Humanitext Reader

七十士译本 · 阿摩司书 §1.1-1.15

阿摩司的蒙召与对周边列国的审判

第 1 段,共 9 段 · 希腊语

内容简介

阿摩司书第一章开头,先知宣告了主的审判之言,预言神将因大马士革、迦萨、泰尔、以东、亚扪等周边国家的罪过而对它们施加惩罚与毁灭。

§1.1ΛΟΓΟΙ Ἀμὼς οἱ ἐγένοντο ἐν Ἀκκαρεὶμ ἐν Θεκοῦε, οὓς εἶδεν ὑπέρ Ἰερουσαλὴμ ἐν ἡμέραις Οζείου βασιλέως Ἰούδα καὶ ἐν ἡμέραις Ἰεροβοὰμ τοῦ Ἰωὰς βασιλέως Ἰσραήλ, πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ.
提哥亚的阿卡里姆的牧人阿摩司的话。 在犹大王乌西雅的群星时代,以及以色列王约阿施的儿子耶罗波安的时代,地震前两年,他见到了关乎耶路撒冷的启示。
§1.2Καὶ εἶπεν Κύριος ἐκ Σιὼν ἐφθέγξατο, καὶ ἐξ Ἰερουσαλήμ ἔδωκεν φωνὴν αὐτοῦ, καὶ ἐπένθησαν αἱ νομαὶ τῶν ποιμένων, καὶ ἐξηράνθη ἡ κορυφὴ τοῦ Καρμήλου.
他说:主从锡安吼叫,从耶路撒冷发出声音;牧人的草场哀哭,迦密的山顶枯干。
§1.3Καὶ εἶπεν Κύριος Ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Δαμασκοῦ καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν, ἀνθʼ ὧν ἔπριζον πρίοσιν σιδηροῖς τὰς ἐν γαστρὶ §ἐχούσας τῶν ἐν Γαλαάδ·
主这样说:“因为大马士革三番四次地犯罪,我必不免除对他的惩罚;因为他们用铁犁粉碎了基列的§孕妇。
§1.4καὶ ἐξαποστελῶ πῦρ εἰς τὸν οἶκον Ἁζαήλ, καὶ καταφάγεται θεμέλια υἱοῦ Ἁδέρ·
我要降火在哈薛的家中,烧灭便哈达的宫殿。
§1.5καὶ συντρίψω μοχλοὺς Δαμασκοῦ, καὶ ἐξολεθρεύσω κατοικοῦντας ἐκ πεδίου Ὤν, καὶ κατακόψω φυλὴν ἐξ ἀνδρῶν Χάρράν, καὶ αἰχμαλωτευθήσεται λαὸς Συρίας ἐπίκλητος, λέγει Κύριος.
我必折断大马士革的门闩,剪除亚文平原的居民和哈兰的持权者;叙利亚的高贵人民必被掳去,这是主说的。
§1.6Τάδε λέγει Κύριος Ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Γάζης καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτούς, ἕνεκεν τοῦ αἰχμαλωτεῦσαι αὐτοὺς αἰχμαλωσίαν τοῦ Σαλωμών, τοῦ συγκλεῖσαι εἰς τὴν Ἰδουμαίαν·
” 主这样说:“因为迦萨三番四次地犯罪,我必不免除对他们的惩罚;因为他们将所罗门全部的俘虏都掳去,交付给以东。
§1.7καὶ ἐξαποστελῶ πῦρ ἐπὶ τὰ τείχη Γάζης, καὶ καταφάγεται θεμέλια αὐτῆς.
我要降火在迦萨的城墙上,烧灭其中的宫殿。
§1.8καὶ ἐξολεθρεύσω κατοικοῦντας ἐξ Ἀζώτου, καὶ ἐξαρθήσεται φυλὴ ἐξ Ἀσκάλωνος, καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ Ἀκκαρών, καὶ ἀπολοῦνται οἱ κατάλοιποι τῶν ἀλλοφύλων, λέγει Κύριος.
我必剪除亚实突的居民,除掉亚实基伦的持权者,并反手攻击以革伦;非利士人余剩的人民必都灭亡,这是主说的。
§1.9Τάδε λέγει Κύριος Ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Γύρου καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτήν, ἀνθʼ ὧν συνέκλεισαν αἰχμαλωσίαν τοῦ Σαλωμὼν εἰς τὴν Ἰδουμαίαν, καὶ οὐκ ἐμνήσθησαν διαθήκης ἀδελφῶν·
” 主这样说:“因为推罗三番四次地犯罪,我必不免除对她的惩罚;因为他们将所罗门的俘虏送给以东,并不记念弟兄的盟约。
§1.10καὶ ἐξαποστελῶ πῦρ ἐπὶ τὰ¶ τείχη Τύρου, καὶ καταφάγεται τὰ θεμέλια αὐτῆς.
我要降火在推罗的¶城墙上,烧灭其中的宫殿。
§1.11Τάδε λέγει Κύριος Ἐπὶ ταῖς τρισὶν ἀσεβείαις τῆς Ἰδουμαίας καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτούς, ἕνεκα τοῦ διῶξαι αὐτοὺς ἐν ῥομφαίᾳ τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἐλυμήνατο μητέρα ἐπὶ γῆς. καὶ ἥρπασεν εἰς μαρτύριον φρίκην αὐτοῦ, καὶ τὸ ὅρμημα αὐτοῦ ἐφύλαξεν εἰς νῖκος·
” 主这样说:“因为以东三番四次地犯罪,我必不免除对他们的惩罚;因为他拿刀追赶兄弟,在地上毁灭了母亲,他的怒气不停地撕裂,他的忿怒永远保留。
§1.12καὶ ἐξαποστελῶ πῦρ εἰς Θαιμάν, καὶ καταφάγεται θεμέλια τειχέων αὐτῆς.
我要降火在提幔,烧灭波斯拉的城墙宫殿。
§1.13Τάδε λέγει Κύριος Ἐπὶ ταῖς τρισὶν ἀσεβείαις υἱῶν Ἀμμὼν καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν, ἀνθʼ ὧν ἀνέσχιζον τὰς ἐν γαστρὶ ἐχούσας τῶν Γαλααδειτῶν, ὅπως ἐνπλατύνωσιν τὰ ὅρια ἑαυτῶν·
” 主这样说:“因为亚扪人三番四次地犯罪,我必不免除对他的惩罚;因为他们剖开基列的孕妇,扩张自己的疆界。
§1.14καὶ ἀνάψω πῦρ ἐπὶ τὰ τείχη Ῥαββά, καὶ καταφάγεται θεμέλια αὐτῆς μετὰ κραυγῆς ἐν ἡμέρᾳ πολέμου, καὶ σεισθήσεται ἐν ἡμέραις συντελείας αὐτῆς·
我要在拉巴的城墙上点火,在争战呐喊之日,在暴风狂烈之时,烧灭其中的宫殿。
§1.15καὶ πορεύσονται οἱ βασιλεῖς αὐτῆς ἐν αἰχμαλωσίᾳ, οἱ ἱερεῖς αὐτῶν καὶ οἱ ἄρχοντες αὐτῶν ἐπὶ τὸ αὐτό, λέγει Κύριος.
他们的君王与祭司、首领必一同被掳去,这是主说的。 ”

