Humanitext Reader

七十士译本 · 弥迦书 §1.1-1.16

对撒玛利亚和耶路撒冷的审判与哀哭

第 1 段,共 7 段 · 希腊语

内容简介

耶和华的话临到先知弥迦,宣告因着撒玛利亚和耶路撒冷的罪恶,神将施行毁灭性的审判,并描绘了周边各城邑因此陷入极度哀痛的景象。

§1.1ΚAI ἐγένετο λόγος Κυρίου πρὸς Μειχαίαν τὸν τοῦ Μωρασθεὶ ἐν ἡμέραις Ἰωαθὰμ καὶ Ἀχὰζ καὶ Ἐζεκίου βασιλέων Ἰούδα, ὑπέρ ὧν εἶδεν περὶ Σαμαρείας καὶ περὶ Ἰερουσαλήμ.
当犹大王约坦、亚哈斯、希西家在位的时候,耶和华的话临到摩拉斯人弥迦,就是他关于撒玛利亚和耶路撒冷所见的异象。
§1.2Ἀκούσατε, λαοί, λόγους, καὶ προσεχέτω ἡ γῆ καὶ πάντες οἱ ἐν αὐτῇ, καὶ ἔσται κύριος Κύριος ἐν ὑμῖν εἰς μαρτύριον, Κύριος ἐξ οἴκου ἁγίου αὐτοῦ.
万民哪,你们要听这些话! 地和其上所有的,都要留心听! 主耶和华必在你们中间作证,主必从祂的圣殿中作证。
§1.3διότι ἰδοὺ Κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ, καὶ καταβήσεται ἐπὶ τὰ ὕψη τῆς γῆς,
因为看哪,主必从祂的地方出来,降临并踏在地的至高处。
§1.4καὶ σαλευθήσεται τὰ ὄρη ὑποκάτωθεν αὐτοῦ, καὶ αἱ κοιλάδες τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρός, καὶ ὡς ὕδωρ καταφερόμενον ἐν καταβάσει.
大山必在祂以下震动,谷地必熔化,如蜡在火前,如水冲下陡坡。
§1.5διὰ ἀσέβειαν Ἰακὼβ πάντα ταῦτα, καὶ διὰ ἁμαρτίαν οἴκου Ἰσραήλ.
这都是因雅各的罪过,因以色列家的罪恶。
τίς ἡ ἀσέβεια τοῦ Ἰακώβ, οὐ Σαμάρεια καὶ τίς ἡ ἁμαρτία οἵκου Ἰούδα, οὐχὶ Ἰερουσαλήμ;
雅各的罪过是什么? 岂不是撒玛利亚吗? 犹大家的罪恶是什么? 岂不是耶路撒冷吗?
§1.6καὶ θήσομαι Σαμάρειαν εἰς ὀπωροφυλάκιον ἀγροῦ καὶ εἰς φυτίαν ἀμπελῶνος, καὶ κατασπάσω εἰς χάος τοὺς λίθους αὐτῆς, καὶ τὰ θεμέλια αὐτῆς ἀποκαλύψω·
所以,我必使撒玛利亚变为田野的看果小屋,作为栽种葡萄园之处;我必将她的石头拉下深渊,露出她的根基。
§1.7καὶ πάντα τὰ γλυπτὰ αὐτῆς κατακόψουσιν, καὶ πάντα τὰ μισθώματα αὐτῆς ἐμπρήσουσιν ἐν πυρί, καὶ πάντα τὰ εἴδωλα αὐτῆς θήσομαι εἰς ἀφανισμόν· διότι ἐκ μισθωμάτων πορνείας συνήγαγεν, καὶ ἐκ μισθωμάτων πορνείας συνέστρεψεν.
她的一切雕刻偶像必被打碎,她所有的淫资必被火烧,她所有的偶像我必毁灭;因为她是从妓女的雇价中聚集来的,也必归回妓女的雇价之中。
§1.8ἔυεκεν τούτου κόψεται καὶ θρηνήσει, πορεύσεται ἀνυπόδετος καὶ γυμνή, ποιήσεται κοπετὸν ὡς δρακόντων καὶ πένθος ὡς θυγατέρων σειρήνων·
为此,她必捶胸哀哭,赤脚赤身而行;她必哀号如野狗,悲叹如塞壬之女。
