§8.1Καὶ ἐγένετο λόγος Κυρίου Παντοκράτορος λέγων §8.2Τάδε λέγει Κύριος Παντοκράτωρ Ἐζήλωκα τὴν Ἰερουσαλὴμ καὶ τὴν Σειὼν ζῆλον μέγαν, καὶ θυμῷ μεγάλῳ ἐζήλωκα αὐτήν. §8.3τάδε λέγει Κύριος Ἐπιστρέψω ἐπὶ Σειών, καὶ κατασκηνώσω ἐν μέσῳ Ἰερουσαλήμ, καὶ κληθήσεται ἡ Ἰερουσαλὴμ πόλις ἡ ἀληθινή, καὶ τὸ ὄρος Κυρίου Παντοκράτορος ὄρος ἅγιον. §8.4τάδε λέγει Κύριος Παντοκράτωρ Ἔτι καθήσονται πρεσβύτεροι καὶ πρεσβύτεραι ἐν ταῖς πλατείαις Ἰερουσαλήμ, ἕκαστος τὴν ῥάβδον αὐτοῦ ἔχων ἐν τῇ χερὶ αὐτοῦ ἀπὸ πλήθους ἡμερῶν·
And the word of the Lord Almighty came, saying, "Thus says the Lord Almighty: 'I am jealous for Jerusalem and for Zion with great jealousy, and with great wrath am I jealous for her.' Thus says the Lord: 'I will return to Zion, and will dwell in the midst of Jerusalem; and Jerusalem shall be called the true city, and the mountain of the Lord Almighty, the holy mountain.' Thus says the Lord Almighty: 'Old men and old women shall yet sit in the streets of Jerusalem, each holding his staff in his hand because of his great age.
§8.5καὶ αἱ πλατεῖαι τῆς πόλεως πλησθήσονται παιδαρίων καὶ κορασίων παιζόντων ἐν ταῖς πλατείαις αὐτῆς. §8.6τάδε λέγει Κύριος Παντοκράτωρ Εἰ ἀδυνατήσει ἐνώπιον τῶν καταλοίπων τοῦ λαοῦ τούτου ἐν ταῖς ἡμέραις ἐκείναις, μὴ καὶ ἐνώπιον ἐμοῦ ἀδυνατήσει; λέγει Κύριος Παντοκράτωρ.
And the streets of the city shall be full of boys and girls playing in her streets.' Thus says the Lord Almighty: 'If it should be impossible in the eyes of the remnant of this people in those days, shall it also be impossible in my eyes?' says the Lord Almighty.
§8.7τάδε λέγει Κύριος Παντοκράτωρ Ἰδοὺ ἐγὼ σώζω τὸν λαόν μου ἀπὸ γῆς ἀνατολῶν καὶ ἀπὸ γῆς δυσμῶν, §8.8καὶ εἰσάξω αὐτοὺς καὶ κατασκηνώσω ἐν μέσῳ Ἰερουσαλήμ, καὶ ἔσονταί μοι εἰς λαὸν κἀγὼ ἔσομαι αὐτοῖς εἰς θεὸν ἐν ἀληθείᾳ καὶ ἐν δικαιοσύνῃ. §8.9τάδε λέγει Κύριος Παντοκράτωρ Κατισχυέτωσαν αἱ χεῖρες ὑμῶν τῶν ἀκουόντων ἐν ταῖς ἡμέραις ταύταις τοὺς λόγους τούτους ἐκ στόματος τῶν προφητῶν, ἀφʼ ἧς ἡμέρας τεθεμελίωται ὁ οἶκος Κυρίου Παντοκράτορος, καὶ ὁ ναὸς ἀφʼ οὗ ᾠκοδόμηται.
Thus says the Lord Almighty: 'Behold, I will save my people from the land of the east and from the land of the west; and I will bring them, and they shall dwell in the midst of Jerusalem; and they shall be my people, and I will be their God, in truth and in righteousness.' Thus says the Lord Almighty: 'Let your hands be strong, you who hear in these days these words from the mouth of the prophets, from the day that the house of the Lord Almighty was founded, and the temple since it began to be built.
§8.10διότι πρὸ τῶν ἡμερῶν ἐκείνων ὁ μισθὸς τῶν ἀνθρώπων οὐκ ἔσται εἰς ὄνησιν, καὶ ὁ μισθὸς τῶν κτηνῶν οὐχ ὑπάρξει, καὶ τῷ ἐκπορευομένῳ καὶ τῷ εἰσπορευομένῳ οὐκ ἔσται εἰρήνη ἀπὸ τῆς θλίψεως· καὶ ἐξρποστελῶ πάντας τοὺς ἀνθρώπους ἕκαστον ἐπὶ τὸν πλησίον αὐτοῦ.
For before those days there was no wage for man, nor any wage for beast; neither was there any peace for him who went out or came in because of the affliction; for I set all men, every one against his neighbor.
§8.11καὶ νῦν οὐ κατὰ τὰς ἡμέρας τὰς ἔμπροσθεν ἐγὼ ποιῶ τοῖς καταλοίποις τοῦ λαοῦ τούτου, λέγει Κύριος Παντοκράτωρ,
'But now I will not deal with the remnant of this people as in the former days,' says the Lord Almighty.
§8.12ἀλλ᾿ ἢ δείξω εἰρήνην· ἡ ἄμπελος δώσει τὸν καρπὸν αὐτῆς, καὶ ἡ γῆ δώσει τὰ γενήματα αὐτῆς, καὶ ὁ οὐρανὸς δώσει τὴν δρόσον αὐτοῦ, καὶ κατακληρονομήσαω τοῖς καταλοίποις τοῦ λαοῦ μου τούτου ταῦτα πάντα.
