Humanitext Reader

七十士译本 · 何西阿书 §2.1-2.23

对不忠以色列的审判与复兴应许

第 2 段,共 14 段 · 希腊语

内容简介

耶和华将不贞的以色列比作行淫的妻子,宣告其罪行与将受的严厉惩罚,但最终应许要在荒野中挽回她,重建永恒的契约并恢复祝福。

§2.1εἴπατε τῷ ἀδελφῷ ὑμῶν Λαός μου. καὶ τῆ ἀδελφῇ ὑμῶν Ἐλεημένη.
要对你们的弟兄说“我的民”,对你们的姊妹说“蒙怜悯”。
§2.2Κρίθητε πρὸς τὴν μητέρα ὑμῶν, κρίθητε, ὅτι αὕτη οὐ γυνὴ μου καὶ ἐγὼ οὐκ ἀνὴρ αὐτῆς.
你们要与你们的母亲大大争辩,因为她不是我的妻子,我也不是她的丈夫。
καὶ ἐξαρῶ τὴν πορνίαν αὐτῆς ἐκ προσώπου μου καὶ τὴν μοιχείαν αὐτῆς ἐκ μέσου μαστῶν αὐτῆς, §2.3ὅπως ἂν ἐκδύσω αὐτὴν γυμνήν, καὶ ἀποκαταστήσω αὐτὴν καθὼς ἡ ἡμέρα γενέσεως αὐτῆς·
我要从我的面前除去她的淫行,从她的乳房之间除去她的奸淫,免得我剥光她,使她赤身露体,恢复到她出生的日子一样。
καὶ θήσω αὐτὴν ἔρημον καὶ τάξω αὐτὴν ὡς γῆν ἄνυδρον, καὶ ἀποκτενῶ αὐτὴν ἐν δίψει·
我必使她如荒野,使她如干渴之地,因干渴而死。
§2.4καὶ τὰ τέκνα αὐτῆς οὐ μὴ ἐλεήσω, ὅτι τέκνα πορνείας ἐστίν.
我必不怜悯她的儿女,因为他们是淫乱所生的儿女。
§2.5ὅτι ἐξεπόρνευσεν ἡ μήτηρ αὐτῶν, κατῄσχυνεν ἡ τεκοῦσα αὐτά, ὅτι εἶπεν Πορεύσομαι ὀπίσω τῶν ἐραστῶν μου τῶν διδόντων μοι τοὺς ἄρτους μου καὶ τὸ ὕδωρ μου καὶ τὰ ἱμάτιά μου καὶ τὰ ὀθόνιά μου, τὸ ἔλαιόν μου καὶ πάντα ὅσα μοι καθήκει.
因为他们的母亲行了淫乱,那怀他们的行了羞耻的事。 因为她说:“我要随从我的爱人,他们给我粮食和水,衣服和麻布,我的油和一切属于我的东西。
§2.6διὰ τοῦτο ἰδοὺ ἐγὼ φράσσω τὴν ὁδὸν αὐτῆς ἐν σκόλοψιν, καὶ ἀνοικοδομήσω τὰς ὁδοὺς καὶ τὴν τρίβον αὐτῆς οὐ μὴ εὕρῃ·
” 因此,看哪,我必用荆棘堵塞她的道路,并筑起墙垣,使她找不到自己的路径。
§2.7καὶ καταδιώξεται τοὺς ἐραστὰς αὐτῆς καὶ οὐ μὴ καταλάβῃ αὐτούς, καὶ ζητήσει αὐτοὺς καὶ οὐ μὴ εὕρῃ αὐτούς, καὶ ἐρεῖ Πορεύσομαι καὶ ἐπιστρέψω πρὸς τὸν ἄνδρα μου τὸν πρότερον, ὅτι καλῶς μοι ἦν τότε ἡ νῦν.
她必追随她的爱人,却追不上;她必寻找他们,却找不到。 然后她必说:“我要回去,回到我先前的丈夫那里,因为我那时比现在还好。
§2.8καὶ αὕτη οὐκ ἔγνω ὅτι ἐγὼ ἔδωκα αὐτῇ τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον, καὶ ἀργύριον ἐπλήθυνα αὐτῇ· αὕτη δὲ ἀργυρᾶ καὶ χρυσᾶ ἐποίησεν τῇ Βάαλ.
