§6.1Ἐλεάζαρος δέ τις ἀνὴρ ἐπίσημος τῶν ἀπὸ τῆς χώρας Ἰουδαίων ἐν πρεσβείῳ τὴν ἡλικίαν ἤδη λελογχὼς καὶ πάσῃ τῇ κατὰ τὸν βίον ἀρετῇ κεκοσμημίνος, τοὺς περὶ αὐτὸν καταστείλας πρεσβυτέρους ἐπικαλεῖσθαι τὸν ἅγιον θεόν, καὶ προσηύξατο τάδε
さて、国内のユダヤ人の中で高名な男であるエレアザルという、すでに高齢となって老境に達しており、生涯にわたるあらゆる美徳によって飾られていた者が、自分の周りの長老たちに、聖なる神を呼び求めるよう促して、次のように祈った。
§6.2Βασιλεῦ μεγαλοκράτωρ, ὕψιστε, παντοκράτωρ θεέ, τὴν πᾶσαν διακυβερνῶν ἐν οἰκτιρμοῖς κτίσιν, §6.3ἔπιδε ἐπὶ Ἀβραὰμ σπέρμα, ἐφʼ ἡγιασμένου τέκνα Ἰακώβ, μερίδος ἡγιασμένης σου λαὸν ἐν ξένῃ γῇ ξένον ἀδίκως ἀπολλύμενον.
「偉大なる主権者にして、いと高き方、全能の神よ、慈悲をもってすべての被造物を統治される方よ、アブラハムの末裔を、聖別されたヤコブの子らを、あなたの聖別された分であり、異国の地で異邦人として不当にも滅ぼされようとしている人々を顧みてください。
§6.4πάτερ, σὺ Φαραὼ πληθύνοντα ἅρμασιν τὸν πρὶν Αἰγύπτου ταύτης δυνάστην ἐπαρθέντα ἀνόμῳ θράσει καὶ γλώσσῃ μεγαλορήμονι σὺν τῇ ὑπερηφάνῳ στρατίᾷ ποντοβρόχους ἀπώλεσας, φέγγος ἐπιφάνας ἐλέους Ἰσραὴλ γένει.
父よ、あなたは、戦車を数多く従えていた、かつてのこのエジプトの支配者であり、不法な傲慢さと大言壮語する舌によって高ぶっていたファラオを、その不遜な軍勢とともに海に溺れさせて滅ぼされました。 イスラエルの血統に憐れみの光を輝かせて。
§6.5σὺ τὸν ἀναριθμήτοις δυνάμεσιν γαυρωθέντα Σενναχηρεὶμ βαρὺν Ἀσσυρίων βασιλέα, δόρατι τὴν πᾶσαν ὑποχείριον ἤδη λαβόντα γῆν καὶ μετεωρισθέντα ἐπὶ τὴν ἁγίαν σου πόλιν, βαρέα λαλοῦντα κόμπῳ καὶ θράσει, σύ, δέσποτα, ἔθραυσας, ἔκδηλον δεικνὺς ἔθνεσιν πολλοῖς τὸ σὸν κράτος.
あなたは、無数の軍勢を誇っていたアッシリアの横暴な王センナケリブを、すでに槍によって全土を服従させ、あなたの聖なる都に対して高ぶり、横柄に不遜な大言壮語を吐いていた者を、あなたが、主よ、打ち砕かれました。 多くの異邦の民にあなたの力を明らかに示しながら。
§6.6σὺ τοὺς κατὰ τὴν Βαβυλωνίαν τρεῖς ἑταίρους πυρὶ τὴν ψυχὴν αὐθαιρέτως δεδωκότας εἰς τὸ μὴ λατρεῦσαι τοῖς κενοῖς, διάπυρον δροσίσας κάμινον, ἐρρύσω μέχρι τριχὸς ἀπημάντους, φλόγα πᾶσιν ἐπιπέμψας τοῖς ὑπεναντίοις.
