§1.1ΛΟΓΟΙ Ἀμὼς οἱ ἐγένοντο ἐν Ἀκκαρεὶμ ἐν Θεκοῦε, οὓς εἶδεν ὑπέρ Ἰερουσαλὴμ ἐν ἡμέραις Οζείου βασιλέως Ἰούδα καὶ ἐν ἡμέραις Ἰεροβοὰμ τοῦ Ἰωὰς βασιλέως Ἰσραήλ, πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ.
드고아의 아카림에 있던 아모스의 말씀이라. 유다 왕 우찌야의 시대, 그리고 이스라엘 왕 요아스의 아들 여로보암의 시대, 곧 지진이 일어나기 2년 전에 그가 예루살렘에 대하여 본 것이라.
§1.2Καὶ εἶπεν Κύριος ἐκ Σιὼν ἐφθέγξατο, καὶ ἐξ Ἰερουσαλήμ ἔδωκεν φωνὴν αὐτοῦ, καὶ ἐπένθησαν αἱ νομαὶ τῶν ποιμένων, καὶ ἐξηράνθη ἡ κορυφὴ τοῦ Καρμήλου.
그가 이르되, 주님께서 시온에서 부르짖으시며 예루살렘에서 그 목소리를 내시리니, 목자들의 초원이 슬퍼하고 카르멜 산 꼭대기가 마르리로다.
§1.3Καὶ εἶπεν Κύριος Ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Δαμασκοῦ καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν, ἀνθʼ ὧν ἔπριζον πρίοσιν σιδηροῖς τὰς ἐν γαστρὶ §ἐχούσας τῶν ἐν Γαλαάδ·
주님께서 이같이 말씀하시되, “다마스쿠스의 세 가지 불의, 아니 네 가지 불의 때문에 내가 그를 돌이키지 아니하리니, 이는 그들이 철 타작기로 길르앗의 §임신한 여인들을 타작하였음이라.
§1.4καὶ ἐξαποστελῶ πῦρ εἰς τὸν οἶκον Ἁζαήλ, καὶ καταφάγεται θεμέλια υἱοῦ Ἁδέρ·
내가 하사엘의 집에 불을 보내리니 그것이 벤하닷의 요새들을 삼키리라.
§1.5καὶ συντρίψω μοχλοὺς Δαμασκοῦ, καὶ ἐξολεθρεύσω κατοικοῦντας ἐκ πεδίου Ὤν, καὶ κατακόψω φυλὴν ἐξ ἀνδρῶν Χάρράν, καὶ αἰχμαλωτευθήσεται λαὸς Συρίας ἐπίκλητος, λέγει Κύριος. §1.6Τάδε λέγει Κύριος Ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Γάζης καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτούς, ἕνεκεν τοῦ αἰχμαλωτεῦσαι αὐτοὺς αἰχμαλωσίαν τοῦ Σαλωμών, τοῦ συγκλεῖσαι εἰς τὴν Ἰδουμαίαν·
내가 다마스쿠스의 빗장을 꺾으며 온 평지에서 주민을 멸하고 하란의 사람들 중에서 규를 잡은 자를 끊으리니, 시리아의 이름 높은 백성이 사로잡혀 가리라, 주님께서 말씀하시느니라.” 주님께서 이같이 말씀하시되, “가자의 세 가지 불의, 아니 네 가지 불의 때문에 내가 그들을 돌이키지 아니하리니, 이는 그들이 솔모론의 사로잡힌 자들을 모두 사로잡아 에돔에 넘겼음이라.
§1.7καὶ ἐξαποστελῶ πῦρ ἐπὶ τὰ τείχη Γάζης, καὶ καταφάγεται θεμέλια αὐτῆς.
내가 가자 성벽에 불을 보내리니 그것이 그 요새들을 삼키리라.