” 她不知道是我赐给她谷物、美酒和油,并给她增添了银子,她却用这些银子和金子去供奉巴力。
§2.9διὰ τοῦτο ἐπιστρέψω καὶ κομιοῦμαι τὸν σῖτόν μου καθʼ ὥραν αὐτοῦ καὶ τὸν οἶνόν μου ἐν καιρῷ αὐτοῦ, καὶ ἀφελοῦμαι τὰ ἱμάτιά μου καὶ τὰ ὀθόνιά μου τοῦ μὴ καλύπτειν τὴν ἀσχημοσύνην αὐτῆς·
因此,我必在收割之时收回我的谷物,在适当的季节收回我的美酒,并且夺回我的衣服和麻布,免得它们遮盖她的赤裸。
§2.10καὶ νῦν ἀποκαλύψω τὴν ἀκαθαρσίαν αὐτῆς ἐνώπιον τῶν ἐραστῶν αὐτῆς, καὶ οὐδεὶς οὐ μὴ ἐξέληται αὐτὴν ἐκ χειρός μου·
如今,我必在她的爱人们面前暴露她的污秽,谁也不能从我的手中把她救出去。
§2.11καὶ ἀποστρέψω πάσας τὰς εὐφροσύνας αὐτῆς, ἑορτὰς αὐτῆς καὶ τὰς νουμηνίας αὐτῆς καὶ τὰ σάββατα αὐτῆς καὶ πάσας τὰς πανηγύρεις αὐτῆς·
我必使她的一切欢乐、节期、朔日、安息日以及一切严肃会都止息。
§2.12καὶ ἀφανιῶ ἄμπελον αὐτῆς καὶ τὰς συκᾶς αὐτῆς, ὅσα εἶπεν Μισθώματά μου ταῦτά ἐστιν ἃ ἔδωκάν μοι οἱ ἐρασταί μου, καὶ θήσομαι αὐτὰ εἰς μαρτύριον, καὶ καταφάγεται αὐτὰ τὰ θηρία τοῦ ἀγροῦ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τὰ ἑρπετὰ τῆς γῆς·
我必毁坏她的葡萄树和无花果树,就是她说“这是我的爱人给我的赏赐”的。 我必使这些成为证据,田野的走兽、天空的飞鸟和地上的爬物必来吃尽它们。
§2.13καὶ ἐκδικήσω ἐπʼ αὐτὴν τὰς ἡμέρας τῶν Βααλεὶμ ἐν αἷς ἐπέθυεν αὐτοῖς, καὶ περιετίθετο τὰ ἐνώτια αὐτῆς καὶ τὰ καθόρμια αὐτῆς καὶ ἐπορεύετο ὀπίσω τῶν ἐραστῶν αὐτῆς, ἐμοῦ δὲ ἐπελάθετο, λέγει Κύριος.
我必惩罚她向诸巴力献香的日子,那时她佩戴耳环和项链,追随她的爱人,却忘记了我。 这是耶和华说的。
§2.14διὰ τοῦτο ἰδοὺ ἐγὼ πλανῶ αὐτὴν καὶ τάξω αὐτὴν ὡς ἔρημον, καὶ λαλήσω ἐπὶ τὴν καρδίαν αὐτῆς,
因此,看哪,我必诱导她,领她到荒野,对她的心说话。
§2.15καὶ δώσω αὐτῇ τὰ κτήματα αὐτῆς ἐκεῖθεν καὶ τὴν κοιλάδα Ἀχὼρ διανοῖξαι σύνεσιν αὐτῆς·
我必从那里把她的产业赐给她,并赐下亚割谷以开启她的悟性。
καὶ ταπεινωθήσεται ἐκεῖ κατὰ τὰς ἡμέρας νηπιότητος αὐτῆς καὶ κατὰ τὰς ἡμέρας ἀναβάσεως αὐτῆς ἐκ γῆς Αἰγύπτου.
她必在那里顺服,像她幼年时一样,也像她从埃及地上来的时候一样。
§2.16καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, καλέσει με Ὁ ἀνήρ μου. καὶ οὐ καλέσει με ἔτι Βααλείμ·
