εἴ τε τὸ κενὸν ἦν ὡρισμένον, οὐκ ἂν εἶχε τὰ ἄπειρα σώματα ὅπου ἐνέστη.
また他方で、もし空虚が有限であったなら、無限の物体は留まるべき場所を持たなかったであろう。
Πρός τε τούτοις τὰ ἄτομα τῶν σωμάτων καὶ μεστά, ἐξ ὧν καὶ αἱ συγκρίσεις γίνονται καὶ εἰς ἃ διαλύονται, ἀπερίληπτά ἐστι ταῖς διαφοραῖς τῶν σχημάτων·
これらに加えて、複合体がそこから生じ、またそれへと分解される、物体のうちの不可分で中身の詰まったもの(原子)は、その形状の多様性において計り知れない。
οὐ γὰρ δυνατὸν γενέσθαι τὰς τοσαύτας διαφορὰς ἐκ τῶν αὐτῶν σχημάτων περιειλημμένων.
なぜなら、限られた形状から、これほど多くの違いが生じることは不可能だからである。
Καὶ καθ’ ἑκάστην δὲ σχημάτισιν ἁπλῶς ἄπειροί εἰσιν αἱ ὅμοιαι, ταῖς δὲ διαφοραῖς οὐχ ἁπλῶς ἄπειροι ἀλλὰ μόνον ἀπερίληπτοι, (οὐδὲ γάρ φησιν ἐνδοτέρω εἰς ἄπειρον τὴν τομὴν τυγχάνειν.
そして、個々の形状においては、同一の形状を持つものは単純に無限であるが、形状の多様性そのものは単純に無限なのではなく、ただ計り知れない(というのも、彼は後に、分割が無限に進むことはない、と言っているからである。
§43λέγει δέ, ἐπειδὴ αἱ ποιότητες μεταβάλλονται), εἰ μέλλει τις μὴ καὶ τοῖς μεγέθεσιν ἁπλῶς εἰς ἄπειρον αὐτὰς ἐκβάλλειν.
[彼がそう言うのは]性質が変化するからである)――もし人がそれらの大きさを単純に無限にまで拡大しようとしないのであれば。
Κινοῦνταί τε συνεχῶς αἱ ἄτομοι (φησὶ δὲ ἐνδοτέρω καὶ ἰσοταχῶς αὐτὰς κινεῖσθαι τοῦ κενοῦ τὴν εἶξιν ὁμοίαν παρεχομένου καὶ τῇ κουφοτάτῃ καὶ τῇ βαρυτάτῃ) τὸν αἰῶνα, καὶ αἱ μὲν εἰς μακρὰν ἀπ’ ἀλλήλων διιστάμεναι, αἱ δὲ αὐτοῦ τὸν παλμὸν ἴσχουσαι, ὅταν τύχωσι τῇ περιπλοκῇ κεκλειμέναι ἢ στεγαζόμεναι παρὰ τῶν πλεκτικῶν.
また、アトムは永遠に絶えず運動しており(なお彼は後で、空虚が最も軽いものに対しても最も重いものに対しても同様の抵抗のなさを示すので、アトムは等速で運動すると言っている)、あるものは互いに遠く離れ去り、他のものは、絡み合いによって閉じ込められたり、絡み合いやすいものたちによって囲い込まれたりしたときに、その場所で振動を維持している。
§44ἥ τε γὰρ τοῦ κενοῦ φύσις ἡ διορίζουσα ἑκάστην αὐτὴν τοῦτο παρασκευάζει, τὴν ὑπέρεισιν οὐχ οἵα τε οὖσα ποιεῖσθαι·
なぜなら、個々のアトムを隔てている空虚の本性がこれをもたらすのであり、それは支えを与えることができないからである。
ἥ τε στερεότης ἡ ὑπάρχουσα αὐταῖς κατὰ τὴν σύγκρουσιν τὸν ἀποπαλμὸν ποιεῖ, ἐφ’ ὁπόσον ἂν ἡ περιπλοκὴ τὴν ἀποκατάστασιν ἐκ τῆς συγκρούσεως διδῷ ἀρχὴ δὲ τούτων οὐκ ἔστιν, ἀϊδίων τῶν ἀτόμων οὐσῶν καὶ τοῦ κενοῦ.
また、アトムに備わっている固さが、衝突の際に反発を引き起こす。 それは、絡み合いが衝突からの回復(反発)を許す限りにおいてである。 そして、これらの運動には始まりがない。 アトムも空虚も永遠であるからである。
(φησὶ δ’ ἐνδοτέρω μηδὲ ποιότητά τινα περὶ τὰς ἀτόμους εἶναι πλὴν σχήματος καὶ μεγέθους καὶ βάρους·
(なお彼は後で、アトムには形状と大きさと重さ以外にいかなる性質もないと言っている。
τὸ δὲ χρῶμα παρὰ τὴν θέσιν τῶν ἀτόμων ἀλλάττεσθαι ἐν ταῖς Δώδεκα στοιχειώσεσί φησι.