あなたは、バビロニアでの三人の仲間が、空しいものに仕えないために自ら進んで火の中にその命を差し出したとき、燃え盛る炉に露を降らせて冷まし、彼らの髪の毛一本すら損なわれることなく救い出されました。 その炎をすべての敵対者たちに浴びせかけながら。
§6.7σὺ τὸν διαβολαῖς φθόνου λέουσι κατὰ γῆς ῥιφέντα θηρσὶν βορὰν Δανιὴλ εἰς φῶς ἀνήγαγες ἀσινῆ·
あなたは、妬みによる中傷のために地の下のライオンたちのところに投げ込まれ、野獣の餌食とされたダニエルを、傷一つない姿で光の中へと導き出されました。
§6.8τόν τε βυθοτρεφοῦς ἐν γαστρὶ κήτους Ἰωνᾶν τηκόμενον ἀφιδὼν ἀπήμαντον πᾶσιν οἰκείοις ἀναδείξας, πάτερ.
また、深海に育つ大魚の腹の中で衰弱していたヨナを顧みて、彼のすべての身内の者に、無事な姿で再びお示しになりました、父よ。
§6.9καὶ νῦν, μισούβρι, πολυέλεε, τῶν ὅλων δικαστά, τάχος ἐπιφάνηθι τοῖς ἁγίοις Ἰσραὴλ γένους, ὑπὸ ἐβδελυγμένων ἀνόμων ἐθνῶν ὑβριζομένοις.
そして今、傲慢を憎まれる方、慈悲深い方、万物の裁判官よ、忌むべき不法な異邦の民によって辱められている、イスラエルの聖なる血統の者たちに、速やかに御姿を現してください。
§6.10εἰ δὲ ἀσεβείαις κατὰ τὴν ἀποικίαν ὁ βίος ἡμῶν ἐνέσχηται, ῥυσάμενος ἡμᾶς ἀπὸ ἐχθρῶν χειρός, ᾧ προαιρῇ, δέσποτα, ἀπόλεσον ἡμᾶς μόρῳ.
もし、この離散の地において私たちの生活が不敬虔に陥っているならば、私たちを敵の手から救い出した上で、主よ、あなたが望まれる死に方によって、私たちを滅ぼしてください。
§6.11μὴ τοῖς ματαίοις οἱ ματαιόφρονες εὐλογησάτωσαν ἐπὶ τῇ τῶν ἠγαπημένων σου ἀπωλείᾳ, λέγοντες Οὐδὲ ὁ θεὸς αὐτῶν ἐρύσατο αὐτούς.
愚かな者たちが、その虚しいものを賛美することのないようにしてください。 あなたに愛された者たちの破滅を喜び、「彼らの神すら彼らを救えなかった」と言いながら。
§6.12σὺ δὲ ὁ πᾶσαν ἀλκὴν καὶ δυναστείαν ἔχων ἅπασαν, αἰώνιε, νῦν ἔπιδε·
しかし、すべての力とあらゆる支配権を持っておられる永遠のお方よ、今こそ顧みてください。
ἐλέησον ἡμᾶς τοὺς καθʼ ὕβριν ἀνόμων ἀλόγιστον ἐκ τοῦ ζῇν μεθισταμένους ἐν ἐπιβούλων τρόπῳ.
不法な者たちの理不尽な傲慢によって、謀反人のように不当に命を奪われようとしている私たちを憐れんでください。
§6.13πτηξάτω δὲ ἔθνη σὴν δύναμιν ἀνίκητον σήμερον, ἔντιμε, δυνάμεις ἔχων ἐπὶ σωτηρίαν Ἰακὼβ γένους.
栄光あるお方よ、今日、異邦の民があなたの無敵の力に恐れおののきますように。 ヤコブの血統を救うための力を備え持つお方よ。
§6.14ἱκετεύει σε τὸ πᾶν πλῆθος τῶν νηπίων καὶ οἱ τούτων γονεῖς μετὰ δακρύων.
