§2.1εἴπατε τῷ ἀδελφῷ ὑμῶν Λαός μου. καὶ τῆ ἀδελφῇ ὑμῶν Ἐλεημένη.
あなたがたの兄弟に『わたしの民』と言い、あなたがたの姉妹に『憐れまれた者』と言え。
§2.2Κρίθητε πρὸς τὴν μητέρα ὑμῶν, κρίθητε, ὅτι αὕτη οὐ γυνὴ μου καὶ ἐγὼ οὐκ ἀνὴρ αὐτῆς.
あなたがたの母と争え、争え。 なぜなら、彼女はわたしの妻ではなく、わたしは彼女の夫ではないからである。
καὶ ἐξαρῶ τὴν πορνίαν αὐτῆς ἐκ προσώπου μου καὶ τὴν μοιχείαν αὐτῆς ἐκ μέσου μαστῶν αὐτῆς,
わたしは彼女の目前からその淫行を、その乳房の間からその不倫を取り除こう。
§2.3ὅπως ἂν ἐκδύσω αὐτὴν γυμνήν, καὶ ἀποκαταστήσω αὐτὴν καθὼς ἡ ἡμέρα γενέσεως αὐτῆς· καὶ θήσω αὐτὴν ἔρημον καὶ τάξω αὐτὴν ὡς γῆν ἄνυδρον, καὶ ἀποκτενῶ αὐτὴν ἐν δίψει·
それは、わたしが彼女を裸にして、生まれた日の状態に戻し、彼女を荒れ野とし、水なき地のように据え、渇きによって彼女を殺すためである。
§2.4καὶ τὰ τέκνα αὐτῆς οὐ μὴ ἐλεήσω, ὅτι τέκνα πορνείας ἐστίν.
また、彼女の子供たちを決して憐れまない。 彼らは淫行の子らだからである。
§2.5ὅτι ἐξεπόρνευσεν ἡ μήτηρ αὐτῶν, κατῄσχυνεν ἡ τεκοῦσα αὐτά, ὅτι εἶπεν Πορεύσομαι ὀπίσω τῶν ἐραστῶν μου τῶν διδόντων μοι τοὺς ἄρτους μου καὶ τὸ ὕδωρ μου καὶ τὰ ἱμάτιά μου καὶ τὰ ὀθόνιά μου, τὸ ἔλαιόν μου καὶ πάντα ὅσα μοι καθήκει.
彼らの母は淫行を行い、彼らを生んだ者は恥ずべき振る舞いをした。 なぜなら、彼女は言ったからである。 『わたしは愛人たちの後ろを追って行こう。 彼らはわたしにパンと水、衣と麻布、油と、わたしに必要なすべてのものを与えてくれる。
§2.6διὰ τοῦτο ἰδοὺ ἐγὼ φράσσω τὴν ὁδὸν αὐτῆς ἐν σκόλοψιν, καὶ ἀνοικοδομήσω τὰς ὁδοὺς καὶ τὴν τρίβον αὐτῆς οὐ μὴ εὕρῃ·
』それゆえ、見よ、わたしは彼女の道を茨で塞ぎ、障壁を築き、彼女が自分の小道を見つけられないようにする。
§2.7καὶ καταδιώξεται τοὺς ἐραστὰς αὐτῆς καὶ οὐ μὴ καταλάβῃ αὐτούς, καὶ ζητήσει αὐτοὺς καὶ οὐ μὴ εὕρῃ αὐτούς, καὶ ἐρεῖ Πορεύσομαι καὶ ἐπιστρέψω πρὸς τὸν ἄνδρα μου τὸν πρότερον, ὅτι καλῶς μοι ἦν τότε ἡ νῦν.