また『十二の基本要素』においては、色はアトムの配置によって変化すると言っている。
πᾶν τε μέγεθος μὴ εἶναι περὶ αὐτάς·
また、あらゆる大きさがアトムに備わっているわけではないと言っている。
οὐδέποτε γοῦν ἄτομος ὤφθη αἰσθήσει. )
いかなるアトムも感覚によって観察されたことはないからである。
§45Ἡ τοσαύτη δὴ φωνὴ τούτων πάντων μνημονευομένων τὸν ἱκανὸν τύπον ὑποβάλλει 〈ταῖς περὶ〉 τῆς τῶν ὄντων φύσεως ἐπινοίαις.
)これらすべてのことが記憶に留められるならば、このような短い言葉が、存在するものの本性についての思索に十分な輪郭を与える。
Ἀλλὰ μὴν καὶ κόσμοι ἄπειροί εἰσιν, οἵ θ’ ὅμοιοι τούτῳ καὶ ἀνόμοιοι.
さらに、世界も無限に存在し、それらはこの世界に似たものもあれば、似ていないものもある。
αἵ τε γὰρ ἄτομοι ἄπειροι οὖσαι, ὡς ἄρτι ἀπεδείχθη, φέρονται καὶ πορρωτάτω.
なぜなら、今や証明されたようにアトムは無限であり、極めて遠くまで運ばれるからである。
οὐ γὰρ κατανήλωνται αἱ τοιαῦται ἄτομοι, ἐξ ὧν ἂν γένοιτο κόσμος ἢ ὑφ’ ὧν ἂν ποιηθείη, οὔτ’ εἰς ἕνα οὔτ’ εἰς πεπερασμένους, οὔθ’ ὅσοι τοιοῦτοι οὔθ’ ὅσοι διάφοροι τούτοις.
世界がそこから生じ、あるいはそれによって作られるようなアトムは、単一の世界に対しても、有限な数の世界に対しても、それらがこの世界と同じようなものであれ異なるものであれ、使い尽くされることがないからである。
ὥστε οὐδὲν τὸ ἐμποδοστατῆσόν ἐστι πρὸς τὴν ἀπειρίαν τῶν κόσμων.
それゆえ、世界の無限性を妨げるものは何もない。
§46Καὶ μὴν καὶ τύποι ὁμοιοσχήμονες τοῖς στερεμνίοις εἰσί, λεπτότησιν ἀπέχοντες μακρὰν τῶν φαινομένων.
さらに、固い物体と相似の形状を持つ輪郭(像)が存在し、それらは目に見えるものたちからその細密さにおいて遙かに隔たっている。
οὔτε γὰρ συστάσεις ἀδυνατοῦσιν ἐν τῷ περιέχοντι γίνεσθαι τοιαῦται οὔτ’ ἐπιτηδειότητες πρὸς κατεργασίας τῶν κοιλωμάτων καὶ λεπτο τήτων [γίνεσθαι], οὔτε ἀπόρροιαι τὴν ἑξῆς θέσιν καὶ βάσιν διατηροῦσαι, ἥνπερ καὶ ἐν τοῖς στερεμνίοις εἶχον·
なぜなら、周囲の空間において、そのような構成物が形成されることが不可能ではないし、凹凸や細密な部分を形成するための好都合な条件が生じることも不可能ではないし、固い物体において持っていたのと同様の順序と配置を維持する流出物が存在することも不可能ではないからである。
τούτους δὲ τοὺς τύπους εἴδωλα προσαγορεύομεν.
我々はこれらの輪郭を影像と呼ぶ。
καὶ μὴν καὶ ἡ διὰ τοῦ κενοῦ φορὰ κατὰ μηδεμίαν ἀπάντησιν τῶν ἀντικοψάντων γινομένη πᾶν μῆκος περιληπτὸν ἐν ἀπερινοήτῳ χρόνῳ συντελεῖ.
さらに、空虚を貫く運動は、衝突して押し戻すものに出会わなければ、把握可能なあらゆる距離を、思いも及ばないほど短い時間で完了する。
βράδους γὰρ καὶ τάχους ἀντικοπὴ καὶ οὐκ ἀντικοπὴ ὁμοίωμα λαμβάνει.
なぜなら、遅さと速さは、衝突があるかないかということの類似物として捉えられるからである。