幼児たちの全き群れと、その親たちが、涙を流してあなたに懇願しています。
§6.15δειχθήτω πᾶσιν ἔθνεσιν, ὅτι μεθʼ ἡμῶν εἶ, κύριε, καὶ οὐκ ἀπέστρεψας τὸ πρόσωπόν σου ἀφʼ ἡμῶν·
主よ、あなたが私たちとともにおられ、私たちから御顔をそむけられなかったことが、すべての異邦の民に示されますように。
ἀλλὰ καθὼς εἶπας Οὐδὲ ἐν τῇ γῇ τῶν ἐχθρῶν αὐτῶν ὄντων ὑπέριδον αὐτούς, οὕτως ἐπιτέλεσον, κύριε.
そうではなく、「彼らが敵の地にいるときでさえ、私は彼らを無視しなかった」とあなたが言われた通りに、主よ、そのように成し遂げてください。
§6.16Τοῦ δὲ Ἐλεαζάρου λήγοντος ἄρτι τῆς προσευχῆς, ὁ βασιλεὺς σὺν τοῖς θηρίοις καὶ παντὶ τῷ τῆς δυνάμεως φρυάγματι κατὰ τὸν ἱππόδρομον παρῆγεν.
エレアザルが祈りを終えたまさにそのとき、王は野獣たち、そして軍勢のすべての猛々しい響きとともに、競技場へと進んできた。
§6.17καὶ θεωρήσαντες οἱ Ἰουδαῖοι, μέγα εἰς οὐρανὸν ἀνέκραξαν, ὥστε καὶ τοὺς παρακειμένους αὐλῶνας συνηχήσαντας ἀκατάσχετον πτοὴν ποιῆσαι παντὶ τῷ στρατοπέδῳ.
ユダヤ人たちはこれを見ると、天に向かって大声をあげて叫んだ。 そのため、隣接する谷々も響き渡り、全軍に抑えきれない恐怖を引き起こした。
§6.18τότε ὁ μεγαλόδοξος καὶ παντοκράτωρ καὶ ἀληθινὸς θεός, ἐπιφάνας τὸ ἅγιον αὐτοῦ πρόσωπον, ἠνέῳξεν τὰς οὐρανίους πύλας, ἐξ ὧν δεδοξασμένοι δύο φοβεροειδεῖς ἄγγελοι κατέβησαν φανεροὶ πᾶσιν πλὴν τοῖς Ἰουδαίοις,
そのとき、大いなる栄光に満ち、全能にして、真実なる神は、ご自身の聖なる御顔を現し、天の門を開かれた。 そこから、栄光に満ちた、恐るべき姿をした二人の天使が、ユダヤ人たちを除くすべての人々にはっきりと見える姿で下ってきた。
§6.19καὶ ἀντέστησαν, καὶ τὴν δύναμιν τῶν ὑπεναντίων ἐπλήρωσαν ταραχῆς καὶ δειλίας καὶ ἀκινήτοις ἔδησαν πέδαις.
彼らは立ちふさがり、敵の軍勢を混乱と恐怖で満たし、動けない枷で縛り上げた。
§6.20καὶ ὑπόφρικον καὶ τὸ τοῦ βασιλέως σῶμα ἐγενήθη, καὶ λήθη τὸ θράσος αὐτοῦ τὸ βαρύθυμον ἔλαβεν.
王の身体もまた恐怖に震え、彼の不遜な激しい怒りは忘却に包まれた。
§6.21καὶ ἀπέστρεψαν τὰ θηρία ἐπὶ τὰς συνεπομένας ἐνόπλους δυνάμεις, καὶ κατεπάτουν αὐτοὺς καὶ ὠλέθρευον.
そして野獣たちは随行していた武装軍勢へと引き返し、彼らを踏みつけ、破滅させた。 」