§2.1Σαλπίσατε σάλπιγγι ἐν Σειών, κηρύξατε ἐν ὄρει ἁγίῳ μου, καὶ συγχυθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν γῆν, διότι πάρεστιν ἡμέρα Κυρίου, ὅτι ἐγγύς·
シオンでラッパを吹き、私の聖なる山で叫べ。 この地に住むすべての者は震えおののけ。 主の日が来ているからであり、それが近づいているからである。
§2.2ἡμέρα σκότους καὶ γνόφου, ἡμέρα νεφέλης καὶ ὁμίχλης.
それは暗闇と暗黒の日、雲と濃霧の日である。
ὡς ὄρθρος χυθήσεται ἐπὶ τὰ ὄρη λαὸς πολὺς καὶ ἰσχυρός·
山々の上に広がる朝の光のように、強大で数知れない民が押し寄せる。
ὅμοιος αὐτῷ οὐ γέγονεν ἀπὸ τοῦ αἰῶνος, καὶ μετʼ αὐτὸν οὐ προστεθήσεται ἕως ἐτῶν εἰς γενεὰς γενεῶν.
これほどの方のものは、いにしえよりなく、これより後にも、代々の年月に至るまで再び起こることはない。
§2.3τὰ ἔμπροσθεν αὐτοῦ πῦρ ἀναλίσκον, καὶ τὰ ὀπίσω αὐτοῦ ἀναπτομένη φλόξ·
彼らの前では火が焼き尽くし、彼らの後ろでは炎が燃え上がる。
ὡς παράδεισος τρυφῆς ἡ γῆ πρὸ προσώπου αὐτοῦ, καὶ τὰ ὄπισθεν αὐτοῦ πεδίον αφανισμοῦ, καὶ ἀνασωζόμενος οὐκ ἔσται αὐτῷ.
彼らの前には、地は喜びの園のようであり、彼らの後ろには、荒れ果てた野原があり、彼らから逃れうるものは何もない。
§2.4ὁὡς ὅρασις ἵππων ἡ ὅρασις αὐτῶν, καὶ ὡς ἱππεῖς οὕτως καταδιώξονται·
彼らの姿は馬の姿のようであり、彼らは騎兵のように追いかける。
§2.5ὡς φωνὴ ἁρμάτων ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων ἐξαλοῦνται, καὶ ὡς φωνὴ φλογὸς πυρὸς κατεσθιούσης καλάμην, καὶ ὡς λαὸς πολὺς καὶ ἰσχυρὸς παρατασσόμενος εἰς πόλεμον.
彼らは戦車が山々の頂を飛び跳ねるような響きを立て、刈り株を焼き尽くす火の炎の響きを立て、戦いに備えて隊列を整えた強大で数知れない民のように進む。
§2.6ἀπὸ προσώπου αὐτοῦ συντριβήσονται λαοί, πᾶν πρόσαωπον ὡς πρόσκαυμα χύτρας.
彼らの前で諸国の民は打ち砕かれ、すべての顔は土鍋の焦げ跡のようになる。
§2.7ὼς μαχηταὶ δραμοῦνται, καὶ ὡς ἄνδρες πολεμισταὶ ἀναβήσονται ἐπὶ τὰ τείχη.
彼らは勇士のように駆け、戦士のように城壁を登る。
καὶ ἕκαστος ἐν τῇ ὁδῷ αὐτοῦ πορεύσεται, καὶ οὐ μὴ ἐκκλίνωσιν τὰς τρίβους αὐτῶν,
それぞれ自分の道を進み、その進路を外れることはない。
§2.8καὶ ἕκαστος ἀπὸ τοῦ ἀδελφοῦ αὐτοῦ οὐκ ἀφέξεται· καταβαρυνόμενοι ἐν τοῖς ὅπλοις αὐτῶν πορεύσονται, καὶ ἐν τοῖς βέλεσιν αὐτῶν πεσοῦνται, καὶ οὐ μὴ συντελεσθῶσιν.
各々、自らの兄弟から離れず、それぞれ自分の武器を帯びて進み、自らの矢の中に倒れても、滅びることはない。
§2.9τῆς πόλεως ἐπιλήμψονται, καὶ ἐπὶ τῶν τειχέων δραμοῦνται, καὶ ἐπὶ ταῖς οἰκίαις ἀναβήσονται, καὶ διὰ θυρίδων εἰσελεύσονται ὡς κλέπται.