§1.8καὶ ἐξολεθρεύσω κατοικοῦντας ἐξ Ἀζώτου, καὶ ἐξαρθήσεται φυλὴ ἐξ Ἀσκάλωνος, καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ Ἀκκαρών, καὶ ἀπολοῦνται οἱ κατάλοιποι τῶν ἀλλοφύλων, λέγει Κύριος. §1.9Τάδε λέγει Κύριος Ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Γύρου καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτήν, ἀνθʼ ὧν συνέκλεισαν αἰχμαλωσίαν τοῦ Σαλωμὼν εἰς τὴν Ἰδουμαίαν, καὶ οὐκ ἐμνήσθησαν διαθήκης ἀδελφῶν·
내가 아스돗에서 주민을 멸하며 아스글론에서 규를 잡은 자를 끊고 내 손을 돌려 에그론을 치리니, 이방인의 남은 자들이 멸망하리라, 주님께서 말씀하시느니라.” 주님께서 이같이 말씀하시되, “티로의 세 가지 불의, 아니 네 가지 불의 때문에 내가 그녀를 돌이키지 아니하리니, 이는 그들이 솔로몬의 사로잡힌 자들을 에돔에 넘기고 형제의 계약을 기억하지 아니하였음이라.
§1.10καὶ ἐξαποστελῶ πῦρ ἐπὶ τὰ¶ τείχη Τύρου, καὶ καταφάγεται τὰ θεμέλια αὐτῆς. §1.11Τάδε λέγει Κύριος Ἐπὶ ταῖς τρισὶν ἀσεβείαις τῆς Ἰδουμαίας καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτούς, ἕνεκα τοῦ διῶξαι αὐτοὺς ἐν ῥομφαίᾳ τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἐλυμήνατο μητέρα ἐπὶ γῆς. καὶ ἥρπασεν εἰς μαρτύριον φρίκην αὐτοῦ, καὶ τὸ ὅρμημα αὐτοῦ ἐφύλαξεν εἰς νῖκος·
내가 티로의¶ 성벽에 불을 보내리니 그것이 그 요새들을 삼키리라.” 주님께서 이같이 말씀하시되, “에돔의 세 가지 불의, 아니 네 가지 불의 때문에 내가 그들을 돌이키지 아니하리니, 이는 그가 칼로 자기 형제를 쫓아가며 지상에서 어머니를 파멸시키고, 그의 분노가 항상 찢으며 그의 노여움을 끝까지 품었음이라.
§1.12καὶ ἐξαποστελῶ πῦρ εἰς Θαιμάν, καὶ καταφάγεται θεμέλια τειχέων αὐτῆς. §1.13Τάδε λέγει Κύριος Ἐπὶ ταῖς τρισὶν ἀσεβείαις υἱῶν Ἀμμὼν καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν, ἀνθʼ ὧν ἀνέσχιζον τὰς ἐν γαστρὶ ἐχούσας τῶν Γαλααδειτῶν, ὅπως ἐνπλατύνωσιν τὰ ὅρια ἑαυτῶν·
내가 테만에 불을 보내리니 그것이 성벽의 요새들을 삼키리라.” 주님께서 이같이 말씀하시되, “암몬 자손의 세 가지 불의, 아니 네 가지 불의 때문에 내가 그를 돌이키지 아니하리니, 이는 그들이 자기 영토를 넓히고자 하여 길르앗의 임신한 여인들의 배를 갈랐음이라.
§1.14καὶ ἀνάψω πῦρ ἐπὶ τὰ τείχη Ῥαββά, καὶ καταφάγεται θεμέλια αὐτῆς μετὰ κραυγῆς ἐν ἡμέρᾳ πολέμου, καὶ σεισθήσεται ἐν ἡμέραις συντελείας αὐτῆς·
내가 랍바 성벽에 불을 놓으리니 전쟁의 날에 외침과 더불어 그것이 그 요새들을 삼키고, 파멸의 날에 흔들리리로다.
§1.15καὶ πορεύσονται οἱ βασιλεῖς αὐτῆς ἐν αἰχμαλωσίᾳ, οἱ ἱερεῖς αὐτῶν καὶ οἱ ἄρχοντες αὐτῶν ἐπὶ τὸ αὐτό, λέγει Κύριος.
그들의 왕들은 사로잡혀 가고, 그들의 제사장들과 고관들도 함께 가리라, 주님께서 말씀하시느니라.”