§6.1Ἐλεάζαρος δέ τις ἀνὴρ ἐπίσημος τῶν ἀπὸ τῆς χώρας Ἰουδαίων ἐν πρεσβείῳ τὴν ἡλικίαν ἤδη λελογχὼς καὶ πάσῃ τῇ κατὰ τὸν βίον ἀρετῇ κεκοσμημίνος, τοὺς περὶ αὐτὸν καταστείλας πρεσβυτέρους ἐπικαλεῖσθαι τὸν ἅγιον θεόν, καὶ προσηύξατο τάδε §6.2Βασιλεῦ μεγαλοκράτωρ, ὕψιστε, παντοκράτωρ θεέ, τὴν πᾶσαν διακυβερνῶν ἐν οἰκτιρμοῖς κτίσιν, §6.3ἔπιδε ἐπὶ Ἀβραὰμ σπέρμα, ἐφʼ ἡγιασμένου τέκνα Ἰακώβ, μερίδος ἡγιασμένης σου λαὸν ἐν ξένῃ γῇ ξένον ἀδίκως ἀπολλύμενον.
当时,国内犹太人中有一位名叫以利亚撒的显赫人物,他已步入晚年、饱经沧桑,且一生因各种美德而备受尊崇。 他劝勉身边的长老们一同呼求圣洁的神,并作了如下的祷告: “大能的君王、至高者、全能的神啊,您以慈悲治理万物,求您眷顾亚伯拉罕的后裔、被圣别之雅各的子孙,即您圣别产业的子民,他们在外邦之地作为异乡人正无辜地走向毁灭。
§6.4πάτερ, σὺ Φαραὼ πληθύνοντα ἅρμασιν τὸν πρὶν Αἰγύπτου ταύτης δυνάστην ἐπαρθέντα ἀνόμῳ θράσει καὶ γλώσσῃ μεγαλορήμονι σὺν τῇ ὑπερηφάνῳ στρατίᾷ ποντοβρόχους ἀπώλεσας, φέγγος ἐπιφάνας ἐλέους Ἰσραὴλ γένει.
父啊,昔日这埃及的统治者法老,曾因拥有战车众多而自负,带着不法的狂傲和大言不惭的舌头,连同他骄横的军队,都被您淹没在海中毁灭了,而您则向以色列的族群显现了怜悯的光芒。
§6.5σὺ τὸν ἀναριθμήτοις δυνάμεσιν γαυρωθέντα Σενναχηρεὶμ βαρὺν Ἀσσυρίων βασιλέα, δόρατι τὴν πᾶσαν ὑποχείριον ἤδη λαβόντα γῆν καὶ μετεωρισθέντα ἐπὶ τὴν ἁγίαν σου πόλιν, βαρέα λαλοῦντα κόμπῳ καὶ θράσει, σύ, δέσποτα, ἔθραυσας, ἔκδηλον δεικνὺς ἔθνεσιν πολλοῖς τὸ σὸν κράτος.
您,主啊,击碎了那倚仗无数军兵而自矜的亚述暴王西拿基立,他曾用长枪将全地置于手下,并对您的圣城气焰嚣张,用狂妄和傲慢说出狂言;您击碎了他,向万邦显明了您的权能。
§6.6σὺ τοὺς κατὰ τὴν Βαβυλωνίαν τρεῖς ἑταίρους πυρὶ τὴν ψυχὴν αὐθαιρέτως δεδωκότας εἰς τὸ μὴ λατρεῦσαι τοῖς κενοῖς, διάπυρον δροσίσας κάμινον, ἐρρύσω μέχρι τριχὸς ἀπημάντους, φλόγα πᾶσιν ἐπιπέμψας τοῖς ὑπεναντίοις.
在巴比伦尼亚,那三位同伴为了不侍奉虚无的偶像,甘愿将生命付之烈火,您使那灼热的火炉降下露水变凉,保守他们连头发也未受损伤地获救,同时将火焰反烧向所有的敌对者。
§6.7σὺ τὸν διαβολαῖς φθόνου λέουσι κατὰ γῆς ῥιφέντα θηρσὶν βορὰν Δανιὴλ εἰς φῶς ἀνήγαγες ἀσινῆ·
至于丹尼尔,因嫉妒的诬陷而被扔到地底下给狮子作野兽的食物,您却将他安然无恙地领回到光明之中。
§6.8τόν τε βυθοτρεφοῦς ἐν γαστρὶ κήτους Ἰωνᾶν τηκόμενον ἀφιδὼν ἀπήμαντον πᾶσιν οἰκείοις ἀναδείξας, πάτερ.
父啊,您也垂顾了那在深海巨兽腹中渐渐消瘦的约拿,使他安然无恙地重新显现在所有的亲人面前。
§6.9καὶ νῦν, μισούβρι, πολυέλεε, τῶν ὅλων δικαστά, τάχος ἐπιφάνηθι τοῖς ἁγίοις Ἰσραὴλ γένους, ὑπὸ ἐβδελυγμένων ἀνόμων ἐθνῶν ὑβριζομένοις.
而今,憎恶狂傲、满有怜悯的万有审判者啊,求您速速向以色列圣洁的族群显现,他们正受到可憎、不法的外邦人的凌辱。
§6.10εἰ δὲ ἀσεβείαις κατὰ τὴν ἀποικίαν ὁ βίος ἡμῶν ἐνέσχηται, ῥυσάμενος ἡμᾶς ἀπὸ ἐχθρῶν χειρός, ᾧ προαιρῇ, δέσποτα, ἀπόλεσον ἡμᾶς μόρῳ.
