§2.18Καὶ ἐζήλωσεν Κύριος τὴν γῆν αὐτοῦ, καὶ ἐφείσατο τοῦ λαοῦ αὐτοῦ.
そして主は御自分の地を熱愛し、御自分の民を惜しまれた。
§2.19καὶ ἀπεκρίθη Κύριος καὶ εἶπεν τῷ λαῷ αὐτοῦ Ἴδου ἐγὼ ἐξαποστέλλω ὑμῖν τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον, καὶ ἐμπληφθήσεσθε αὐτῶν, καὶ οὐ δώσω ὑμᾶς οὐκέτι εἰς ὀνειδισμὸν ἐν τοῖς ἔθνεσι
主は答えて御自分の民に言われた。 「見よ、私はあなた方に穀物と新しいワインとオリーブ油を送り、あなた方はそれらで満ち足りる。 私はもはやあなた方を諸国の民の間で恥にまみれさせない。
§2.20καὶ τὸν ἀπὸ βορρᾶ ἐκδιώξω ἀφʼ ὑμῶν καὶ ἐξώσω αὐτὸν εἰς γῆν ἄνυδρον, καὶ ἀφανιῶ τὸ πρόσωπον αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην, καὶ τὰ ὀπίσω αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην·
そして北から来る者をあなた方から遠ざけて追い払い、水のない荒れ果てた地に彼を押し流す。 彼の前陣を前の海に、その後陣を後ろの海に追いやる。
καὶ ἀναβήσεται σαπρία αὐτοῦ, καὶ ἀναβήσεται ὁ βρόμος αὐτοῦ, ὅτι ἐμεγάλυνεν τὰ ἔργα αὐτοῦ.
彼の腐敗した臭いが立ち上り、彼の悪臭が立ち上る。 彼が大いなることを行ったからである。
§2.21θάρσει, γῆ.
」恐れるな、地よ。
χαῖρε καὶ εὐφραίνου, ὅτι ἐμεγάλυνεν Κύριος τοῦ ποιῆσαι.
喜び、楽しめ。 主が大いなることを行われたからである。
§2.22θαρσεῖτε, κτήνη τοῦ πεδίου, ὅτι βεβλάστηκεν πεδία τῆς ἐρήμου, ὅτι ξύλον ἤνεγκεν τὸν καρπὸν αὐτοῦ, συκῆ καὶ ἄμπελος ἔδωκαν τὴν ἰσχὺν αὐτῶν.
恐れるな、野の獣たちよ。 荒野の原野が芽を吹き、木がその実を結び、いちじくの木とぶどうの木がその豊かな力を発揮しているからである。
§2.23καὶ τὰ τέκνα Σειών, χαίρετε καὶ εὐφραίνεσθε ἐπὶ τῷ κυρίῳ θεῷ ὑμῶν, διότι ἔδωκεν ὑμῖν τὰ βρώματα εἰς δικαιοσύνην, καὶ βρέξει ὑμῖν ὑετὸν πρόιμον καὶ ὄψιμον καθὼς ἔμπροσθεν,
シオンの子らよ、喜び、あなた方の神、主にあって楽しめ。 主はあなた方に正義の糧を与え、以前のように、あなた方のために秋の雨と春の雨を降らせてくださるからである。
§2.24καὶ πλησθήσονται αἱ ἄλωνες σίτου, καὶ ὐπερχυθήσονται αἱ ληνοὶ οἴνου καὶ ἐλαίου.
打穀場は小麦で満ち、酒搾り場は新しいワインとオリーブ油で溢れる。
§2.25καὶ ἀνταποδώσει ὑμῖν ἀντὶ τῶν ἐτῶν ὦν κατέφαγεν ἡ ἀκρὶς καὶ ὁ βροῦχος καὶ ἡ ἐρυσίβη καὶ ἡ κάμπη, ἡ δύναμίς μου ἡ μεγάλη ἣν ἐξαπέστειλα εἰς ὑμᾶς·
「そして、いなご、若いいなご、害虫、毛虫――私があなた方に送り込んだ私の大いなる軍勢――が食い尽くした年月に対して、私はあなた方に埋め合わせをする。
§2.26καὶ φάγεσθε ἐσθίοντες καὶ ἐμπλησθήσεσθε, καὶ αἰνέσετε τὸ ὄνομα Κυρίου τοῦ θεοῦ ὑμῶν, ἄ ἐποίησεν μεθʼ ὑμῶν εἰς θαυμάσια, καὶ οὐ μὴ καταισχυνθῇ ὁ λαός μου εἰς τὸν αἰῶνα·
あなた方は豊かに食べて満ち足り、あなた方のうちに不思議な驚くべきことを行われたあなた方の神、主の名を賛美する。 私の民は、とこしえに決して恥を受けることはない。
§2.27καὶ ἐπιγνόσεσθε ὅτι ἐν μέσῳ τοῦ Ἰσραὴλ ἐγὼ εἰμι, καὶ ἐγὼ Κύριος ὁ θεὸς ὑμῶν, καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμοῦ, καὶ οὐ μὴ καταισχυνθῶσιν ἔτι ὁ λαός μου εἰς τὸν αἰῶνα.
そして、私がイスラエルのただ中におり、私があなた方の神、主であり、私のほかには誰もいないことを、あなた方は知るようになる。 私の民は、とこしえに決して再び恥を受けることはない。
§2.28Καὶ ἔσται μετὰ ταῦτα καὶ ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν, καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται, καὶ οἱ νεαυίσκοι ὑμῶν ὁράσεις ὄψονται·
その後、次のようなことが起こる。 私は私の霊をすべての人に注ぐ。 あなた方の息子や娘たちは預言し、あなた方の老人は夢を見、あなた方の若者は幻を見る。
§2.29καὶ ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου·
その日、私は奴隷たちや女奴隷たちの上にも、私の霊を注ぐ。
§2.30καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ·
そして私は天に不思議な兆しを、地には血と火と立ち上る煙を示す。
§2.31ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἵμα πρὶν ἐλθεῖν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ·
主の大いなる輝かしい日が来る前に、太陽は暗闇に、月は血に変わる。
§2.32καὶ ἔσται πᾶς ὅς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται ὅτι ἐν τῷ ὄρει Σειὼν καὶ ἐν Ἰερουσαλὴμ ἔσται ἀνασωζόμενος, καθότι εἶπεν Κύριος, καὶ εὐαγγελιζόμενοι οὓς Κύριος προσκέκληται.
そして、主の名を呼び求める者はみな救われる。 主が言われたように、シオンの山とエルサレムには逃れる者がおり、主が召される、良き知らせを受ける者たちがいるからである。 」