§1.1ΚAI ἐγένετο λόγος Κυρίου πρὸς Μειχαίαν τὸν τοῦ Μωρασθεὶ ἐν ἡμέραις Ἰωαθὰμ καὶ Ἀχὰζ καὶ Ἐζεκίου βασιλέων Ἰούδα, ὑπέρ ὧν εἶδεν περὶ Σαμαρείας καὶ περὶ Ἰερουσαλήμ.
ユダの王たち、ヨアタム、アハズ、ヒゼキヤの日に、モラスティの者ミカに臨んだ主の言葉。 それは彼がサマリアとエルサレムについて見たものである。
§1.2Ἀκούσατε, λαοί, λόγους, καὶ προσεχέτω ἡ γῆ καὶ πάντες οἱ ἐν αὐτῇ, καὶ ἔσται κύριος Κύριος ἐν ὑμῖν εἰς μαρτύριον, Κύριος ἐξ οἴκου ἁγίου αὐτοῦ.
諸々の民よ、言葉を聞け。 地とそこに住むすべての者よ、耳を傾けよ。 主なる神が汝らの中で証人となられる。 主はその聖なる宮から。
§1.3διότι ἰδοὺ Κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ, καὶ καταβήσεται ἐπὶ τὰ ὕψη τῆς γῆς,
見よ、主がそのおられる場所から出て来られ、下って地の高い所を踏み歩かれるからである。
§1.4καὶ σαλευθήσεται τὰ ὄρη ὑποκάτωθεν αὐτοῦ, καὶ αἱ κοιλάδες τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρός, καὶ ὡς ὕδωρ καταφερόμενον ἐν καταβάσει.
山々は主の足の下で揺れ動き、谷々は火の前の蝋のように、また坂道を流れ落ちる水のように溶け去る。
§1.5διὰ ἀσέβειαν Ἰακὼβ πάντα ταῦτα, καὶ διὰ ἁμαρτίαν οἴκου Ἰσραήλ.
これらすべてはヤコブの不敬神のためであり、イスラエルの家の罪のためである。
τίς ἡ ἀσέβεια τοῦ Ἰακώβ, οὐ Σαμάρεια καὶ τίς ἡ ἁμαρτία οἵκου Ἰούδα, οὐχὶ Ἰερουσαλήμ;
ヤコブの不敬神とは何か。 サマリアではないか。 ユダの家の罪とは何か。 エルサレムではないか。
§1.6καὶ θήσομαι Σαμάρειαν εἰς ὀπωροφυλάκιον ἀγροῦ καὶ εἰς φυτίαν ἀμπελῶνος, καὶ κατασπάσω εἰς χάος τοὺς λίθους αὐτῆς, καὶ τὰ θεμέλια αὐτῆς ἀποκαλύψω·
それゆえ私はサマリアを野の果物小屋とし、葡萄園の植え込み地とする。 私はその石を奈落へと引き落とし、その礎を露わにする。
§1.7καὶ πάντα τὰ γλυπτὰ αὐτῆς κατακόψουσιν, καὶ πάντα τὰ μισθώματα αὐτῆς ἐμπρήσουσιν ἐν πυρί, καὶ πάντα τὰ εἴδωλα αὐτῆς θήσομαι εἰς ἀφανισμόν·
そのすべての彫像は打ち砕かれ、そのすべての売淫の報酬は火で焼かれ、そのすべての偶像を私は破壊して消し去る。
διότι ἐκ μισθωμάτων πορνείας συνήγαγεν, καὶ ἐκ μισθωμάτων πορνείας συνέστρεψεν.
