Humanitext Reader

七十人訳聖書 · ゼカリヤ書 §8.1-8.23

シオンの回復の約束と諸国民の巡礼

8 / 14 箇所 · ギリシア語

要旨

主はエルサレムとシオンに戻り、都に平和、繁栄、祝福を回復させることを約束される。また、かつての断食の日々が喜ばしい祭りに変わり、あらゆる国の民がユダヤ人と共に主を拝むためにエルサレムに集まる未来が描かれる。

§8.1Καὶ ἐγένετο λόγος Κυρίου Παντοκράτορος λέγων §8.2Τάδε λέγει Κύριος Παντοκράτωρ Ἐζήλωκα τὴν Ἰερουσαλὴμ καὶ τὴν Σειὼν ζῆλον μέγαν, καὶ θυμῷ μεγάλῳ ἐζήλωκα αὐτήν.
万軍の主の言葉が臨んで言った、万軍の主はこう言われる。 『わたしはエルサレムとシオンを大いなる熱意をもって強く愛し、大いなる憤りをもって彼女のために熱く燃えている。
§8.3τάδε λέγει Κύριος Ἐπιστρέψω ἐπὶ Σειών, καὶ κατασκηνώσω ἐν μέσῳ Ἰερουσαλήμ, καὶ κληθήσεται ἡ Ἰερουσαλὴμ πόλις ἡ ἀληθινή, καὶ τὸ ὄρος Κυρίου Παντοκράτορος ὄρος ἅγιον.
』主はこう言われる。 『わたしはシオンに戻り、エルサレムの真ん中に住まう。 エルサレムは「真実の都」と呼ばれ、万軍の主の山は「聖なる山」と呼ばれる。
§8.4τάδε λέγει Κύριος Παντοκράτωρ Ἔτι καθήσονται πρεσβύτεροι καὶ πρεσβύτεραι ἐν ταῖς πλατείαις Ἰερουσαλήμ, ἕκαστος τὴν ῥάβδον αὐτοῦ ἔχων ἐν τῇ χερὶ αὐτοῦ ἀπὸ πλήθους ἡμερῶν·
』万軍の主はこう言われる。 『なおも、老いた男たちや老いた女たちがエルサレムの広場に座るようになり、年老いたために、彼らはそれぞれ手に杖を持つであろう。
§8.5καὶ αἱ πλατεῖαι τῆς πόλεως πλησθήσονται παιδαρίων καὶ κορασίων παιζόντων ἐν ταῖς πλατείαις αὐτῆς.
そして、その都の広場は、広場で遊ぶ少年や少女たちで満ちるであろう。
§8.6τάδε λέγει Κύριος Παντοκράτωρ Εἰ ἀδυνατήσει ἐνώπιον τῶν καταλοίπων τοῦ λαοῦ τούτου ἐν ταῖς ἡμέραις ἐκείναις, μὴ καὶ ἐνώπιον ἐμοῦ ἀδυνατήσει;
』万軍の主はこう言われる。 『もしそれが、その日々にこの民の残りの者の目に不可能に見えるとしても、わたしの目にもまた不可能であろうか。
λέγει Κύριος Παντοκράτωρ.
』と万軍の主は言われる。
§8.7τάδε λέγει Κύριος Παντοκράτωρ Ἰδοὺ ἐγὼ σώζω τὸν λαόν μου ἀπὸ γῆς ἀνατολῶν καὶ ἀπὸ γῆς δυσμῶν, §8.8καὶ εἰσάξω αὐτοὺς καὶ κατασκηνώσω ἐν μέσῳ Ἰερουσαλήμ, καὶ ἔσονταί μοι εἰς λαὸν κἀγὼ ἔσομαι αὐτοῖς εἰς θεὸν ἐν ἀληθείᾳ καὶ ἐν δικαιοσύνῃ.
万軍の主はこう言われる。 『見よ、わたしは東の地からも西の地からも、わたしの民を救い出し、彼らを導き入れてエルサレムの真ん中に住まわせる。 彼らはわたしの民となり、わたしは真実と正義をもって、彼らの神となる。
§8.9τάδε λέγει Κύριος Παντοκράτωρ Κατισχυέτωσαν αἱ χεῖρες ὑμῶν τῶν ἀκουόντων ἐν ταῖς ἡμέραις ταύταις τοὺς λόγους τούτους ἐκ στόματος τῶν προφητῶν, ἀφʼ ἧς ἡμέρας τεθεμελίωται ὁ οἶκος Κυρίου Παντοκράτορος, καὶ ὁ ναὸς ἀφʼ οὗ ᾠκοδόμηται.
』万軍の主はこう言われる。 『万軍の主の神殿の基が据えられた日、すなわち聖所が建てられ始めた日以来、預言者たちの口から、この日々にこれらの言葉を聞いているあなたがたは、手を強くしなさい。
§8.10διότι πρὸ τῶν ἡμερῶν ἐκείνων ὁ μισθὸς τῶν ἀνθρώπων οὐκ ἔσται εἰς ὄνησιν, καὶ ὁ μισθὸς τῶν κτηνῶν οὐχ ὑπάρξει, καὶ τῷ ἐκπορευομένῳ καὶ τῷ εἰσπορευομένῳ οὐκ ἔσται εἰρήνη ἀπὸ τῆς θλίψεως·
なぜなら、それらの日々の前には、人の得る賃金は役に立たず、家畜の得る賃金もなく、敵対者のために、出入りする者にも平和はなかったからである。
καὶ ἐξρποστελῶ πάντας τοὺς ἀνθρώπους ἕκαστον ἐπὶ τὸν πλησίον αὐτοῦ.
わたしがすべての人間を互いに立ち向かわせたからである。
§8.11καὶ νῦν οὐ κατὰ τὰς ἡμέρας τὰς ἔμπροσθεν ἐγὼ ποιῶ τοῖς καταλοίποις τοῦ λαοῦ τούτου, λέγει Κύριος Παντοκράτωρ,
しかし今、わたしはこの民の残りの者に対して、かつての日々のようには行わない。 』と万軍の主は言われる。
§8.12ἀλλ᾿ ἢ δείξω εἰρήνην·
『むしろ、わたしは平和を示す。
ἡ ἄμπελος δώσει τὸν καρπὸν αὐτῆς, καὶ ἡ γῆ δώσει τὰ γενήματα αὐτῆς, καὶ ὁ οὐρανὸς δώσει τὴν δρόσον αὐτοῦ, καὶ κατακληρονομήσαω τοῖς καταλοίποις τοῦ λαοῦ μου τούτου ταῦτα πάντα.
