§3.1Ὦ πόλις αἱμάτων, ὅλη ψευδής, ἀδικίας πλήρης, οὐ ψηλαφηθῇσεται θήρα.
ああ、血を流す都、すべてが偽り、不正に満ち、獲物が絶える(触れられなくなる)ことがない。
§3.2φωνὴ μαστίγων καὶ φωνὴ σεισμοῦ τροχῶν, καὶ ἵππου διώκοντος καὶ ἅρματος ἀναβράσσοντος, §3.3καὶ ἱππέως ἀναβαίνοντος καὶ στιλβούσης ῥομφαίας καὶ ἐξαστραπτόντων ὅπλων, καὶ πλήθους τραυματιῶν καὶ βαρείας πτώσεως, καὶ οὐκ ἦν πέρας τοῖς ἔθνεσιν αὐτῆς·
鞭の音、車輪のきしむ音、追いかける馬の音、跳ね狂う戦車の音、突撃する騎兵、きらめく剣、稲妻のように光る武器、おびただしい負傷者、重なる屍。 その諸国民には限りがない。
καὶ ἀσθενήσουσιν ἐν τοῖς σώμασιν αὐτῶν ἀπὸ πλήθους πορνείας.
彼女らはそのおびただしい淫行のために、その肉体において弱り衰える。
§3.4πόρνη καλὴ καὶ ἐπιχαρής, ἡγουμένη φαρμάκων, ἡ πωλοῦσα ἔθνη ἐν τῇ πορνείᾳ αὐτῆς καὶ λαοὺς ἐν τοῖς φαρμάκοις αὐτῆς.
美しく、魅力的な遊女、魔術の女王。 彼女はその淫行によって諸国民を売り、その魔術によって諸民族を売る。
§3.5ἰδοὺ ἐγὼ ἐπὶ σέ, λέγει Κύριος ὁ θεὸς ὁ παντοκράτωρ, καὶ ἀποκαλύψω τὰ ὀπίσω σου ἐπὶ τὸ πρόσωπόν σου, καὶ δείξω ἔθνεσιν τὴν αἰσχύνην σου καὶ βασιλείαις τὴν ἀτιμίαν σου·
「見よ、わたしはおまえに立ち向かう」と万軍の主なる神は言われる。 「わたしはおまえの裾をおまえの顔までめくり上げ、諸国民におまえの恥を、諸王国におまえの不名誉を示す。
§3.6καὶ ἐπιρίψω ἐπὶ σέ βδελυγμὸν κατὰ τὰς ἀκαθαρσίας σου, καὶ θήσομαί σε εἰς παράδειγμα·
わたしはおまえの不潔さに応じて、おまえの上に忌まわしいものを投げつけ、おまえを見せしめとする。
§3.7καὶ ἔσται πᾶς ὁ ὁρῶν σε καταβήσεται ἀπὸ σοῦ καὶ ἐρεῖ Δειλαία Νινευή· τίς στενάξει αὐτήν;
そして、おまえを見る者はみな、おまえから身を引いて言うであろう。 『哀れなニネベよ、誰が彼女のために嘆き悲しむだろうか。
πόθεν ζητήσω παράκλησιν αὐτῇ;
どこから彼女のために慰め手を探し求めたらよいのだろうか。
§3.8ἑτοίμασαι μερίδα, ἅρμόσοι χορδήν, ἑτοίμασαι μερίδα, Ἄμμων, ἡ κατοικοῦσα ἐν ποταμοῖς·
』」分け前を用意せよ、弦を調律せよ、分け前を用意せよ、川々の間に住むアモンよ。
ὕδωρ κύκλῳ αὐτῆς, ἧς ἡ ἀρχὴ θάλασσα καὶ ὕδωρ τὰ τείχη αὐτῆς.
彼女の周囲には水があり、その始まり(支配)は海であり、水がその城壁である。
§3.9καὶ Αἰθιοπία ἰσχὺς αὐτῆς καὶ Aἵγυπτος, καὶ οὐκ ἔστιν πέρας τῆς φυγῆς, καὶ Λίβυες ἐγένοντο βοηθοὶ αὐτῆς.
エチオピアもエジプトも彼女の力であり、その逃げ場には限りがない。 リビア人たちも彼女の援助者となった。
§3.10καὶ αὐτὴ εἰς μετοικεσίαν πορεύσεται αἰχμάλωτος, καὶ τὰ νήπια αὐτῆς ἐδαφιοῦσιν ἐπʼ ἀρχὰς πασῶν τῶν ὁδῶν αὐτῆς, καὶ ἐπὶ πάντα τὰ ἔνδοξα αὐτῆς βαλοῦσιν κλήρους. καὶ πάντες οἱ μεγιστᾶνες αὐτῆς δεθήσονται χειροπέδαις.
