§1.1ΚΑΙ ἦν ἀνὴρ οἰκῶν ἐν Βαβυλῶνι, καὶ ὄνομα αὐτῷ Ἰωακείμ.
バビロンに住む一人の男がおり、その名をヨアキムといった。
§1.2καὶ ἔλαβε γυναῖκα ᾖ ὄνομα Σουσάννα, θυγάτηρ Χελκίου, καλὴ σφόδρα καὶ φοβουμένη τὸν κύριον·
彼はスザンナという名の妻を迎えた。 彼女はヘルキアスの娘で、非常に美しく、主を畏れる者であった。
§1.3καὶ οἱ γονεῖς αὐτῆς δίκαιοι, καὶ ἐδίδαξαν τὴν θυγατέρα αὐτῶν κατὰ τὸν νόμον Μωυσῆ.
彼女の両親は義人であり、娘をモーセの律法に従って教育した。
§1.4καὶ ἦν Ἰωακεὶμ πλούσιος σφόδρα, καὶ ἦν αὐτῷ παράδεισος γειτνιῶν τῷ οἴκῳ αὐτοῦ·
ヨアキムは非常に富んでおり、彼の家の隣には庭園があった。
καὶ πρὸς αὐτὸν προσήγοντο οἱ Ἰουδαῖοι διὰ τὸ εἶναι αὐτὸν ἐνδοξότερον πάντων.
ユダヤ人たちは彼のもとに集まった。 なぜなら彼はすべての者の中で最も尊ばれていたからである。
§1.5Καὶ ἀπεδείχθησαν δύο πρεσβύτεροι ἐκ τοῦ λαοῦ κριταὶ ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ, περὶ ὧν ἐλάλησεν ὁ δεσπότης ὅτι ἐξῆλθεν ἀνομία ἐκ Βαβυλῶνος ἐκ πρεσβυτέρων κριτῶν οἱ ἐδόκουν κυβερνῶν τὸν λαόν.
その年、民の中から二人の長老が裁判官に任命された。 彼らについて、主は「不法がバビロンから、民を治めていると思われていた長老たる裁判官たちから出た」と言われた。
§1.6καὶ ἤρχοντο κρίσεις ἐξ ἄλλων πόλεων πρὸς αὐτοὺς.
そして、他の町々からも裁判を求めて人々が彼らのところに来た。
§1.7οὗτοι ἰδόντες γυναῖκα ἀστείαν τῷ εἴδει, γυναῖκα ἀδελφοῦ αὐτῶν ἐκ τῶν υἱῶν Ἰσραήλ, ὄνομα Σουσάνναν, θυγατέρα Χελκίου, γυναῖκα Ἰωακείμ, περιπατοῦσαν ἐν τῷ παραδείσῳ τοῦ ἀνδρὸς αὐτῆς τὸ δειλινὸν §1.8καὶ ἐπιθυμήσαντες αὐτῆς, §1.9διέστρεψαν τὸν νοῦν αὐτῶν καὶ ἐξέκλιναν τοὺς ὀφθαλμοὺς αὐτῶν τοῦ μὴ βλέπειν εἰς τὸν οὐρανὸν μηδέ μνημονεύειν κριμάτων δικαίων.
この二人の長老は、姿の美しい女、すなわちイスラエルの子らのうち自分たちの兄弟の妻であり、ヘルキアスの娘、ヨアキムの妻であるスザンナという名の女が、夕方に夫の庭園を散歩しているのを見て、彼女に欲情し、心を歪め、天を見上げず、正しい裁きを思い起こさないように、その目をそらした。
§1.10καὶ ἀμφότεροι ἦσαν κατανενυγμένοι περὶ αὐτῆς, καὶ ἕτερος τῷ ἑτέρῳ οὐ προσεποιεῖτο τὸ κακὸν τὸ ἔχον αὐτοὺς περὶ αὐτῆς, οὐδέ ἡ γυνὴ ἔγνω τὸ πρᾶγμα τοῦτο.
二人とも彼女への思いに胸を焦がしていたが、お互いに、自分たちが彼女に対して抱いている情欲の苦しみを打ち明けようとはしなかった。 また、その女性もこのことを知らなかった。
§1.12καὶ ὡς ἐγίνετο ὄρθρος, ἐρχόμενοι ἔκλεπτον ἀλλήλους σπεύδοντες, τίς φανήσεται αὐτῇ πρότερος καὶ λαλήσει πρὸς αὐτήν.
夜が明けると、彼らは急いでやってきて、どちらが先に彼女の前に現れて話しかけることができるかを競い、お互いの出方を探り合っていた。
§1.13καὶ ἰδοὺ αὕτη κατὰ τὸ εἰωθὸς περιεπάτει, καὶ ὁ εἶς τῶν πρεσβυτέρων ἐληλύθει, καὶ ἰδοὺ ὁ ἕτερος παρεγένετο, καὶ εἶς τὸν ἕτερον ἀνέκρινε λέγων Τί σὺ οὕτως ὄρθρου ἐξῆλθες οὐ παραλαβὼν με;
見よ、彼女はいつものように散歩しており、長老の一人がやってきた。 すると見よ、もう一人の長老も現れ、一方が他方を問い詰めて言った。 「なぜお前は私を連れずに、こんなに朝早く出かけてきたのか。
§1.14καὶ ἐξωμολογήσαντο πρὸς ἀλλήλους ἑκάτερος τὴν ὀδύνην αὐτοῦ.
