§41ταῦτα δέ ἐστιν ἄτομα καὶ ἀμετάβλητα, εἴπερ μὴ μέλλει πάντα εἰς τὸ μὴ ὂν φθαρήσεσθαι, ἀλλ’ ἰσχύοντα ὑπομενεῖν ἐν ταῖς διαλύσεσι τῶν συγκρίσεων πλήρη τὴν φύσιν ὄντα καὶ οὐκ ἔχοντα ὅπῃ ἢ ὅπως διαλυθήσεται.
如果一切事物不至于毁灭入非存在,那么这些(基本要素)必须是不可分割且不可改变的,而且,在复合体分解时,它们凭借自身本性的充实(无空隙)而具有存续的力量,并且没有可以被分解的场所或方式。
ὥστε τὰς ἀρχὰς ἀτόμους ἀναγκαῖον εἶναι σωμάτων φύσεις.
因此,诸原理必须是物体的不可分割的本性。
Ἀλλὰ μὴν καὶ τὸ πᾶν ἄπειρόν ἐστι.
再者,整体是无限的。
τὸ γὰρ πεπερασμένον ἄκρον ἔχει· τὸ δὲ ἄκρον παρ’ ἕτερόν τι θεωρεῖται·
因为有限之物有其边缘,而边缘是相对于其他事物而被观察到的。
ὥστε οὐκ ἔχον ἄκρον πέρας οὐκ ἔχει πέρας δὲ οὐκ ἔχον ἄπειρον ἂν εἴη καὶ οὐ πεπερασμένον.
因此,整体没有边缘,便没有极限;既然没有极限,它就是无限的而非有限的。
Καὶ μὴν καὶ τῷ πλήθει τῶν σωμάτων ἄπειρόν ἐστι τὸ πᾶν καὶ τῷ μεγέθει τοῦ κενοῦ.
此外,无论是在物体的数量上,还是在虚空的广度上,整体都是无限的。
§42εἴ τε γὰρ ἦν τὸ κενὸν ἄπειρον, τὰ δὲ σώματα ὡρισμένα, οὐθαμοῦ ἂν ἔμενε τὰ σώματα, ἀλλ’ ἐφέρετο κατὰ τὸ ἄπειρον κενὸν διεσπαρμένα, οὐκ ἔχοντα τὰ ὑπερείδοντα καὶ στέλλοντα κατὰ τὰς ἀνακοπάς·
因为,如果虚空是无限的而物体是有限的,物体就无法停留在任何地方,而是会散落地在无限的虚空中飘移,因为在碰撞时没有东西能支撑和阻挡它们。
εἴ τε τὸ κενὸν ἦν ὡρισμένον, οὐκ ἂν εἶχε τὰ ἄπειρα σώματα ὅπου ἐνέστη.
而如果虚空是有限的,无限的物体就没有立足之地。
Πρός τε τούτοις τὰ ἄτομα τῶν σωμάτων καὶ μεστά, ἐξ ὧν καὶ αἱ συγκρίσεις γίνονται καὶ εἰς ἃ διαλύονται, ἀπερίληπτά ἐστι ταῖς διαφοραῖς τῶν σχημάτων·
此外,构成复合体并供其分解出来的不可分割且充实的物体(原子),其形状的差异是不可穷尽的。
οὐ γὰρ δυνατὸν γενέσθαι τὰς τοσαύτας διαφορὰς ἐκ τῶν αὐτῶν σχημάτων περιειλημμένων.
因为如果形状的数量是有限的,就不可能产生如此多的差异。
Καὶ καθ’ ἑκάστην δὲ σχημάτισιν ἁπλῶς ἄπειροί εἰσιν αἱ ὅμοιαι, ταῖς δὲ διαφοραῖς οὐχ ἁπλῶς ἄπειροι ἀλλὰ μόνον ἀπερίληπτοι, (οὐδὲ γάρ φησιν ἐνδοτέρω εἰς ἄπειρον τὴν τομὴν τυγχάνειν. §43λέγει δέ, ἐπειδὴ αἱ ποιότητες μεταβάλλονται), εἰ μέλλει τις μὴ καὶ τοῖς μεγέθεσιν ἁπλῶς εἰς ἄπειρον αὐτὰς ἐκβάλλειν.
在每一种形状中,相同的原子在数量上是绝对无限的,但在形状的差异上,它们并不是绝对无限的,而只是不可穷尽的(因为他在后文中说,分割不会无限进行,他这样说是因为性质会发生变化),只要人们不把它们的大小也绝对地推向无限。
Κινοῦνταί τε συνεχῶς αἱ ἄτομοι (φησὶ δὲ ἐνδοτέρω καὶ ἰσοταχῶς αὐτὰς κινεῖσθαι τοῦ κενοῦ τὴν εἶξιν ὁμοίαν παρεχομένου καὶ τῇ κουφοτάτῃ καὶ τῇ βαρυτάτῃ) τὸν αἰῶνα, καὶ αἱ μὲν εἰς μακρὰν ἀπ’ ἀλλήλων διιστάμεναι, αἱ δὲ αὐτοῦ τὸν παλμὸν ἴσχουσαι, ὅταν τύχωσι τῇ περιπλοκῇ κεκλειμέναι ἢ στεγαζόμεναι παρὰ τῶν πλεκτικῶν.