'But I will show peace: the vine shall yield its fruit, and the ground shall yield its increase, and the heavens shall give their dew; and I will cause the remnant of this my people to inherit all these things.
§8.13καὶ ἔσται ὃν τρόπον ἦτε ἐν κατάρᾳ ἐν τοῖς ἔθνεσιν οἶκος Ἰούδα καὶ οἶκος Ἰσραήλ, οὕτως διασώσω ὑμᾶς καὶ ἔσεσθε ἐν εὐλογίᾳ· θαρσεῖτε καὶ κατισχύετε ἐν ταῖς χερσὶν ὑμῶν. §8.14διότι τάδε λέγει Κύριος ΙΙαντοκράτωρ Ὃν τρόπον διενοήθην τοῦ κακῶσαι ὑμᾶς ἐν τῷ παροργίσαι με τοὺς πατέρας ὑμῶν, λέγει Κύριος Παντοκράτωρ, καὶ οὐ μετενόησα· §8.15οὕτως παρατέταγμαι καὶ διανενόημαι ἐν ταῖς ἡμέραις ταύταις τοῦ καλῶς ποιῆσαι τὴν Ἰερουσαλὴμ καὶ τὸν οἶκον Ἰούδα· θαρσεῖτε.
And it shall come to pass, that as you were a curse among the nations, O house of Judah and house of Israel, so will I save you, and you shall be a blessing; fear not, and let your hands be strong.' For thus says the Lord Almighty: 'Just as I purposed to bring evil upon you when your fathers provoked me to wrath,' says the Lord Almighty, 'and I did not repent, 'so have I prepared and purposed in these days to do good to Jerusalem and to the house of Judah; fear not.
§8.16οὗτοι οἱ λόγοι οὓς ποιήσετε· λαλεῖτε ἀλήθειαν ἕκαστος πρὸς τὸν¶ πλησίον αὐτοῦ, ἀλήθειαν καὶ κρίμα εἰρηνικὸν κρίνατε ἐυ ταῖς πύλαις ὑμῶν, §8.17καὶ ἕκαστος τὴν κακίαν τοῦ πλησίον αὐτοῦ μὴ λογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν, καὶ ὅρκον ψευδῆ μὴ ἀγαπᾶτε· διότι ταῦτα πάντα ἐμίσησα, λέγει Κύριος ΙΙαντοκράτωρ. §8.18Καὶ ἐγένετο λόγος Κυρίου αντοκράτορος πρὸς μέ §8.19Λέγει Κύριος Παντοκράτωρ Νηστεία ἡ τετρὰς καὶ νηστεία ἡ πέμπτη καὶ νηστεία ἡ ἑβδόμη καὶ νηστεία ἡ δεκάτη ἔσονται τῷ οἴκῳ Ἰούδα εἰς χαρὰν καὶ εὐφροσύνην καὶ εἰς ἑορτὰς ἀγαθάς, καὶ εὐφρανθήσεσθε, καὶ τὴν ἀλήθειαν καὶ τὴν εἰρήνην ἀγαπήσατε. §8.20τάδε λέγει Κύριος Παντοκράτωρ Ἔτι ἥξουσιν λαοὶ πολλοὶ καὶ κατοικοῦντες πόλεις πολλάς, §8.21καὶ συνελεύσονται κατοικοῦντες πέντε πόλεις εἰς μίαν πόλιν, λέγοντες ΙΙορευθῶμεν δεηθῆναι τοῦ προσώπου Κυρίου καὶ ἐκζητῆσαι τὸ πρόσωπον Κυρίου Παντοκράτορος· πορεύσομαι κἀγώ· §8.22καὶ ἥξουσιν λαοὶ πολλοὶ καὶ ἔθνη πολλὰ ἐκζητῆσαι τὸ πρόσωπον Κυρίου Παντοκράτορος ἐν Ἰερουσαλὴμ καὶ ἐξιλάσασθαι τὸ πρόσαωπον Κυρίου. §8.23τάδε λέγει Κύριος Παντοκράτωρ Ἐν ταῖς ἡμέραις ἐκείναις, ἐὰν ἐπιλάβωνται δέκα ἄνδρες ἐκ πασῶν τῶν γλωσσῶν τῶν ἐθνῶν, καὶ ἐπιλάβωνται τοῦ κρασπέδου ἀνδρὸς Ἰουδαίου, λέγοντες Πορευσόμεθα μετὰ σοῦ, διότι ἀκηκόαμεν ὅτι θεὸς μεθʼ ὑμῶν ἐστιν.
These are the things you shall do: speak the truth every one to his neighbor; render in your gates judgements of truth and peace; and let none of you devise evil in your hearts against his neighbor, and love no false oath; for all these things I hate, says the Lord Almighty." And the word of the Lord Almighty came to me, saying, "Thus says the Lord Almighty: 'The fast of the fourth month, and the fast of the fifth, and the fast of the seventh, and the fast of the tenth, shall be to the house of Judah for joy and gladness and cheerful feasts; therefore rejoice, and love truth and peace.' Thus says the Lord Almighty: 'People shall yet come, even the inhabitants of many cities; and the inhabitants of five cities shall go together to one city, saying, "Let us go at once to entreat the favor of the Lord, and to seek the Lord Almighty; I will go also." And many peoples and strong nations shall come to seek the Lord Almighty in Jerusalem, and to entreat the favor of the Lord.' Thus says the Lord Almighty: 'In those days, if ten men from all the languages of the nations should take hold, even take hold of the robe of a Jew, saying, "We will go with you, for we have heard that God is with you."'"