なぜなら、彼女は売淫の報酬から集め、売淫の報酬からそれらをまとめ上げたからである。
§1.8ἔυεκεν τούτου κόψεται καὶ θρηνήσει, πορεύσεται ἀνυπόδετος καὶ γυμνή, ποιήσεται κοπετὸν ὡς δρακόντων καὶ πένθος ὡς θυγατέρων σειρήνων·
このために、彼女は胸を叩いて嘆き悲しみ、裸足で裸で歩き、竜たちのように胸を叩いて嘆き、セイレーンの娘たちのように喪に服すであろう。
§1.9ὅτι κατεκράτησεν ἡ πληγὴ αὐτῆς, διότι ἥλθεν ἕως Ἰούδα καὶ ἥψατο ἕως πύλης λαοῦ μου, ἕως Ἰερουσαλήμ.
彼女の傷は深く癒やしがたいからである。 それはユダにまで達し、私の民の門、エルサレムにまで及んだからである。
§1.10Οἱ ἐν Γέθ, μὴ μεγαλύνεσθε, οἱ ἐν Ἀκείμ, μὴ ἀνοικοδομεῖτε ἐξ οἴκου καταγέλωτα·
ガトにいる者たちよ、誇るな。 アケイムにいる者たちよ、家のからかいから建て直そうとするな。
γῆν καταπάσασθε καταγέλωτα ὑμῶν·
汝らの嘲笑の塵を自らに振りかけよ。
§1.11κατοικοῦσα καλῶς τὰς πόλεις αὐτῆς, οὐκ ἐξῆλθεν κατοικοῦσα Σεναάρ, κόψασθαι οἶκον ἐχόμενον αὐτῆς·
自らの街々に美しく住まう女よ、セナアルに住まう女は出て来なかった。 自らに隣り合う家のために胸を叩いて嘆くために。
λήμψεται ἐξ ὑμῶν πληγὴν ὀδύνης.
彼女は汝らから苦痛の打撃を受けるであろう。
§1.12τίς ἡρξατο εἰς ἀγαθὰ κατοικούσῃ ὀδύνας;
誰が、平穏に住まう女に対して、善きことの代わりに苦痛を始めただろうか。
ὅτι κατέβη κακὰ παρὰ Κυρίου ἐπὶ πύλας Ἰερουσαλήμ,
主のもとからエルサレムの門に災いが下ったからである。
§1.13ψόφος ἁρμάτων καὶ ἱππευόντων.
戦車と騎兵の騒音よ。
κατοικοῦσα λαχεἱς ἀρχηγὸς ἁμαρτίας αὕτη ἐστὶν τῇ θυγατρὶ Σειών, ὅτι ἐν σοὶ εὑρέθησαν ἀσέβειαι τοῦ Ἰσραήλ.
ラキシュに住まう女よ、彼女こそがシオンの娘に対する罪の首謀者である。 イスラエルの不敬神が汝の中に見出されたからである。
§1.14διὰ τοῦτο δώσει ἐξαποστελλομένους ἕως κληρονομίας Γέθ, οἴκους ματαί ους, εἰς κενὸν ἐγένοντο τοῖς βασιλεῦσιν τοῦ Ἰσραήλ·
それゆえ彼女はガトの遺領にまで、送り出される者を与えるであろう。 空しき家々は、イスラエルの王たちにとって虚しいものとなった。
§1.15ἕως τοῖς κληρονόμους ἀγάγωσιν, κατοικοῦσα Λάχεις·
ラキシュに住まう女よ、相続人たちが彼らを連れて来るまでに至る。
κληρονομία ἕως Ὀδολλὰμ ἤξει, ἡ δόξα τῆς θυγατρὸς Ἰσραήλ.
イスラエルの娘の栄光は、アドラムにまで至るであろう。
§1.16ξύρησαι καὶ κεῖραι ἐπὶ τὰ τέκνα τὰ τρυφερά σου, ἐνπλάτυνον τὴν χηρίαν σου ὡς ἀετός, ὅτι ήχμαλωτεύθησαν ἀπὸ σοῦ.
汝の愛する子どもたちのために、髪を剃り、髪を切れ。 鷲のように汝の禿げを広げよ。 彼らが汝から捕囚となって去ったからである。