彼らは町を襲い、城壁の上を駆け、家々に登り、盗人のように窓から侵入する。
§2.10πρὸ προσώπου αὐτοῦ συγχυθήσεται ἡ γῆ καὶ σεισθήσεται ὁ οὐρανός, ὁ ἥλιος καὶ ἡ σελήνη συσκοτάσουσιν, καὶ τὰ ἄστρα δύσουσιν τὸ φέγγος αὐτῶν.
彼らの前で地は震え、天は揺れ動き、太陽と月は暗くなり、星々はその輝きを失う。
§2.11καὶ Κύριος δώσει φωνὴν αὐτοῦ πρὸ προσώπου δυνάμεως αὐτοῦ, ὅτι πολλή ἐστιν σφόδρα ἡ παρεμβολὴ αὐτοῦ, ὅτι ἰσχυρὰ ἔργα λόγων αὐτοῦ·
そして主は、その軍勢の前で御声を発せられる。 その陣営は極めて大きく、その言葉を行う者は強いからである。
διότι μεγάλη ἡμέρα τοῦ κυρίου, μεγάλη καὶ ἐπιφανὴς σφόδρα, καὶ τίς ἔσται ἱκανὸς αὐτῇ;
主の日は大いなる日であり、極めて輝かしく、誰がそれに耐え得ようか。
§2.12καὶ νῦν λέγει Κύριος ὁ θεὸς ὑμῶν Ἐπιστράφητε πρὸς μέ ἐξ ὅλης τῆς καρδίας ὑμῶν καὶ ἐν νηστείᾳ καὶ ἐν κλαυθμῷ καὶ ἐν κοπετῷ,
「しかし今や」と、あなた方の神、主は言われる。 「心を尽くし、断食と涙と嘆きをもって、私に立ち返れ。
§2.13καὶ διαρήξατε τὰς καρδίας ὑμῶν καὶ μὴ τὰ ἱμάτια ὑμῶν, καὶ ἐπιστράφητε πρὸς Κύριον τὸν θεὸν ὑμῶν, ὅτι ἐλεήμαων καὶ οἰκτίρμων ἐστίν, μακρόθυμος καὶ πολυέλεος καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις.
あなた方の衣ではなく、心を裂き、あなた方の神、主に立ち返れ。 主は恵み深く、憐れみ深く、怒るのに遅く、慈愛に富み、災いを思い直されるからである。
§2.14τίς οἶδεν εἰ ἐπιστρέψει καὶ μετανοήσει, καὶ ὑπολείψεται ὀπίσω αὐτοῦ εὐλογίαν, θυσίαν καὶ σπονδὴν Κυρίῳ τῷ θεῷ ἡμῶν;
」主が立ち返り、思い直され、私たちの神、主に捧げるささげ物と注ぎの物という祝福を、その後に残してくださるかどうか、誰が知ろうか。
§2.15Σαλπίσατε σάλπιγγι ἐν Σειών, ἁγιάσατε νηστίαν, κηρύξατε θεραπείαν,
シオンでラッパを吹き、断食を聖別し、厳粛な集会を布告せよ。
§2.16συναγάγετε λαόν, ἁγιάσατε ἐκκλησίαν, ἐκλέξασθε πρεσβυτέρους, συναγάγετε νήπια θηλάζοντα μαστούς, ἐξελθάτω νυμφίος ἐκ τοῦ κοιτῶνος αὐτοῦ καὶ νύμφη ἐκ τοῦ παστοῦ αὐτῆς.
民を集め、会衆を聖別し、長老たちを選び、乳を吸う幼児たちを集め、花婿は寝室から、花嫁は部屋から出て来させよ。
§2.17ἀνὰ μέσον τῆς κρηπῖδος τοῦ θυσιαστηρίου κλαύσονται οἱ ἱερεῖς οἱ λειτουργοῦντες Κυρίῳ καὶ ἐροῦσιν Φεῖσαι, Κύριε, τοῦ λαοῦ σου, καὶ μὴ δῷς τὴν κληρονομίαν σου εἰς ὄνειδος τοῦ κατάρξαι αὐτῶν ἔθνη, ὅπως μὴ εἵπαωσιν ἐν τοῖς ἔθνεσιν Ιοῦ ἐστιν ὁ θεὸς αὐτῶν;
主に仕える祭司たちは、祭壇の前の階段の間に立って泣き、こう言え。 「主よ、あなたの民を惜しみ、あなたの遺産を恥にまみれさせて、異邦人に支配されることのないようにしてください。 諸国の民の間で『彼らの神はどこにいるのか』と言われることのないようにしてください。 」