§1.1ΕΝ τῷ δευτέρῳ ἔτει ἐπὶ Δαρίου τοῦ βασιλέως ἐν τῷ μηνὶ τῷ ἕκτῳ μιᾷ τοῦ μηνὸς ἐγένετο λόγος Κυρίου ἐν χειρὶ Ἀγγαίου τοῦ προφήτου λέγων Εἰπὸν πρὸς Ζοροβάβελ τὸν τοῦ Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα καὶ πρὸς Ἰησοῦν τὸν τοῦ Ἰωσεδὲκ τὸν ἱερέα τὸν μέγαν λέγων
ダレイオス王の第二年の第六の月の最初の日(一日)に、預言者ハガイの手を通して主の言葉が臨んで、次のように言った。 「ユダの部族のサラティエルの子ゾロバベルと、ヨサダクの子である大祭司ヨシュアに向かって、次のように言え。
§1.2Τάδε λέγει Κύριος Παντοκράτωρ λέγων Ὁ λαὸς οὗτος λέγουσιν Οὐχ ἤκει ὁ καιρὸς τοῦ οἰκοδομῆσαι τὸν οἶκον Κυρίου.
万軍の主は次のように言われる。 この民は『主の家を建てるべき時はまだ来ていない』と言っている。
§1.3καὶ ἐγένετο λόγος Κυρίου ἐν χειρὶ Ἀγγαίου τοῦ προφήτου λέγων
」そして、預言者ハガイの手を通して、主の言葉が臨んで次のように言った。
§1.4Εἰ καιρὸς μέν ὑμῖν ἐστιν τοῦ οἰκεῖν ἐν οἴκοις ὑμῶν κοιλοστάθμοις, ὁ δὲ οἶκος ὑμῶν ἐξηρήμωται;
「この家が荒廃したままであるのに、あなたがた自身が板壁で飾られた家に住むべき時であろうか。
§1.5καὶ νῦν τάδε λέγει Κύριος Παντοκράτωρ Τάξατε δὴ τὰς καρδίας ὑμῶν εἰς τὰς ὁδοὺς ὑμῶν·
それゆえ今、万軍の主は次のように言われる。 あなたがたの歩む道に心を留めよ。
§1.6ἐσπείρατε πολλὰ καὶ εἰσηνέγκατε ὀλίγα, ἐφάγετε καὶ οὐκ εἰς πλησμονήν, ἐπίετε καὶ οὐκ εἰς μέθην, περιεβάλεσθε καὶ οὐκ ἐθερμάνθητε ἐν αὐτοῖς, καὶ ὁ τοὺς μισθοὺς συνάγων συνήγαγεν εἰς δεσμὸν τετρυπημένον.
あなたがたは多くを蒔いたが収穫は少なく、食べても満ち足りず、飲んでも酔わず、衣服をまとっても温まらず、賃金を得る者も、穴の開いた袋にそれを入れるために得ているのだ。
§1.7τάδε λέγει Κύριος Παντοκράτωρ Θέσθε τὰς καρδίας ὑμῶν εἰς τὰς ὁδοὺς ὑμῶν·
」万軍の主は次のように言われる。 「あなたがたの歩む道に心を留めよ。
§1.8ἀνάβητε εἰς τὸ ὄρος καὶ κόψατε ξύλα καὶ οἰκοδομήσατε τὸν οἶκον, καὶ εὐδοκήσω ἐν αὐτῷ καὶ ἐνδοξασθήσομαι, εἶπεν Κύριος.
山に登り、木を切り出して家を建てよ。 そうすれば、私はそれを喜び、私の栄光を現そう、と主は言われる。
§1.9ἐπεβλέψατε εἰς πολλὰ καὶ ἐγένετο ὀλίγα, καὶ εἰσηνέχθη εἰς τὸν οἶκον καὶ ἐξεφύσησα αὐτά.
あなたがたは多くを期待したが、見よ、少なくなった。 あなたがたが家に持ち帰ったとき、私はそれを吹き飛ばした。
διὰ τοῦτο τάδε λέγει Κύριος Παντοκράτωρ Ανθʼ ὧν ὁ οἶκός μού ἐστιν ἔρημος. ὑμεῖς δὲ διώκετε ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ,
それはなぜか。 万軍の主は次のように言われる。 私の家が荒廃しているのに、あなたがたはそれぞれ自分の家のために走り回っているからである。
§1.10διὰ τοῦτο ἀνέξει ὁ οὐρανὸς ἀπὸ δρόσου, καὶ ἡ γῆ ὑποστελεῖται τὰ ἐκφόρια αὐτῆς·
それゆえ、あなたがたのゆえに天は露を降らせるのを拒み、地はその産物を抑える。
§1.11καὶ ἐπάξω ῥομφαίαν ἐπὶ τὴν γῆν καὶ ἐπὶ τὰ ὄρη, καὶ ἐπὶ τὸν σῖτον καὶ ἐπὶ τὸν οἶνον καὶ ἐπὶ τὸ ἔλαιον καὶ ὅσα ἐκφέρει ἡ γῆ, καὶ ἐπὶ τοὺς ἀνθρώπους καὶ ἐπὶ τὰ κτήνη, καὶ ἐπὶ πάντας τοὺς πόνους τῶν χειρῶν αὐτῶν.
そして私は、地の上にも、山の上にも、穀物の上にも、新しい酒の上にも、油の上にも、地が産み出すあらゆるものの上にも、人間の上にも、家畜の上にも、手のすべての労苦の上にも、剣をもたらした。
§1.12Καὶ ἤκουσεν Ζοροβαβελ ὁ τοῦ Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ ὁ ἱερεὺς ὁ μέγας καὶ πάντες οἱ κατάλοιποι τοῦ λαοῦ τῆς φωνῆς Κυρίου τοῦ θεοῦ αὐτῶν καὶ τῶν λόγων Ἀγγαίου τοῦ προφήτου, καθότι ἐξαπέστειλεν αὐτὸν Κύριος ὁ θεὸς αὐτῶν πρὸς αὐτούς, καὶ ἐφοβήθη ὁ λαὸς ἀπὸ προσώπου Κυρίου.
」そこでサラティエルの子、ユダの部族のゾロバベルと、ヨサダクの子、大祭司ヨシュア、および残りのすべての民は、彼らの神、主の声と、彼らの神、主が彼らに遣わされた預言者ハガイの言葉に聞き従い、民は主の御前で恐れおののいた。
§1.13καὶ εἶπεν Ἀγγαῖος ἄγγελος Κυρίου ἐν ἀγγέλοις Κυρίου τῷ λαῷ Ἐγὼ εἰμι μεθʼ ὑμῶν, λέγει Κύριος.
主の使者ハガイは、主の使者たちの中で民に告げて言った。 「私はあなたがたと共にいる、と主は言われる。
§1.14καὶ ἐξήγειρεν Κύριος τὸ πνεῦμα Ζοροβαβὲλ τοῦ Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα καὶ τὸ πνεῦμα Ἰησοῦ τοῦ Ἰσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου καὶ τὸ πνεῦμα τῶν καταλοίπωυ παντὸς τοῦ λαοῦ, καὶ εἰσῆλθον καὶ ἐποίουν ἔργα ἐν τῷ οἴκῳ Κυρίου Παντοκράτορος θεοῦ αὐτῶν.
」主は、ユダの部族のサラティエルの子ゾロバベルの心と、ヨサダクの子、大祭司ヨシュアの心、そして残りのすべての民の心を奮い立たせられた。 彼らは来て、彼らの神、万軍の主の家で工事を開始した。