」そして彼らは互いに、それぞれが抱く情欲の苦しみを告白し合った。
§1.19καὶ εἶπεν εἶς τῷ ἑτέρῳ Πορευθῶμεν πρὸς αὐτὴν·
そして一人が他方に言った。 「彼女のところへ行こう。
καὶ συνθέμενοι προσήλθοσαν αὐτῇ καὶ ἐξεβιάζοντο αὐτήν.
」彼らは合意して彼女に近づき、力ずくで迫った。
§1.22καὶ εἶπεν αὐτοῖς ἡ Ἰουδαία Οἶδα ὅτι ἐὰν πράξω τοῦτο θάνατός μοί ἐστι, καὶ ἐὰν μὴ πράξω οὐκ ἐκφεύξομ τὰς χεῖρας ὑμῶν·
そのユダヤの女は彼らに言った。 「もし私がこれを行えば、私には死が待っています。 しかし、もし行わなくても、あなたがたの手から逃れることはできません。
§1.23κάλλιον δέ με μὴ πράξασαν ἐμπεσεῖν εἰς τὰς χεῖρας ὑμῶν ἤ ἁμαρτεῖν ἐνώπιον Κυρίου.
これを行わずにあなたがたの手に落ちる方が、主の前に罪を犯すよりも私にとっては勝っています。
§1.28οἱ δὲ παράνομοι ἄνδρες ἀπέστρεψαν ἀπειλοῦντες ἐν ἑαυτοῖς καὶ ἐνεδρεύοντες ἵνα θανατώσουσιν αὐτὴν·
」不法な男たちは、心の中で彼女を殺そうと脅し、罠をかけながら立ち去った。
καὶ ἐλθόντες ἐπὶ τὴν συναγωγὴν τῆς πόλεως οὖ παρῴκουσαν, καὶ συνήδρευσαν οἱ ὄντες ἐκεῖ πάντες οἱ υἱοὶ Ἰσραήλ·
そして、彼らが住んでいた町の会堂に行き、そこにいたイスラエルの子ら全員が集会を開いた。
§1.29καὶ ἀναστάντες οἱ δύο πρεσβύτεροι καὶ κριταὶ εἶπαν Ἀποστείλατε ἐπὶ Σουσάνναν, θυγατέρα Χελκίου, ἥτις ἐστὶ γυνὴ Ἰωακείμ.
二人の長老であり裁判官である者たちが立ち上がって言った。 「ヨアキムの妻、ヘルキアスの娘スザンナを呼びにやりなさい。
οἱ δὲ εὐθέως ἐκάλεσαν αὐτήν.
」人々はすぐに彼女を呼び出した。
§1.30ὡς δὲ παρεγενήθη ἡ γυνὴ σὺν τῷ πατρὶ ἑαυτῆς καὶ τῇ μητρί, καὶ οἱ παῖδες καὶ αἱ παιδίσκαι αὐτῆς ὄντες τὸν ἀριθμὸν πεντακόσιοι παρεγένοντο, καὶ τὰ παιδία Σουσάννας τέσσαρα.
その女が父と母を伴って現れると、彼女の使用人たちも男女合わせて五百人、さらにスザンナの四人の子供たちも共にやってきた。
§1.31ἧν δὲ ἡ γυνὴ τρυφερὰ σφόδρα.
その女は非常に優美な人であった。
§1.32καὶ προσέταξαν οἱ παράνομοι ἀποκαλύψαι αὐτήν, ἵνα ἐμπλησθῶσιν κάλλους ἐπιθυμίας αὐτῆς.
不法な者たちは、彼女の美しさに対する自分たちの欲望を満たそうとして、彼女のベールを剥ぎ取るように命じた。
§1.33καὶ ἐκλαίοσαν οἱ παρʼ αὐτῆς πάντες καὶ ὅσοι αὐτὴν ᾔδεισαν πάντες.
彼女の身内の者たちも、彼女を知るすべての人々も皆、涙を流した。
§1.34ἀναστάντες δὲ οἱ πρεσβύτεροι καὶ κριταὶ ἐπέθηκαν τὰς χεῖρας αὐτῶν ἐπὶ τῆς κεφαλῆς αὐτῆς·
長老であり裁判官である者たちが立ち上がり、彼女の頭の上に手を置いた。
§1.35ἡ δὲ καρδία αὐτῆς ἐπεποίθει ἐπὶ Κυρίῳ τῷ θεῷ αὐτῆς, καὶ ἀνακύψασα ἔκλαυσεν ἐν αὐτῇ λέγουσα
彼女の心は彼女の神、主を信頼しており、彼女は天を仰ぎ、心の中で涙を流しながら言った。
§1.35aa Κύριε ὁ θεὸς ὁ αἰώνιος, ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν, σὺ οἶδας ὅτι οὐκ ἐποίησα ἃ πονηρεύονται οἱ ἄνομοι οὗτοι ἐπʼ ἐμοί.
「永遠の神なる主よ、すべてのものが生まれる前からすべてをご存じの君よ。 あなたは、これら不法な者たちが私に対してたくらんでいるような悪事を私が決して行わなかったことをご存じです。
καὶ εἰσήκουσε Κύριος τῆς δεήσεως αὐτῆς.
」主は彼女の願いを聞き入れられた。