§1.9ὅτι κατεκράτησεν ἡ πληγὴ αὐτῆς, διότι ἥλθεν ἕως Ἰούδα καὶ ἥψατο ἕως πύλης λαοῦ μου, ἕως Ἰερουσαλήμ.
因为她的伤痕无法医治,甚至延及犹大,直抵我民的城门,直到耶路撒冷。
§1.10Οἱ ἐν Γέθ, μὴ μεγαλύνεσθε, οἱ ἐν Ἀκείμ, μὴ ἀνοικοδομεῖτε ἐξ οἴκου καταγέλωτα· γῆν καταπάσασθε καταγέλωτα ὑμῶν·
在迦特的人哪,不要自大;在阿基姆的人哪,不要从戏笑之家重建;要把你们戏笑的尘土撒在自己身上。
§1.11κατοικοῦσα καλῶς τὰς πόλεις αὐτῆς, οὐκ ἐξῆλθεν κατοικοῦσα Σεναάρ, κόψασθαι οἶκον ἐχόμενον αὐτῆς· λήμψεται ἐξ ὑμῶν πληγὴν ὀδύνης.
居美于城中的居民哪,居于示那的居民并未出来,为那与她邻近之家的捶胸哀哭;她必从你们中间遭受痛苦的打击。
§1.12τίς ἡρξατο εἰς ἀγαθὰ κατοικούσῃ ὀδύνας;
谁开始给那安居的居民带来痛苦以代替福乐?
ὅτι κατέβη κακὰ παρὰ Κυρίου ἐπὶ πύλας Ἰερουσαλήμ, §1.13ψόφος ἁρμάτων καὶ ἱππευόντων.
因为灾祸从耶和华那里降临,直达耶路撒冷的城门,战车和骑兵的喧嚣啊!
κατοικοῦσα λαχεἱς ἀρχηγὸς ἁμαρτίας αὕτη ἐστὶν τῇ θυγατρὶ Σειών, ὅτι ἐν σοὶ εὑρέθησαν ἀσέβειαι τοῦ Ἰσραήλ.
居于拉吉的居民哪,她正是锡安女子犯罪的元凶,因为在你那里发现了以色列的罪过。
§1.14διὰ τοῦτο δώσει ἐξαποστελλομένους ἕως κληρονομίας Γέθ, οἴκους ματαί ους, εἰς κενὸν ἐγένοντο τοῖς βασιλεῦσιν τοῦ Ἰσραήλ·
因此,她必将打发的人送往迦特的产业,虚空的房屋,对以色列众王来说,成了虚无之物。
§1.15ἕως τοῖς κληρονόμους ἀγάγωσιν, κατοικοῦσα Λάχεις· κληρονομία ἕως Ὀδολλὰμ ἤξει, ἡ δόξα τῆς θυγατρὸς Ἰσραήλ.
居于拉吉的居民哪,直到他们领来承受产业的人;以色列女子的荣耀必达到亚杜兰。
§1.16ξύρησαι καὶ κεῖραι ἐπὶ τὰ τέκνα τὰ τρυφερά σου, ἐνπλάτυνον τὴν χηρίαν σου ὡς ἀετός, ὅτι ήχμαλωτεύθησαν ἀπὸ σοῦ.
你当为你所喜爱的儿女剃头剪发;要使你的光秃宽阔如鹰,因为他们都被掳去离开你了。

词汇与语法注释

  1. 1.1ὑπὲρ ὧν — 关系代词 ὧν 为中性复数,指代弥迦所看见的“(多个)异象或事迹”。介词 ὑπέρ 在此表示“关于”(与 περί 同义)。
  2. 1.10ἐξ οἴκου καταγέλωτα — 希腊语翻译者(七十士译本)将希伯来语地名“伯·亚弗拉”(意为灰尘之家)意译或通过双关修辞解译为“嘲笑之家”的表达。
  3. 1.11κατοικοῦσα — 阴性单数分词,作呼格使用,指代拟人化的城市或其中的女性居民。
  4. 1.15τοῖς κληρονόμους — 抄本中的语法混乱现象,其中与格冠词 τοῖς 与宾格名词 κληρονόμους 不一致。这很可能是动词 ἀγάγωσιν 的直接宾语(应为宾格 τοὺς κληρονόμους)的抄写错误或格的混淆。

引用这一段

七十士译本, 弥迦书 §1.1-1.16. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0527.tlg038.humanitext-grc1:1.1-1.16

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。