彼女は愛人たちを追いかけるが、彼らに追いつくことはない。 彼らを捜し求めるが、見つけることはない。 そして彼女は言うだろう。 『わたしは行って、最初の夫のもとに帰ろう。 今よりもあの時の方が、わたしにとって良かったからである。
§2.8καὶ αὕτη οὐκ ἔγνω ὅτι ἐγὼ ἔδωκα αὐτῇ τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον, καὶ ἀργύριον ἐπλήθυνα αὐτῇ·
』しかし、彼女は、わたしが彼女に穀物とワインと油を与え、彼女のために銀を増やしたことを知らなかった。
αὕτη δὲ ἀργυρᾶ καὶ χρυσᾶ ἐποίησεν τῇ Βάαλ.
それなのに、彼女はそれらの銀や金でバアルの像を作った。
§2.9διὰ τοῦτο ἐπιστρέψω καὶ κομιοῦμαι τὸν σῖτόν μου καθʼ ὥραν αὐτοῦ καὶ τὸν οἶνόν μου ἐν καιρῷ αὐτοῦ, καὶ ἀφελοῦμαι τὰ ἱμάτιά μου καὶ τὰ ὀθόνιά μου τοῦ μὴ καλύπτειν τὴν ἀσχημοσύνην αὐτῆς·
それゆえ、わたしは引き返して、わたしの穀物をその時期に取り戻し、わたしのワインをその季節に取り戻す。 また、彼女の裸を覆わせないために、わたしの衣と麻布を取り上げる。
§2.10καὶ νῦν ἀποκαλύψω τὴν ἀκαθαρσίαν αὐτῆς ἐνώπιον τῶν ἐραστῶν αὐτῆς, καὶ οὐδεὶς οὐ μὴ ἐξέληται αὐτὴν ἐκ χειρός μου·
そして今、わたしは彼女の愛人たちの前で彼女の汚れを暴く。 誰もわたしの手から彼女を救い出すことはできない。
§2.11καὶ ἀποστρέψω πάσας τὰς εὐφροσύνας αὐτῆς, ἑορτὰς αὐτῆς καὶ τὰς νουμηνίας αὐτῆς καὶ τὰ σάββατα αὐτῆς καὶ πάσας τὰς πανηγύρεις αὐτῆς·
わたしは彼女のすべての喜び、その祭り、新月の祝い、安息日、そしてすべての例祭を終わらせる。
§2.12καὶ ἀφανιῶ ἄμπελον αὐτῆς καὶ τὰς συκᾶς αὐτῆς, ὅσα εἶπεν Μισθώματά μου ταῦτά ἐστιν ἃ ἔδωκάν μοι οἱ ἐρασταί μου, καὶ θήσομαι αὐτὰ εἰς μαρτύριον, καὶ καταφάγεται αὐτὰ τὰ θηρία τοῦ ἀγροῦ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τὰ ἑρπετὰ τῆς γῆς·
また、彼女が『これらは愛人たちがわたしにくれた報酬です』と言った、その葡萄の木といちじくの木を荒廃させ、それらを見せしめとする。 野の獣、空の鳥、地の這うものたちがそれらを食い尽くすであろう。
§2.13καὶ ἐκδικήσω ἐπʼ αὐτὴν τὰς ἡμέρας τῶν Βααλεὶμ ἐν αἷς ἐπέθυεν αὐτοῖς, καὶ περιετίθετο τὰ ἐνώτια αὐτῆς καὶ τὰ καθόρμια αὐτῆς καὶ ἐπορεύετο ὀπίσω τῶν ἐραστῶν αὐτῆς, ἐμοῦ δὲ ἐπελάθετο, λέγει Κύριος.