それでも彼女は捕囚となって移住へと赴く。 彼女の幼子たちは、彼女のすべての道の起点で叩きつけられ、彼女のあらゆる栄光ある者たちに対して彼らはくじを引き、彼女の身分の高い者たちはみな手枷で縛られる。
§3.11καὶ σὺ μεθυσθήσῃ καὶ ἔσῃ ὑπερεαωραμένη, καὶ σὺ ζητήσεις σεαυτῇ στάσιν ἐξ ἐχθρῶν.
おまえもまた酔いしれ、見捨てられ、おまえもまた敵から逃れるための避難所を自らのために求めることになる。
§3.12πάντα τὰ ὐχυρώματά σου συκαῖ σκοποὺς ἔχουσαι·
おまえの要塞はすべて、見張り番(初なりの実)を持ついちじくの木のようである。
ἐὰν σαλευθῶσιν, πεσοῦνται εἰς στόμα ἕσθοντος.
もし揺り動かされるなら、それらは食べる者の口へと落ちていくだろう。
§3.13ἰδοὺ ὁ λαός σου ὡς γυναῖκες ἐν σοί·
見よ、おまえの内にある民は女のようである。
τοῖς ἐχθροῖς σου ἀνοιγόμεναι ἀνοιχθήσονται πύλαι τῆς γῆς σου, καταφάγεται πῦρ τοὺς μοχλούς σου.
おまえの国の門は敵に対して大きく開かれ、火はおまえのかんぬきを食い尽くす。
§3.14ὕδωρ περιοχῆς ἐπίσπασαι σεαυτῇ, καὶ κατακράτησον τῶν ὀχυρωμάτων σου·
包囲に備えて水を汲み、おまえの要塞を強化せよ。
ἔμβηθι εἰς πηλὸν καὶ συμπατήθητι ἐν ἀχύροις, κατακράτησον ὑπέρ πλίνθον·
粘土に入って藁を踏み固め、煉瓦よりも強く保て。
§3.15ἐκεῖ καταφάγεταί σε πῦρ, ἐξολεθρεύσει σε ῥομφαία, καταφάγεταί σε ὡς ἀκρίς, καὶ βαρυνθήσει ὡς βροῦχος.
そこで火はおまえを食い尽くし、剣はおまえを根絶やしにする。 それはおまえをいなごのように食い尽くし、おまえは若いいなごのように重くなる。
§3.16ἐπλήθυνας τὰς ἐμπορίας σου ὑπέρ τὰ ἄστρα τοῦ οὐρανοῦ·
おまえは自分の商人を天の星よりも多く増やした。
βροῦχος ὥρμησεν καὶ ἐξεπετάσθη.
若いいなごが襲いかかり、飛び去った。
§3.17ἐξήλατο ὡς ἀττέλεβος ὁ συμμικτός σου, ὡς ἀκρὶς ἐπιβεβηκυῖα ἐπὶ φραγμὸν ἐν ἡμέρᾳ πάγους·
おまえの混成部隊はバッタのように跳ね、寒冷な日には垣根にとどまるいなごのようである。
ὁ ἥλιος ἀνέτειλεν, καὶ ἀφήλατο, καὶ οὐκ ἔγνω τὸν τόπον αὐτῆς.
太陽が昇るとそれは跳ね去り、誰もその場所を知らない。
οὐαὶ αὐτοῖς.
彼らに災いあれ。
§3.18ἐνύσταξαν οἱ ποιμένες σου, βασιλεὺς Ἀσσύριος ἐκοίμισεν τοὺς δυνάστας σου·
アシアの王よ、おまえの牧者たちはまどろみ、彼は教え導く有力者たちを眠らせた。
ἀπῆρεν ὁ λαός σου ἐπὶ τὰ ὄρη, καὶ οὐκ ἦν ὁ ἐκδεχόμενος.
おまえの民は山々へと散り去り、彼らを迎える者は誰もいなかった。
§3.19οὐκ ἔστιν ἴασις τῇ συντριβῇ σου, ἐφλέγμανεν ἡ πληγή σου·
おまえの破滅をいやす術はなく、おまえの傷は化膿している。
πάντες οἱ ἀκούοντες τὴν ἀγγελίαν σου κροτήσουσιν χεῖρας ἐπὶ σέ·
おまえの知らせを聞く者はみな、おまえに向かって手をたたく。
διότι ἐπὶ τίνα οὐκ ἐπῆλθεν ἡ κακία σου διὰ παντός;
おまえの悪意が絶えず及ばなかった者が、いったい誰のうえにあるだろうか。