§1.1ΛΟΓΟΙ Ἀμὼς οἱ ἐγένοντο ἐν Ἀκκαρεὶμ ἐν Θεκοῦε, οὓς εἶδεν ὑπέρ Ἰερουσαλὴμ ἐν ἡμέραις Οζείου βασιλέως Ἰούδα καὶ ἐν ἡμέραις Ἰεροβοὰμ τοῦ Ἰωὰς βασιλέως Ἰσραήλ, πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ.
ΛΟΓΟΙ Ἀμὼς テコアのアッカレイムにいたアモスの言葉。 これは、ユダの王オジアスの時代、またイスラエルの王、ヨアスの男の子ヤロボアムの時代、地震の二年前、彼がエルサレムについて見たものである。
§1.2Καὶ εἶπεν Κύριος ἐκ Σιὼν ἐφθέγξατο, καὶ ἐξ Ἰερουσαλήμ ἔδωκεν φωνὴν αὐτοῦ, καὶ ἐπένθησαν αἱ νομαὶ τῶν ποιμένων, καὶ ἐξηράνθη ἡ κορυφὴ τοῦ Καρμήλου.
そして彼は言った、主はシオンから叫び、エルサレムからその声を放たれた。 羊飼いたちの牧草地は嘆き、カルメルの頂は枯れた。
§1.3Καὶ εἶπεν Κύριος Ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Δαμασκοῦ καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν, ἀνθʼ ὧν ἔπριζον πρίοσιν σιδηροῖς τὰς ἐν γαστρὶ §ἐχούσας τῶν ἐν Γαλαάδ·
そして主は言われた。 「ダマスコの三つの不義、いや、四つの不義のゆえに、私は彼を免じることはない。 なぜなら、彼らは鉄の鋸でギレアドにいる§妊婦たちを鋸で挽いたからである。
§1.4καὶ ἐξαποστελῶ πῦρ εἰς τὸν οἶκον Ἁζαήλ, καὶ καταφάγεται θεμέλια υἱοῦ Ἁδέρ·
私はハザエルの家に火を送り、それはアデルの男の子の礎を食い尽くす。
§1.5καὶ συντρίψω μοχλοὺς Δαμασκοῦ, καὶ ἐξολεθρεύσω κατοικοῦντας ἐκ πεδίου Ὤν, καὶ κατακόψω φυλὴν ἐξ ἀνδρῶν Χάρράν, καὶ αἰχμαλωτευθήσεται λαὸς Συρίας ἐπίκλητος, λέγει Κύριος.
私はダマスコの閂を砕き、オンの平野から住民を絶やし、ハランの男たちから部族を切り倒す。 そして、シリアの高名な民は捕囚として引かれていくと、主は言われる。 」主はこう言われる。
§1.6Τάδε λέγει Κύριος Ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Γάζης καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτούς, ἕνεκεν τοῦ αἰχμαλωτεῦσαι αὐτοὺς αἰχμαλωσίαν τοῦ Σαλωμών, τοῦ συγκλεῖσαι εἰς τὴν Ἰδουμαίαν·
「ガザの三つの不義、いや、四つの不義のゆえに、私は彼らを免じることはない。 なぜなら、彼らはソロモンの捕囚をことごとく捕囚として、イドゥマヤへと引き渡したからである。
§1.7καὶ ἐξαποστελῶ πῦρ ἐπὶ τὰ τείχη Γάζης, καὶ καταφάγεται θεμέλια αὐτῆς.
私はガザの城壁に火を送り、それはその礎を食い尽くす。
§1.8καὶ ἐξολεθρεύσω κατοικοῦντας ἐξ Ἀζώτου, καὶ ἐξαρθήσεται φυλὴ ἐξ Ἀσκάλωνος, καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ Ἀκκαρών, καὶ ἀπολοῦνται οἱ κατάλοιποι τῶν ἀλλοφύλων, λέγει Κύριος.
私はアゾトから住民を絶やし、アスカロンから部族を取り除き、アッカロンの上に私の手を伸ばす。 そして、外国人たちの残りの者は滅びると、主は言われる。 」主はこう言われる。
§1.9Τάδε λέγει Κύριος Ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Γύρου καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτήν, ἀνθʼ ὧν συνέκλεισαν αἰχμαλωσίαν τοῦ Σαλωμὼν εἰς τὴν Ἰδουμαίαν, καὶ οὐκ ἐμνήσθησαν διαθήκης ἀδελφῶν·
「テイルスの三つの不義、いや、四つの不義のゆえに、私は彼女を免じることはない。 なぜなら、彼らはソロモンの捕囚をイドゥマヤへと引き渡し、兄弟たちの契約を覚えなかったからである。
§1.10καὶ ἐξαποστελῶ πῦρ ἐπὶ τὰ¶ τείχη Τύρου, καὶ καταφάγεται τὰ θεμέλια αὐτῆς.
私はテイルスの¶城壁に火を送り、それはその礎を食い尽くす。 」主はこう言われる。
§1.11Τάδε λέγει Κύριος Ἐπὶ ταῖς τρισὶν ἀσεβείαις τῆς Ἰδουμαίας καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτούς, ἕνεκα τοῦ διῶξαι αὐτοὺς ἐν ῥομφαίᾳ τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἐλυμήνατο μητέρα ἐπὶ γῆς.
「イドゥマヤの三つの不義、いや、四つの不義のゆえに、私は彼らを免じることはない。 なぜなら、彼らは剣をもって己の兄弟を追跡し、地上で母親を損なったからである。
καὶ ἥρπασεν εἰς μαρτύριον φρίκην αὐτοῦ, καὶ τὸ ὅρμημα αὐτοῦ ἐφύλαξεν εἰς νῖκος·
また、彼はその恐怖を証言として奪い去り、その怒りを最後まで保った。
§1.12καὶ ἐξαποστελῶ πῦρ εἰς Θαιμάν, καὶ καταφάγεται θεμέλια τειχέων αὐτῆς.
私はタイマンに火を送り、それはその城壁の礎を食い尽くす。 」主はこう言われる。
§1.13Τάδε λέγει Κύριος Ἐπὶ ταῖς τρισὶν ἀσεβείαις υἱῶν Ἀμμὼν καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν, ἀνθʼ ὧν ἀνέσχιζον τὰς ἐν γαστρὶ ἐχούσας τῶν Γαλααδειτῶν, ὅπως ἐνπλατύνωσιν τὰ ὅρια ἑαυτῶν·
「アンモンの子らの三つの不義、いや、四つの不義のゆえに、私は彼を免じることはない。 なぜなら、彼らは自分たちの境界を広げるために、ギレアドの妊婦たちの腹を裂いたからである。
§1.14καὶ ἀνάψω πῦρ ἐπὶ τὰ τείχη Ῥαββά, καὶ καταφάγεται θεμέλια αὐτῆς μετὰ κραυγῆς ἐν ἡμέρᾳ πολέμου, καὶ σεισθήσεται ἐν ἡμέραις συντελείας αὐτῆς·
私はラバの城壁に火を点じ、それは戦いの日における叫び声とともにその礎を食い尽くし、その破滅の日に揺り動かされる。
§1.15καὶ πορεύσονται οἱ βασιλεῖς αὐτῆς ἐν αἰχμαλωσίᾳ, οἱ ἱερεῖς αὐτῶν καὶ οἱ ἄρχοντες αὐτῶν ἐπὶ τὸ αὐτό, λέγει Κύριος.
その王たちは捕囚となって行き、彼らの祭司たちも彼らの支配者たちも共に去ると、主は言われる。 」