若是在流亡期间我们的生活陷入了不虔敬之中,求您先将我们从仇敌手中救出,然后,主啊,用您所拣选的死法将我们灭绝。
§6.11μὴ τοῖς ματαίοις οἱ ματαιόφρονες εὐλογησάτωσαν ἐπὶ τῇ τῶν ἠγαπημένων σου ἀπωλείᾳ, λέγοντες Οὐδὲ ὁ θεὸς αὐτῶν ἐρύσατο αὐτούς.
免得那些愚妄之人因您所爱之人的灭亡而向虚无的偶像唱赞歌,说:‘连他们的神也没能救他们。
§6.12σὺ δὲ ὁ πᾶσαν ἀλκὴν καὶ δυναστείαν ἔχων ἅπασαν, αἰώνιε, νῦν ἔπιδε· ἐλέησον ἡμᾶς τοὺς καθʼ ὕβριν ἀνόμων ἀλόγιστον ἐκ τοῦ ζῇν μεθισταμένους ἐν ἐπιβούλων τρόπῳ.
’ 而您,永恒者,拥有全部力量与一切主权的那位,求您如今垂顾;怜悯我们这些因不法者无理的狂傲,被当成阴谋叛逆者一般,正被剥夺生命的人。
§6.13πτηξάτω δὲ ἔθνη σὴν δύναμιν ἀνίκητον σήμερον, ἔντιμε, δυνάμεις ἔχων ἐπὶ σωτηρίαν Ἰακὼβ γένους.
荣耀显赫的主啊,愿万邦今日在您无敌的权能前战栗,您拥有拯救雅各族群的力量。
§6.14ἱκετεύει σε τὸ πᾶν πλῆθος τῶν νηπίων καὶ οἱ τούτων γονεῖς μετὰ δακρύων.
全体婴孩的会众连同他们的父母,正含着眼泪向您哀求。
§6.15δειχθήτω πᾶσιν ἔθνεσιν, ὅτι μεθʼ ἡμῶν εἶ, κύριε, καὶ οὐκ ἀπέστρεψας τὸ πρόσωπόν σου ἀφʼ ἡμῶν· ἀλλὰ καθὼς εἶπας Οὐδὲ ἐν τῇ γῇ τῶν ἐχθρῶν αὐτῶν ὄντων ὑπέριδον αὐτούς, οὕτως ἐπιτέλεσον, κύριε.
愿万邦都看明您与我们同在,主啊,并没有向我们掩面;正如您曾说过的:‘即便他们在仇敌之地,我也没有丢弃他们’,求您照样成就,主啊。
§6.16Τοῦ δὲ Ἐλεαζάρου λήγοντος ἄρτι τῆς προσευχῆς, ὁ βασιλεὺς σὺν τοῖς θηρίοις καὶ παντὶ τῷ τῆς δυνάμεως φρυάγματι κατὰ τὸν ἱππόδρομον παρῆγεν.
以利亚撒刚结束祷告,国王便带着野兽以及全军傲慢叫嚣的威势来到了竞技场。
§6.17καὶ θεωρήσαντες οἱ Ἰουδαῖοι, μέγα εἰς οὐρανὸν ἀνέκραξαν, ὥστε καὶ τοὺς παρακειμένους αὐλῶνας συνηχήσαντας ἀκατάσχετον πτοὴν ποιῆσαι παντὶ τῷ στρατοπέδῳ.
犹太人见状,向天发出极大的哀号,以致相邻的山谷也共鸣回响,给全军造成了难以抑制的恐慌。
§6.18τότε ὁ μεγαλόδοξος καὶ παντοκράτωρ καὶ ἀληθινὸς θεός, ἐπιφάνας τὸ ἅγιον αὐτοῦ πρόσωπον, ἠνέῳξεν τὰς οὐρανίους πύλας, ἐξ ὧν δεδοξασμένοι δύο φοβεροειδεῖς ἄγγελοι κατέβησαν φανεροὶ πᾶσιν πλὴν τοῖς Ἰουδαίοις, §6.19καὶ ἀντέστησαν, καὶ τὴν δύναμιν τῶν ὑπεναντίων ἐπλήρωσαν ταραχῆς καὶ δειλίας καὶ ἀκινήτοις ἔδησαν πέδαις.
这时,那荣耀、全能、真实的神,显出了他圣洁的面容,打开了天门,两位荣耀、面貌可畏的天使从中降临,他们对除犹太人以外的所有人都是清晰可见的,他们挺身对抗,使敌军的势力充满了混乱与胆怯,并用动弹不得的枷锁将他们禁锢。
§6.20καὶ ὑπόφρικον καὶ τὸ τοῦ βασιλέως σῶμα ἐγενήθη, καὶ λήθη τὸ θράσος αὐτοῦ τὸ βαρύθυμον ἔλαβεν.
国王的身体也惊恐得瑟瑟发抖,遗忘夺走了他那狂怒的傲慢。
§6.21καὶ ἀπέστρεψαν τὰ θηρία ἐπὶ τὰς συνεπομένας ἐνόπλους δυνάμεις, καὶ κατεπάτουν αὐτοὺς καὶ ὠλέθρευον.
野兽也转头冲向随行的武装军队,将他们践踏并毁灭。 ”