§1.1ΕΝ τῷ δευτέρῳ ἔτει ἐπὶ Δαρίου τοῦ βασιλέως ἐν τῷ μηνὶ τῷ ἕκτῳ μιᾷ τοῦ μηνὸς ἐγένετο λόγος Κυρίου ἐν χειρὶ Ἀγγαίου τοῦ προφήτου λέγων Εἰπὸν πρὸς Ζοροβάβελ τὸν τοῦ Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα καὶ πρὸς Ἰησοῦν τὸν τοῦ Ἰωσεδὲκ τὸν ἱερέα τὸν μέγαν λέγων §1.2Τάδε λέγει Κύριος Παντοκράτωρ λέγων Ὁ λαὸς οὗτος λέγουσιν Οὐχ ἤκει ὁ καιρὸς τοῦ οἰκοδομῆσαι τὸν οἶκον Κυρίου.
大流士王第二年六月一日,耶和华的话借先知哈垓的手临到,说:你要对犹大支派撒拉铁的儿子所罗巴伯,和约萨答的儿子大祭司约书亚说:万军之耶和华如此说:这百姓说,“建造耶和华殿宇的时候尚未来到。
§1.3καὶ ἐγένετο λόγος Κυρίου ἐν χειρὶ Ἀγγαίου τοῦ προφήτου λέγων §1.4Εἰ καιρὸς μέν ὑμῖν ἐστιν τοῦ οἰκεῖν ἐν οἴκοις ὑμῶν κοιλοστάθμοις, ὁ δὲ οἶκος ὑμῶν ἐξηρήμωται;
” 耶和华的话又借先知哈垓的手临到,说: “这殿荒凉,你们自己还住有天花板的房屋,这岂是时候吗?
§1.5καὶ νῦν τάδε λέγει Κύριος Παντοκράτωρ Τάξατε δὴ τὰς καρδίας ὑμῶν εἰς τὰς ὁδοὺς ὑμῶν·
现在万军之耶和华如此说:你们要省察自己的行为。
§1.6ἐσπείρατε πολλὰ καὶ εἰσηνέγκατε ὀλίγα, ἐφάγετε καὶ οὐκ εἰς πλησμονήν, ἐπίετε καὶ οὐκ εἰς μέθην, περιεβάλεσθε καὶ οὐκ ἐθερμάνθητε ἐν αὐτοῖς, καὶ ὁ τοὺς μισθοὺς συνάγων συνήγαγεν εἰς δεσμὸν τετρυπημένον.
你们撒种的多,收得的少;你们吃,却不得饱;喝,却不得足;穿衣服,却不得暖;得工钱的,将工钱装在有破洞的口袋里。
§1.7τάδε λέγει Κύριος Παντοκράτωρ Θέσθε τὰς καρδίας ὑμῶν εἰς τὰς ὁδοὺς ὑμῶν·
” 万军之耶和华如此说:“你们要省察自己的行为。
§1.8ἀνάβητε εἰς τὸ ὄρος καὶ κόψατε ξύλα καὶ οἰκοδομήσατε τὸν οἶκον, καὶ εὐδοκήσω ἐν αὐτῷ καὶ ἐνδοξασθήσομαι, εἶπεν Κύριος.
你们要上山取木料,建造这殿,我就因此喜乐,且得荣耀,”这是耶和华说的。
§1.9ἐπεβλέψατε εἰς πολλὰ καὶ ἐγένετο ὀλίγα, καὶ εἰσηνέχθη εἰς τὸν οἶκον καὶ ἐξεφύσησα αὐτά.
“你们盼望多得,所得的却少;你们收到家里,我就吹去。
διὰ τοῦτο τάδε λέγει Κύριος Παντοκράτωρ Ανθʼ ὧν ὁ οἶκός μού ἐστιν ἔρημος. ὑμεῖς δὲ διώκετε ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ,
这是为什么呢? ”万军之耶和华说:“因为我的殿荒凉,你们各人却奔向自己的房屋。
§1.10διὰ τοῦτο ἀνέξει ὁ οὐρανὸς ἀπὸ δρόσου, καὶ ἡ γῆ ὑποστελεῖται τὰ ἐκφόρια αὐτῆς·
所以因你们的缘故,天就不降甘露,地也不出土产。
§1.11καὶ ἐπάξω ῥομφαίαν ἐπὶ τὴν γῆν καὶ ἐπὶ τὰ ὄρη, καὶ ἐπὶ τὸν σῖτον καὶ ἐπὶ τὸν οἶνον καὶ ἐπὶ τὸ ἔλαιον καὶ ὅσα ἐκφέρει ἡ γῆ, καὶ ἐπὶ τοὺς ἀνθρώπους καὶ ἐπὶ τὰ κτήνη, καὶ ἐπὶ πάντας τοὺς πόνους τῶν χειρῶν αὐτῶν.
我命刀剑临到大地、群山、五谷、新酒、新油,以及地上的百物、人口、牲畜,和人手一切劳碌得来的。
§1.12Καὶ ἤκουσεν Ζοροβαβελ ὁ τοῦ Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ ὁ ἱερεὺς ὁ μέγας καὶ πάντες οἱ κατάλοιποι τοῦ λαοῦ τῆς φωνῆς Κυρίου τοῦ θεοῦ αὐτῶν καὶ τῶν λόγων Ἀγγαίου τοῦ προφήτου, καθότι ἐξαπέστειλεν αὐτὸν Κύριος ὁ θεὸς αὐτῶν πρὸς αὐτούς, καὶ ἐφοβήθη ὁ λαὸς ἀπὸ προσώπου Κυρίου.
” 撒拉铁的儿子、犹大支派的所罗巴伯,和约萨答的儿子大祭司约书亚,并剩下的一切百姓,都听从了耶和华他们神的话,以及先知哈垓的言语,因为耶和华他们的神差遣了他;百姓就在耶和华面前存敬畏的心。
§1.13καὶ εἶπεν Ἀγγαῖος ἄγγελος Κυρίου ἐν ἀγγέλοις Κυρίου τῷ λαῷ Ἐγὼ εἰμι μεθʼ ὑμῶν, λέγει Κύριος.
耶和华的使者哈垓,在耶和华的众使者之中,对百姓说:“耶和华说:我与你们同在。
§1.14καὶ ἐξήγειρεν Κύριος τὸ πνεῦμα Ζοροβαβὲλ τοῦ Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα καὶ τὸ πνεῦμα Ἰησοῦ τοῦ Ἰσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου καὶ τὸ πνεῦμα τῶν καταλοίπωυ παντὸς τοῦ λαοῦ, καὶ εἰσῆλθον καὶ ἐποίουν ἔργα ἐν τῷ οἴκῳ Κυρίου Παντοκράτορος θεοῦ αὐτῶν.
” 耶和华激发起犹大支派撒拉铁的儿子所罗巴伯的心,和约萨答的儿子大祭司约书亚的心,以及剩下之众百姓的心,他们就来,在他们的神、万军之耶和华的殿里做工。