而且,原子在整个永恒中都在不断运动(他在后文中还说,原子是以等速运动的,因为虚空对最轻的和最重的原子都提供相同的让步),其中一些原子彼此相距很远,而另一些原子则在原地保持震动,只要它们因交织而受困,或者被具有纠缠性的原子所遮蔽。
§44ἥ τε γὰρ τοῦ κενοῦ φύσις ἡ διορίζουσα ἑκάστην αὐτὴν τοῦτο παρασκευάζει, τὴν ὑπέρεισιν οὐχ οἵα τε οὖσα ποιεῖσθαι· ἥ τε στερεότης ἡ ὑπάρχουσα αὐταῖς κατὰ τὴν σύγκρουσιν τὸν ἀποπαλμὸν ποιεῖ, ἐφ’ ὁπόσον ἂν ἡ περιπλοκὴ τὴν ἀποκατάστασιν ἐκ τῆς συγκρούσεως διδῷ ἀρχὴ δὲ τούτων οὐκ ἔστιν, ἀϊδίων τῶν ἀτόμων οὐσῶν καὶ τοῦ κενοῦ.
因为隔开每个原子的虚空本性促成了这一点,因为它无法提供支撑;而原子自身具有的坚固性在碰撞时产生反弹,其范围取决于交织允许它们从碰撞中恢复。 这些运动是没有起点的,因为原子和虚空都是永恒的。
(φησὶ δ’ ἐνδοτέρω μηδὲ ποιότητά τινα περὶ τὰς ἀτόμους εἶναι πλὴν σχήματος καὶ μεγέθους καὶ βάρους· τὸ δὲ χρῶμα παρὰ τὴν θέσιν τῶν ἀτόμων ἀλλάττεσθαι ἐν ταῖς Δώδεκα στοιχειώσεσί φησι. πᾶν τε μέγεθος μὴ εἶναι περὶ αὐτάς· οὐδέποτε γοῦν ἄτομος ὤφθη αἰσθήσει.
(他在后文中还说,除了形状、大小和重量之外,原子不具有任何其他性质;他在《十二元素》中说,颜色是根据原子的排列而改变的;并且并不是所有的大小都存在于原子中;至少,任何原子都从未被感觉所观测到。
) §45Ἡ τοσαύτη δὴ φωνὴ τούτων πάντων μνημονευομένων τὸν ἱκανὸν τύπον ὑποβάλλει 〈ταῖς περὶ〉 τῆς τῶν ὄντων φύσεως ἐπινοίαις.
)如果记住所有这些,这么短的言词就能为关于存在者本性的思索提供一个充分的轮廓。
Ἀλλὰ μὴν καὶ κόσμοι ἄπειροί εἰσιν, οἵ θ’ ὅμοιοι τούτῳ καὶ ἀνόμοιοι.
此外,世界也是无限的,既有与这个世界相似的,也有不相似的。
αἵ τε γὰρ ἄτομοι ἄπειροι οὖσαι, ὡς ἄρτι ἀπεδείχθη, φέρονται καὶ πορρωτάτω.
因为正如刚才所证明的那样,原子是无限的,它们会被运送到极远的地方。
οὐ γὰρ κατανήλωνται αἱ τοιαῦται ἄτομοι, ἐξ ὧν ἂν γένοιτο κόσμος ἢ ὑφ’ ὧν ἂν ποιηθείη, οὔτ’ εἰς ἕνα οὔτ’ εἰς πεπερασμένους, οὔθ’ ὅσοι τοιοῦτοι οὔθ’ ὅσοι διάφοροι τούτοις.
因为可以产生世界或由其构成世界的这类原子,既不会消耗在一个世界上,也不会消耗在有限的世界中,无论这些世界是与此相同还是与此不同。
ὥστε οὐδὲν τὸ ἐμποδοστατῆσόν ἐστι πρὸς τὴν ἀπειρίαν τῶν κόσμων.
因此,没有任何东西能阻碍世界的无限性。
§46Καὶ μὴν καὶ τύποι ὁμοιοσχήμονες τοῖς στερεμνίοις εἰσί, λεπτότησιν ἀπέχοντες μακρὰν τῶν φαινομένων.
此外,存在着与坚固物体形状相似的轮廓,在细密程度上远远超过显现之物。
οὔτε γὰρ συστάσεις ἀδυνατοῦσιν ἐν τῷ περιέχοντι γίνεσθαι τοιαῦται οὔτ’ ἐπιτηδειότητες πρὸς κατεργασίας τῶν κοιλωμάτων καὶ λεπτο τήτων [γίνεσθαι], οὔτε ἀπόρροιαι τὴν ἑξῆς θέσιν καὶ βάσιν διατηροῦσαι, ἥνπερ καὶ ἐν τοῖς στερεμνίοις εἶχον· τούτους δὲ τοὺς τύπους εἴδωλα προσαγορεύομεν.
因为在周围的空间中,这类结合并非不可能产生,形成凹陷和细密部分的合适条件也并非不可能,保持在坚固物体中原有的顺序和位置的流溢物也并非不可能存在;我们称这些轮廓为影像。
καὶ μὴν καὶ ἡ διὰ τοῦ κενοῦ φορὰ κατὰ μηδεμίαν ἀπάντησιν τῶν ἀντικοψάντων γινομένη πᾶν μῆκος περιληπτὸν ἐν ἀπερινοήτῳ χρόνῳ συντελεῖ.
此外,在虚空中的运动,只要没有遇到任何阻碍物的阻挡,就会在难以想象的时间内完成任何可以理解的距离。
βράδους γὰρ καὶ τάχους ἀντικοπὴ καὶ οὐκ ἀντικοπὴ ὁμοίωμα λαμβάνει.
因为慢速与快速的受阻与不受阻,呈现出一种类比关系。