词汇与语法注释

  1. §1.1πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ — 介词 πρό 搭配属格(τοῦ σεισμοῦ)表示时间,意为“地震前两年”。名词 σεισμός(地震)指的是一个特定的历史事件。
  2. §1.3οὐκ ἀποστραφήσομαι αὐτόν — 动词 ἀποστρέφω(转身、撤回)的将来中动相。人称代词 αὐτόν(他,阳性单数)在语法性上与城市名 Δαμασκός(阴性名词)不一致。这是对希伯来语第三人称单数代词后缀的直译,或者是将城市的居民或君主拟人化为阳性。类似的代词变化也见于 §1.6 (αὐτούς)、§1.9 (αὐτήν)、§1.11 (αὐτούς) 和 §1.13 (αὐτόν)。
  3. §1.6τοῦ αἰχμαλωτεῦσαι ... τοῦ συγκλεῖσαι — 带属格定冠词 τοῦ 的不定式。此处表示原因(因为他们掳掠)或目的/结果,与介词 ἕνεκεν(因为)所支配的 τοῦ αἰχμαλωτεῦσαι 并列,用以表明该行为的后果。
  4. §1.9Γύρου — 抄本中的拼写 Γύρου 是原本 Τύρος(推罗)的误写或音变异体。紧接其后的 §1.10 中,该词被正确拼写为 Τύρου。
  5. §1.11ἐλυμήνατο μητέρα ἐπὶ γῆς — 希腊语译文“在地上毁灭了母亲”与希伯来语文本有所偏离。希伯来语原文为“丢弃了所有怜悯”(shichet rachamav),因希腊语译者将希伯来语的 rachamim(怜悯)误读或解释为 rechem(子宫/母亲)而产生了这一偏差。

引用这一段

七十士译本, 阿摩司书 §1.1-1.15. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0527.tlg037.humanitext-grc1:1.1-1.15

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。