Humanitext Reader

七十士译本 · 苏珊娜传 §1.1-1.35a

二长老的图谋与苏珊娜受诬告

第 1 段,共 2 段 · 希腊语

内容简介

美丽而虔诚的苏珊娜拒绝了两位腐败长老的通奸要求,因而遭到虚假控告并面临死刑,但她在心中向神呼求拯救。

§1.1ΚΑΙ ἦν ἀνὴρ οἰκῶν ἐν Βαβυλῶνι, καὶ ὄνομα αὐτῷ Ἰωακείμ.
巴比伦住着一个人,名叫约阿金。
§1.2καὶ ἔλαβε γυναῖκα ᾖ ὄνομα Σουσάννα, θυγάτηρ Χελκίου, καλὴ σφόδρα καὶ φοβουμένη τὸν κύριον·
他娶了一个妻子,名叫苏珊娜,是希尔基亚的女儿,极其美丽,且敬畏主。
§1.3καὶ οἱ γονεῖς αὐτῆς δίκαιοι, καὶ ἐδίδαξαν τὴν θυγατέρα αὐτῶν κατὰ τὸν νόμον Μωυσῆ.
她的父母也是义人,他们按照摩西的律法教育自己的女儿。
§1.4καὶ ἦν Ἰωακεὶμ πλούσιος σφόδρα, καὶ ἦν αὐτῷ παράδεισος γειτνιῶν τῷ οἴκῳ αὐτοῦ· καὶ πρὸς αὐτὸν προσήγοντο οἱ Ἰουδαῖοι διὰ τὸ εἶναι αὐτὸν ἐνδοξότερον πάντων.
约阿金非常富足,他的家旁有一个园子;犹太人都聚集到他那里,因为他比众人更受尊崇。
§1.5Καὶ ἀπεδείχθησαν δύο πρεσβύτεροι ἐκ τοῦ λαοῦ κριταὶ ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ, περὶ ὧν ἐλάλησεν ὁ δεσπότης ὅτι ἐξῆλθεν ἀνομία ἐκ Βαβυλῶνος ἐκ πρεσβυτέρων κριτῶν οἱ ἐδόκουν κυβερνῶν τὸν λαόν.
那一年,民中选出两位长老担任审判官。 主曾指着他们说,不法的事来自巴比伦,来自那些被认为是在治理百姓的长老审判官。
§1.6καὶ ἤρχοντο κρίσεις ἐξ ἄλλων πόλεων πρὸς αὐτοὺς.
其他城里的人也来到他们那里求审判。
§1.7οὗτοι ἰδόντες γυναῖκα ἀστείαν τῷ εἴδει, γυναῖκα ἀδελφοῦ αὐτῶν ἐκ τῶν υἱῶν Ἰσραήλ, ὄνομα Σουσάνναν, θυγατέρα Χελκίου, γυναῖκα Ἰωακείμ, περιπατοῦσαν ἐν τῷ παραδείσῳ τοῦ ἀνδρὸς αὐτῆς τὸ δειλινὸν §1.8καὶ ἐπιθυμήσαντες αὐτῆς, §1.9διέστρεψαν τὸν νοῦν αὐτῶν καὶ ἐξέκλιναν τοὺς ὀφθαλμοὺς αὐτῶν τοῦ μὴ βλέπειν εἰς τὸν οὐρανὸν μηδέ μνημονεύειν κριμάτων δικαίων.
这两个人看见一个容貌俊美的妇人——在以色列子民中他们兄弟的妻子,名叫苏珊娜,是希尔基亚的女儿,约阿金的妻子——在傍晚时分在她丈夫的园子里散步,便对她起了贪欲,于是歪曲了自己的心,避开自己的眼睛,不望向天空,也不再记念公正的审判。
§1.10καὶ ἀμφότεροι ἦσαν κατανενυγμένοι περὶ αὐτῆς, καὶ ἕτερος τῷ ἑτέρῳ οὐ προσεποιεῖτο τὸ κακὸν τὸ ἔχον αὐτοὺς περὶ αὐτῆς, οὐδέ ἡ γυνὴ ἔγνω τὸ πρᾶγμα τοῦτο.
两人都为她神魂颠倒,但彼此都不愿承认对她抱有的恶念,那妇人也对这事一无所知。
§1.12καὶ ὡς ἐγίνετο ὄρθρος, ἐρχόμενοι ἔκλεπτον ἀλλήλους σπεύδοντες, τίς φανήσεται αὐτῇ πρότερος καὶ λαλήσει πρὸς αὐτήν.
天一亮,他们就急忙赶来,互相刺探,看谁先出现在她面前并和她说话。
§1.13καὶ ἰδοὺ αὕτη κατὰ τὸ εἰωθὸς περιεπάτει, καὶ ὁ εἶς τῶν πρεσβυτέρων ἐληλύθει, καὶ ἰδοὺ ὁ ἕτερος παρεγένετο, καὶ εἶς τὸν ἕτερον ἀνέκρινε λέγων Τί σὺ οὕτως ὄρθρου ἐξῆλθες οὐ παραλαβὼν με;
瞧,她像往常一样散步。 其中一位长老已经来了,瞧,另一位也到了,于是其中一个质问另一个说:“你为什么这么大清早出来,也不带上我?
§1.14καὶ ἐξωμολογήσαντο πρὸς ἀλλήλους ἑκάτερος τὴν ὀδύνην αὐτοῦ.
” 他们便互相承认了各自的痛苦。
§1.19καὶ εἶπεν εἶς τῷ ἑτέρῳ Πορευθῶμεν πρὸς αὐτὴν·
一个对另一个说:“我们去她那里吧。
καὶ συνθέμενοι προσήλθοσαν αὐτῇ καὶ ἐξεβιάζοντο αὐτήν.
”他们达成一致,便走到她跟前,强迫她。
§1.22καὶ εἶπεν αὐτοῖς ἡ Ἰουδαία Οἶδα ὅτι ἐὰν πράξω τοῦτο θάνατός μοί ἐστι, καὶ ἐὰν μὴ πράξω οὐκ ἐκφεύξομ τὰς χεῖρας ὑμῶν·
那犹太妇人对他们说:“我知道,如果我做了这事,就是死路一条;如果我不做,也逃不出你们的手。
§1.23κάλλιον δέ με μὴ πράξασαν ἐμπεσεῖν εἰς τὰς χεῖρας ὑμῶν ἤ ἁμαρτεῖν ἐνώπιον Κυρίου.
但对我来说,宁可不作此非礼之事而落在你们手里,也不愿在主面前犯罪。
§1.28οἱ δὲ παράνομοι ἄνδρες ἀπέστρεψαν ἀπειλοῦντες ἐν ἑαυτοῖς καὶ ἐνεδρεύοντες ἵνα θανατώσουσιν αὐτὴν·
” 那些不法之徒便退去了,心里威吓着并设下圈套,要将她置于死地。
καὶ ἐλθόντες ἐπὶ τὴν συναγωγὴν τῆς πόλεως οὖ παρῴκουσαν, καὶ συνήδρευσαν οἱ ὄντες ἐκεῖ πάντες οἱ υἱοὶ Ἰσραήλ·
他们来到自己所居住之城的会堂,所有在那里的以色列子民都聚集在一起。
§1.29καὶ ἀναστάντες οἱ δύο πρεσβύτεροι καὶ κριταὶ εἶπαν Ἀποστείλατε ἐπὶ Σουσάνναν, θυγατέρα Χελκίου, ἥτις ἐστὶ γυνὴ Ἰωακείμ.
两位长老兼审判官站起来说:“把希尔基亚的女儿、约阿金的妻子苏珊娜带过来。
οἱ δὲ εὐθέως ἐκάλεσαν αὐτήν.
”人们立刻去传唤她。
§1.30ὡς δὲ παρεγενήθη ἡ γυνὴ σὺν τῷ πατρὶ ἑαυτῆς καὶ τῇ μητρί, καὶ οἱ παῖδες καὶ αἱ παιδίσκαι αὐτῆς ὄντες τὸν ἀριθμὸν πεντακόσιοι παρεγένοντο, καὶ τὰ παιδία Σουσάννας τέσσαρα.
那妇人同她的父母一起来了,她的仆人和婢女共五百人也跟着来了,还有苏珊娜的四个孩子。
§1.31ἧν δὲ ἡ γυνὴ τρυφερὰ σφόδρα.
那妇人极其娇美。
§1.32καὶ προσέταξαν οἱ παράνομοι ἀποκαλύψαι αὐτήν, ἵνα ἐμπλησθῶσιν κάλλους ἐπιθυμίας αὐτῆς.
那些不法之徒命令揭开她的面纱,为要满足他们对她美貌的欲望。
§1.33καὶ ἐκλαίοσαν οἱ παρʼ αὐτῆς πάντες καὶ ὅσοι αὐτὴν ᾔδεισαν πάντες.
她身边的人和所有认识她的人都哭了。
§1.34ἀναστάντες δὲ οἱ πρεσβύτεροι καὶ κριταὶ ἐπέθηκαν τὰς χεῖρας αὐτῶν ἐπὶ τῆς κεφαλῆς αὐτῆς·
长老兼审判官站起来,把手按在她的头上。
§1.35ἡ δὲ καρδία αὐτῆς ἐπεποίθει ἐπὶ Κυρίῳ τῷ θεῷ αὐτῆς, καὶ ἀνακύψασα ἔκλαυσεν ἐν αὐτῇ λέγουσα §1.35aa Κύριε ὁ θεὸς ὁ αἰώνιος, ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν, σὺ οἶδας ὅτι οὐκ ἐποίησα ἃ πονηρεύονται οἱ ἄνομοι οὗτοι ἐπʼ ἐμοί.
她的心却信赖着主她的神,她仰望天空,在心中哭泣说: “永恒的神、主啊,您在万物未生成之前就洞悉一切。 您知道,这些不法之徒对我恶意捏造的事,我一件也没有做过。
καὶ εἰσήκουσε Κύριος τῆς δεήσεως αὐτῆς.
”主听到了她的祈祷。