ぶどうの木はその実を結び、地はその産物を出し、天はその露を与える。 わたしはこのわたしの民の残りの者に、これらすべてのものを相続させる。
§8.13καὶ ἔσται ὃν τρόπον ἦτε ἐν κατάρᾳ ἐν τοῖς ἔθνεσιν οἶκος Ἰούδα καὶ οἶκος Ἰσραήλ, οὕτως διασώσω ὑμᾶς καὶ ἔσεσθε ἐν εὐλογίᾳ·
ユダの家よ、イスラエルの家よ、あなたがたが諸国の民の間で呪いとなっていたように、そのようにわたしはあなたがたを救い出し、あなたがたは祝福となる。
θαρσεῖτε καὶ κατισχύετε ἐν ταῖς χερσὶν ὑμῶν.
恐れるな、手を強くしなさい。
§8.14διότι τάδε λέγει Κύριος ΙΙαντοκράτωρ Ὃν τρόπον διενοήθην τοῦ κακῶσαι ὑμᾶς ἐν τῷ παροργίσαι με τοὺς πατέρας ὑμῶν, λέγει Κύριος Παντοκράτωρ, καὶ οὐ μετενόησα·
』なぜなら、万軍の主はこう言われるからである。 『あなたがたの先祖たちがわたしを怒らせたとき、わたしがあなたがたに災いをもたらそうと決意し、悔い改めなかったように、』と万軍の主は言われる。
§8.15οὕτως παρατέταγμαι καὶ διανενόημαι ἐν ταῖς ἡμέραις ταύταις τοῦ καλῶς ποιῆσαι τὴν Ἰερουσαλὴμ καὶ τὸν οἶκον Ἰούδα·
『そのように、わたしはこれらの一連の日々に、再びエルサレムとユダの家に恵みを施そうと決意し、整えている。
θαρσεῖτε.
恐れるな。
§8.16οὗτοι οἱ λόγοι οὓς ποιήσετε·
あなたがたの行うべき事柄はこれらである。
λαλεῖτε ἀλήθειαν ἕκαστος πρὸς τὸν¶ πλησίον αὐτοῦ, ἀλήθειαν καὶ κρίμα εἰρηνικὸν κρίνατε ἐυ ταῖς πύλαις ὑμῶν,
各々、その隣人に対して真実を語りなさい。 あなたがたの城門において、真実と平和の裁きを行いなさい。
§8.17καὶ ἕκαστος τὴν κακίαν τοῦ πλησίον αὐτοῦ μὴ λογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν, καὶ ὅρκον ψευδῆ μὴ ἀγαπᾶτε·
心の中で、誰もその隣人に対する悪を企ててはならない。 偽りの誓いを愛してはならない。
διότι ταῦτα πάντα ἐμίσησα, λέγει Κύριος ΙΙαντοκράτωρ.
これらすべてのことをわたしは憎むからである。 』と万軍の主は言われる。
§8.18Καὶ ἐγένετο λόγος Κυρίου αντοκράτορος πρὸς μέ §8.19Λέγει Κύριος Παντοκράτωρ Νηστεία ἡ τετρὰς καὶ νηστεία ἡ πέμπτη καὶ νηστεία ἡ ἑβδόμη καὶ νηστεία ἡ δεκάτη ἔσονται τῷ οἴκῳ Ἰούδα εἰς χαρὰν καὶ εὐφροσύνην καὶ εἰς ἑορτὰς ἀγαθάς, καὶ εὐφρανθήσεσθε, καὶ τὴν ἀλήθειαν καὶ τὴν εἰρήνην ἀγαπήσατε.
」万軍の主の言葉がわたしに臨んで言った、「万軍の主はこう言われる。 『第四の月の断食、第五の月の断食、第七の月の断食、第十の月の断食は、ユダの家にとって喜びと楽しみとなり、喜び祝うべき良い祭りとなる。 それゆえ、あなたがたは喜び、真実と平和を愛しなさい。
§8.20τάδε λέγει Κύριος Παντοκράτωρ Ἔτι ἥξουσιν λαοὶ πολλοὶ καὶ κατοικοῦντες πόλεις πολλάς, §8.21καὶ συνελεύσονται κατοικοῦντες πέντε πόλεις εἰς μίαν πόλιν, λέγοντες ΙΙορευθῶμεν δεηθῆναι τοῦ προσώπου Κυρίου καὶ ἐκζητῆσαι τὸ πρόσωπον Κυρίου Παντοκράτορος·
』万軍の主はこう言われる。 『なおも、多くの民や、多くの町の住民たちがやって来て、五つの町の住民たちが一つの町に集まって言うであろう。 「さあ、主の恵みを求めに、万軍の主を尋ね求めに行こう。
πορεύσομαι κἀγώ·
」「わたしも行こう。
§8.22καὶ ἥξουσιν λαοὶ πολλοὶ καὶ ἔθνη πολλὰ ἐκζητῆσαι τὸ πρόσωπον Κυρίου Παντοκράτορος ἐν Ἰερουσαλὴμ καὶ ἐξιλάσασθαι τὸ πρόσαωπον Κυρίου.
」多くの民や多くの国々が、エルサレムで万軍の主を尋ね求め、主の恵みを求めるためにやって来るであろう。
§8.23τάδε λέγει Κύριος Παντοκράτωρ Ἐν ταῖς ἡμέραις ἐκείναις, ἐὰν ἐπιλάβωνται δέκα ἄνδρες ἐκ πασῶν τῶν γλωσσῶν τῶν ἐθνῶν, καὶ ἐπιλάβωνται τοῦ κρασπέδου ἀνδρὸς Ἰουδαίου, λέγοντες Πορευσόμεθα μετὰ σοῦ, διότι ἀκηκόαμεν ὅτι θεὸς μεθʼ ὑμῶν ἐστιν.
』万軍の主はこう言われる。 『それらの日々に、あらゆる国の言葉を話す者のうちから十人の男が、一人のユダヤ人の衣服の裾を捕らえて言うであろう。 「わたしたちはあなたがたと共に行こう。 神があなたがたと共におられると聞いたからだ。 」』」