わたしは、彼女がバアルたちに犠牲を捧げ、耳飾りや首飾りで身を飾って愛人たちの後ろを追いかけ、わたしのことを忘れてしまったその日々について、彼女を罰する、と主は言われる。
§2.14διὰ τοῦτο ἰδοὺ ἐγὼ πλανῶ αὐτὴν καὶ τάξω αὐτὴν ὡς ἔρημον, καὶ λαλήσω ἐπὶ τὴν καρδίαν αὐτῆς,
それゆえ、見よ、わたしは彼女をいざない、彼女を荒れ野へと導き、その心に語りかける。
§2.15καὶ δώσω αὐτῇ τὰ κτήματα αὐτῆς ἐκεῖθεν καὶ τὴν κοιλάδα Ἀχὼρ διανοῖξαι σύνεσιν αὐτῆς·
わたしはそこから彼女にその所有地を与え、アコルの谷を彼女の理解を開くために与える。
καὶ ταπεινωθήσεται ἐκεῖ κατὰ τὰς ἡμέρας νηπιότητος αὐτῆς καὶ κατὰ τὰς ἡμέρας ἀναβάσεως αὐτῆς ἐκ γῆς Αἰγύπτου.
彼女はそこで、幼い日々のよう、またエジプトの地から上ってきた日々の時のようにへりくだるであろう。
§2.16καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, καλέσει με Ὁ ἀνήρ μου. καὶ οὐ καλέσει με ἔτι Βααλείμ·
その日、と主は言われる。 彼女はわたしを『わたしの夫』と呼び、もはや『わたしのバアル』とは呼ばないであろう。
§2.17καὶ ἐξαρῶ τὰ ὀνόματα τῶν Βααλεὶμ ἐκ στόματος αὐτῆς, καὶ οὐ μὴ μνησθῶσιν οὐκέτι τὰ ὀνόματα αὐτῶν.
わたしは彼女の口からバアルたちの名を取り除き、彼らの名はもはや思い出されることはない。
§2.18καὶ διαθήσομαι αὐτοῖς διαθήκην ἐν τῇ ἡμέρᾳ ἐκείνῃ μετὰ τῶν θηρίων τοῦ ἀγροῦ καὶ μετὰ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ τῶν ἑρπετῶν τῆς γῆς·
その日、わたしは彼らのために、野の獣、空の鳥、地の這うものたちと契約を結ぶ。
καὶ τόξον καὶ ῥομφαίαν καὶ πόλεμον συντρίψω ἀπὸ τῆς γῆς, καὶ κατοικιῶ σε ἐπʼ ἐλπ ίδι.
また、弓と剣と戦争を地から絶やし、あなたを希望のうちに安らかに住まわせる。
§2.19καὶ μνηστεύσομαί σε ἐμαυτῷ εἰς τὸν αἰῶνα, καὶ μνηστεύσομαί σε ἐμαυτῷ ἐν δικαιοσύνῃ καὶ ἐν κρίματι καὶ ἐν ἐλέει καὶ ἐν οἰκτειρμοῖς,
わたしは永遠にあなたをわたし自身に妻としてめとる。 正義と公道、慈しみと憐れみをもって、あなたをわたし自身に妻としてめとる。
§2.20καὶ μνηστεύσομαί σε ἐμαυτῷ ἐν πίστει, καὶ ἐπιγνώσῃ τὸν κύριον.
真実をもってあなたをわたし自身に妻としてめとる。 そして、あなたは主を知るようになる。
§2.21καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, ἐπακούσομαι τῷ οὐρανῷ, καὶ αὐτὸς ἐπακούσεται τῇ γῇ,
その日、と主は言われる。 わたしは天に応え、天は地に応える。
§2.22καὶ ἡ γῆ ἐπακούσεται τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον, καὶ αὐτὰ ἐπακούσεται τῷ Ἰεζραέλ.
地は穀物とワインと油に応え、それらはイズレエルに応える。
§2.23καὶ σπερῶ αὐτὴν ἐμαυτῷ ἐπὶ τῆς γῆς, καὶ ἀγαπήσω τὴν Οὐκ ἠγαπημένην, καὶ ἐρῶ τῷ Οὐ λαῷ μου Λαός μου εἶ σύ, καὶ αὐτὸς ἐρεῖ Κύριος ὁ θεός μου εἰ σύ.
わたしは彼女を自分自身のために地に播き、『愛されない者』を愛し、『わたしの民ではない者』に『あなたはわたしの民である』と言う。 そして彼は『あなたはわたしの神、主です』と言うであろう。