词汇与语法注释

  1. §1.5κυβερνῶν — 被解析为动词 ἐδόκουν 的补充不定式(相当于古典希腊语的 κυβερνᾶν)。尽管拼写上类似于分词,但在文脉中起到了不定式的作用,意为“那些被认为在治理百姓的人”。
  2. §1.9τοῦ μὴ βλέπειν — 属格不定式(冠词 τοῦ + 不定式 βλέπειν)伴随否定词 μή,在此表示目的(为了不看)或结果。与动词 ἐξέκλιναν 连用,表示“避开视线而不望向天空”。
  3. §1.12ἔκλεπτον ἀλλήλους — 动词 κλέπτω(偷窃、暗中进行)以相互代词 ἀλλήλους 为宾语的惯用表达。此处描述了两位长老互相隐瞒意图、试图避开彼此或抢先行动的状态。
  4. §1.23κάλλιον δέ με μὴ πράξασαν ἐμπεσεῖν — 由无人称表达 κάλλιον [ἐστι](……是更好的)引导的“对格加不定式”结构。对格代词 με 充当不定式 ἐμπεσεῖν(陷入)的逻辑主语,并由分词 πράξασαν(在没有做这事的情况下)修饰。

引用这一段

七十士译本, 苏珊娜传 §1.1-1.35a. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0527.tlg054.humanitext-grc1:1.1-1.35a

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。