耶和华说:到那日,她必称呼我为“我的丈夫”,不再称呼我为“我的巴力”。
§2.17καὶ ἐξαρῶ τὰ ὀνόματα τῶν Βααλεὶμ ἐκ στόματος αὐτῆς, καὶ οὐ μὴ μνησθῶσιν οὐκέτι τὰ ὀνόματα αὐτῶν.
我必从她的口中除去诸巴力的名字,它们的名字必不再被提起。
§2.18καὶ διαθήσομαι αὐτοῖς διαθήκην ἐν τῇ ἡμέρᾳ ἐκείνῃ μετὰ τῶν θηρίων τοῦ ἀγροῦ καὶ μετὰ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ τῶν ἑρπετῶν τῆς γῆς·
到那日,我必为他们与田野的走兽、天空的飞鸟和地上的爬物立约。
καὶ τόξον καὶ ῥομφαίαν καὶ πόλεμον συντρίψω ἀπὸ τῆς γῆς, καὶ κατοικιῶ σε ἐπʼ ἐλπ ίδι.
我必从这地上折断弓弩、刀剑和争战,使你安然居住。
§2.19καὶ μνηστεύσομαί σε ἐμαυτῷ εἰς τὸν αἰῶνα, καὶ μνηστεύσομαί σε ἐμαυτῷ ἐν δικαιοσύνῃ καὶ ἐν κρίματι καὶ ἐν ἐλέει καὶ ἐν οἰκτειρμοῖς,
我必聘你永远归我,以公义、公平、慈爱和怜悯聘你归我。
§2.20καὶ μνηστεύσομαί σε ἐμαυτῷ ἐν πίστει, καὶ ἐπιγνώσῃ τὸν κύριον.
我必以信实聘你归我,你必认识耶和华。
§2.21καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, ἐπακούσομαι τῷ οὐρανῷ, καὶ αὐτὸς ἐπακούσεται τῇ γῇ, §2.22καὶ ἡ γῆ ἐπακούσεται τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον, καὶ αὐτὰ ἐπακούσεται τῷ Ἰεζραέλ.
耶和华说:到那日,我必应允,我必应允天,天必应允地,地必应允谷物、美酒和油,这些也必应允耶斯列。
§2.23καὶ σπερῶ αὐτὴν ἐμαυτῷ ἐπὶ τῆς γῆς, καὶ ἀγαπήσω τὴν Οὐκ ἠγαπημένην, καὶ ἐρῶ τῷ Οὐ λαῷ μου Λαός μου εἶ σύ, καὶ αὐτὸς ἐρεῖ Κύριος ὁ θεός μου εἰ σύ.
我必为自己将她播种在地上。 我必怜悯那“不蒙怜悯”的;对那“非我民”的,我必说:“你是我的民”,他必说:“你是耶和华我的神”。

词汇与语法注释

  1. 2.3ὅπως ἂν ἐκδύσω — 连接词 ὅπως 搭配 ἄν 以及虚拟语气,表示目的(“为了……”)。此处用于说明耶和华指控并不贞之妻之后,所欲达到的惩罚目的或结果。
  2. 2.9τοῦ μὴ καλύπτειν — 带有冠词属格的否定不定式(τοῦ μή + 不定式)在此表示目的或否定的结果(“免得遮盖……”)。这说明耶和华收回衣服,从而使她的裸体无法被遮掩。
  3. 2.15διανοῖξαι σύνεσιν — 不定式 διανοῖξαι(“打开”)在此作为表示目的或结果的副词性不定式,而名词 σύνεσιν(“理解/智慧”)是其直接宾语,意为“为了开启她的悟性”。

引用这一段

七十士译本, 何西阿书 §2.1-2.23. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0527.tlg036.humanitext-grc1:2.1-2.23

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。