§2.1Συντετέλεσται, ἐξῆρται·
「終わった、取り去られた。
§2.2ἀνέβη ἐμφυσῶν εἰς πρόσωπόν σου, ἐξαιρούμενος ἐκ θλίψεως.
」「息を吹きかける者がおまえの顔に向かって上って来た、苦難から救い出しながら。
σκόπευσον ὁδόν, κράτησον ὀσφύος, ἄνδρισαι τῇ ἰσχύι σφόδρα·
道を見張り、腰を強め、大いなる力をもって雄々しくあれ。
§2.3διότι ἀπέστρεψεν Κύριος τὴν ὕβριν Ἰακὼβ καθὼς ὕβριν τοῦ Ἰσραήλ, διότι ἐκτινάσσοντες ἐξετίναξαν αὐτοὺς καὶ τὰ κλήματα αὐτῶν διέφθειραν.
」「なぜなら、主がヤコブの奢りをイスラエルの奢りのように退けられたからであり、略奪する者たちが彼らを徹底的に略奪し、そのぶどうの枝を台無しにしたからである。
§2.4ὅπλα δυναστείας αὐτῶν ἐξ ἀνθρώπων, ἄνδρας δυνατοὺς ἐμπαίζοντας ἐν πυρί αἱ ἡνίαι τῶν ἁρμάτων αὐτῶν ἐν ἡμέρᾳ ἑτοιμασίας αὐτοῦ, καὶ οἱ ἱππεῖς θορυβηθήσονται
」「彼らの支配の武器は人々の中から選ばれ、勇士たちは火の中で戯れる。 彼の準備の日に、彼らの戦車の手綱は火のようであり、騎兵たちは騒ぎ乱れる。
§2.5ἐν ταῖς ὁδοῖς, καὶ συγχυθήσονται τὰ ἄρματα καὶ συνπλακήσονται ἐν ταῖς πλατείαις·
」「街路において戦車は混乱し、広場でもつれ合う。
ἡ ὅρασις αὐτῶν ὡς λαμπάδες πυρὸς καὶ ὡς ἀστραπαὶ διατρέχουσαι.
それらの姿は燃えるたいまつのようであり、走り去る稲妻のようである。
§2.6καὶ μνησθήσονται οἱ μεγιστᾶνες αὐτῶν, καὶ φεύξονται ἡμέρας καὶ ἀσθενήσουσιν ἐν τῇ πορίᾳ αὐτῶν, καὶ σπεύσουσιν ἐπὶ τὰ τείχη αὐτῆς καὶ ἑτοιμάσουσιν τὰς προφυλακὰς αὐτῶν.
」「彼らの身分の高い者たちは思い起こし、昼間から逃亡し、その歩みにおいて弱り衰える。 彼らはその城壁へと急ぎ、防備を整える。
§2.7πύλαι τῶν πόλεων διηνοίχθησαν, καὶ τὰ βασίλεια διέπεσεθ,
」「諸都市の門は開かれ、王宮は崩れ落ちた。
§2.8καὶ ἡ ὑπόστασις ἀπεκαλύφθη·
」「そしてその財宝は暴かれた。
καὶ αὕτη ἀνέβαινεν καὶ αἱ δοῦλαι αὐτῆς ἥγοντο καθὼς περιστεραὶ φθεγγόμεναι ἐν καρδίαις αὐτῶν.
彼女自身は連れて行かれ、彼女の侍女たちは心の中で呻く鳩のように導かれて行った。
§2.9καὶ Νινευή, ὡς κολυμβήθρα ὕδατος τὰ ὕδατα αὐτῆς, καὶ αὐτοὶ φεύγοντες οὐκ ἔστησαν, καὶ οὐκ ἣν ὁ ἐπιβλέπων.
」「そしてニネベは、その水が水の池のようであったが、彼らは逃げ去り、立ち止まらなかった。 振り返る者もいなかった。
§2.10διήρπασαν τὸ ἀργύριον, διήρπαζον τὸ χρυσίον, καὶ οὐκ ἦν πέρας τοῦ κόσμου αὐτῆς·
」「彼らは銀を強奪し、金を強奪した。 彼女の装飾には限りがない。
βεβάρυνται ἐπὶ πάντα σκεύη τὰ ἐπιθυμητὰ αὐτῆς.
彼女のあらゆる好ましい器物の上に重く載せられている。
§2.11ἐκτιναγμὸς καὶ ἀνατιναγμός, καὶ ἐκβραγμὸς καὶ καρδίας θραυσμός, καὶ ὑπόλυσις γονάτων καὶ ὠδῖυες ἐπὶ πᾶσαν ὀσφύν, καὶ τὸ πρόσωπον πάντων ὡς πρόσκαυμα χύτρας.
」「一掃と破壊、そして追放。 心の砕けること、膝の震えること、すべての腰に苦痛があること、そしてすべての者の顔は鍋の焦げのようである。
§2.12ποῦ ἐστιν τὸ κατοικητήριον τῶν λεόντων, καὶ ἡ νομὴ ἡ οὖσα τοῖς σκύμνοις;
」「獅子たちの住処、子獅子たちのための牧草地はどこにあるのか。
ποῦ ἐπορεύθη λέων τοῦ εἰσελθεῖν ἐκεῖ σκύμνον λέοντος, καὶ οὐκ ἦν ὁ ἐκφοβῶν;
獅子がそこに入り、獅子の子がそこに入るためにどこへ行ったのか。 彼らを脅かす者は誰もいなかったのに。
§2.13λέων ἥρπασεν τὰ ἱκανὰ τοῖς σκύμνοις αὐτοῦ καὶ ἀπέπνιξεν τοῖς λέουσιν αὐτοῦ, καὶ ἔπλησεν θήρας νοσσιὰν αὐτοῦ καὶ τὸ κατοικητήριον αὐτοῦ ἁρπαγῆς.
」「獅子は自分の子らのために十分なものを獲り、その雌獅子たちのために獲物を絞め殺し、その巣を獲物で、その住処を掠奪物で満たした。
§2.14ἰδοὺ ἐγὼ ἐπὶ σέ, λέγει Κύριος Παντοκράτωρ, καὶ ἐκκαύσω ἐν καπνῷ πλῆθός σου, καὶ τοὺς λέοντάς σου καταφάγεται ῥομφαία, καὶ ἐξολεθρεύσω ἐκ τῆς γῆς τὴν θήραν σου, καὶ οὐ μὴ ἀκουσθῇ οὐκέτι τὰ ἔργα σου.
」「『見よ、わたしはおまえに立ち向かう』と、万軍の主は言われる。 『わたしはおまえの群衆を煙の中で焼き払い、剣はおまえの獅子たちを食い尽くす。 わたしはおまえの獲物を地から絶やし、おまえの業はもはや聞かれなくなる。 』」