語釈・文法注

  1. 8.2Ἐζήλωκα ... ζῆλον μέγαν — 動詞 `ζηλόω` がその名詞形である `ζῆλος` を対格(`ζῆλον μέγαν`)として伴う「同族目的語」の構文である。感情や行為の極めて高い熱度を強調する効果を持つ。
  2. 8.6Εἰ ἀδυνατήσει ... μὴ καὶ ἐνώπιον ἐμοῦ ἀδυνατήσει; — 条件節 `Εἰ ἀδυνατήσει`(未来直説法による単純な仮定)に続き、主節が疑問小辞 `μὴ` で始まっている。この `μὴ` は否定的な回答(「そんなはずがあろうか、いや、ない」)を予期する修辞疑問文を導入しており、神の全能性を強調している。
  3. 8.9ἀφʼ ἧς ἡμέρας — 前置詞句 `ἀφʼ`(`ἀπό` のエリジオン)と、名詞 `ἡμέρας` を伴う関係代名詞 `ἧς` から成る。これは先行詞が関係節内に取り込まれた構造(先行詞の同化)であり、「〜の日以来」を意味する。
  4. 8.12ἀλλ᾿ ἢ — 対比あるいは除外を表す小辞句。ここでは前節(§8.11)の否定文「かつての日々のようには行わない」を受けて、「(そうではなく)むしろ平和を示す」という強い対比を構成している。
  5. 8.23ἐὰν ἐπιλάβωνται — 動詞 `ἐπιλαμβάνομαι`(〜を捕らえる、掴む)は、触れる・掴む対象を属格で支配する。そのため、その後に続く `τοῦ κρασπέδου`(衣服の裾)および `ἀνδρὸς Ἰουδαίου`(ユダヤ人の男)はどちらも属格として置かれている。

この箇所を引用する

七十人訳聖書, ゼカリヤ書 §8.1-8.23. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0527.tlg046.humanitext-grc1:8.1-8.23

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。