§8.1(1)Οὕτως ἔδειξέν μοι κύριος Κύριος, ¹καὶ ἰδοὺ ἄγγος ἰξευτοῦ·
主なる神は私にこのように示された。 見よ、鳥捕りの籠。
καὶ εἶπεν Τί οὺ βλέπεις, Ἀμώς;
そして主は言われた。 「アモスよ、あなたは何を見ているのか。
καὶ εἶπα Ἄγγος ἰξευτοῦ.
」私は言った。 「鳥捕りの籠です。
§8.2καὶ εἶπεν Κύριος πρὸς μέ Ἥκει τὸ πέρας ἐπὶ τὸν λαόν μου Ἰσραήλ, οὐ προσθήσω ἔτι τοῦ παρελθεῖν αὐτόν.
」すると主は私に言われた。 「私の民イスラエルに終わりが来た。 私はもはや彼を通り過ぎることを繰り返さない。
§8.3καὶ ὀλολύξει τὰ φατνώματα τοῦ ναοῦ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει κύριος Κύριος·
」「その日には、神殿の格天井は泣き叫ぶ」と主なる神は言われる。
πολὺς ὁ πεπτωκὼς ἐν παντὶ τόπῳ, ἐπιρρίψω σιωπήν.
「至る所で倒れた者は数多く、私は沈黙を投げかける。
§8.4ἀκούσατε δὴ ταῦτα οἱ ἐκτρίβοντες εἰς τὸ πρωὶ πένητα, καὶ καταδυναστεύοντες πτωχοὺς ἀπὸ τῆς γῆς,
」朝から貧しい者を押さえつけ、地の困窮した人々を虐げる者たちよ、これを聞け。
§8.5λέγοντες Πότε διελεύσεται ὁ μὴν καὶ ἐμπολήσομεν, καὶ τὰ σάββατα καὶ ἀνοίξομεν θησαυρὸν τοῦ ποιῆσαι μικρὸν μέτρον, καὶ τοῦ μεγαλῦναι στάθμιον καὶ ποιῆσαι ζυγὸν ἄδικον,
あなたがたは言う。 「新月祭はいつ過ぎ去り、私たちが商売できるようになるのか。 安息日はいつ終わり、私たちが蔵を開けて、升を小さくし、重りを重くし、不正な天秤を使えるようになるのか。
§8.6τοῦ κτᾶσθαι ἐν ἀργυρίῳ καὶ πτωχοὺς καὶ ταπεινὸν ἀντὶ ὑποδημάτων, καὶ ἀπὸ παντὸς γενήματος ἐμπορευσόμεθα;
また、銀で貧しい者を、靴一足で貧困な者を買い取り、あらゆる穀物のくずを売りさばこうとするのか。
§8.7ὀμνύει Κύριος κατὰ τῆς ὑπερηφανίας Ἰακώβ Εἰ ἐπιλησθήσεται εἰς νῖκος πάντα τὰ ἔργα ὑμῶν,
」主はヤコブの誇りにかけて誓われる。 「私はあなたがたのすべての悪行を、永久に決して忘れない。
§8.8καὶ ἐπὶ τούτοις οὐ ταραχθήσεται ἡ γῆ, καὶ πενθήσει πᾶς ὁ κατοικῶν ἐν αὐτῇ, καὶ ἀναβήσεται ὡς ποταμὸς συντέλεια, καὶ καταβήσεται ὡς ποταμὸς Αἰγύπτου.
これらによって、地は揺れ動かないだろうか。 そこに住むすべての者は嘆き悲しまないだろうか。 破滅は川のように湧き上がり、エジプトの川のように沈むだろう。
§8.9καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει κύριος Κύριος, καὶ δύσεται ὁ ἥλιος μεσημβρίας. καὶ συσκοτάσει ἐπὶ τῆς γῆς ἐν ἡμέρᾳ τὸ φῶς·
その日には、」と主なる神は言われる。 「真昼に太陽を沈ませ、真昼に地を暗くする。
§8.10καὶ μεταστρέψω τὰς ἑορτὰς ὑμῶν εἰς πένθος, καὶ πάσας τὰς ᾠδὰς ὑμῶν εἰς θρῆνον, καὶ ἀναβιβῶ ἐπὶ πᾶσαν ὀσφὺν σάκκον, καὶ ἐπὶ πᾶσαν κεφαλὴν φαλάκρωμα, καὶ θήσομαι αὐτὸν ὡς πένθος ἀγαπητοῦ, καὶ τοὺς μετʼ αὐτοῦ ὡς ἡμέραν ὀδύνης.
私はあなたがたの祭りを嘆きに変え、すべての歌を哀歌に変える。 すべての腰に粗布をまとわせ、すべての頭をはげにし、独り子の死を悼むようにその時を嘆きと化し、その最後を苦悶の日とする。
§8.11ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος.
見よ、その日が来る、と主は言われる。
καὶ ἐξαποστελῶ λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτων οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κύριου·
私は地の上に飢えを送る。 パンの飢えでもなく、水の渇きでもなく、主の言葉を聞くことの飢えを。
§8.12καὶ σαλευθἡσονται ὕδατα τῆς θαλάσσης, καὶ ἀπὸ βορρᾶ ἕως ἀνατολῶν περιδραμοῦνται ζητοῦντες τὸν λόγον Κυρίου καὶ οὐ μὴ εἰρωσιν.
海の水は揺れ動き、人々は北から東まで、主の言葉を求めて走り回るが、それを見いだすことはない。
§8.13ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκλείψουσιν αἱ παρθένοι αἱ καλαὶ καὶ οἱ νεανίσκοι ἐν δίψει,
その日には、美しい乙女たちも、若者たちも、渇きのために衰え果てる。
§8.14οἱ ὀμνύοντες κατὰ τοῦ ἱλασμοῦ Σαμαρείας, καὶ οἱ λέγοντες Ζῇ ὁ θεός σου, Δάν, καὶ ζῇ ὁ θεός σου, δηρσάβεε.
サマリアの贖罪にかけて誓い、「ダンよ、あなたの神は生きている」と言い、「ベエル・シェバよ、あなたの神は生きている」と言う者たち。
καὶ πεσοῦνται καὶ οὐ μὴ ἀναστῶσιν ἔτι.
彼らは倒れ、もはや再び立ち上がることはない。