§3.1Ἃ καὶ μεταλαμβάνων ὁ δυσσεβὴς ἐπὶ τοσοῦτον ἐξεχόλησεν ὥστε οὐ μόνον τοῖς κατὰ Ἀλεξάνδρειαν ὀργίζεσθαι ἀλλὰ καὶ τοῖς ἐν τῇ χώρᾳ βαρυτέρως ἐναντιωθῆναι, καὶ προστάξαι σπεύδοντας συναγαγεῖν πάντας ἐπὶ τὸ αὐτό, καὶ χειρίστῳ μόρῳ τοῦ ζῆν μεταστῆσαι.
このこと(ユダヤ人の離反者の噂など)を知ると、不敬な王は激怒し、アレクサンドリアの者たちに怒るだけでなく、地方の者たちに対してもさらに厳しく敵対し、全員を速やかに同じ場所に集め、最悪の死に方によって処刑するよう命じた。
§3.2τούτων δὲ οἰκονομουμένων φήμη δυσμενὴς ἐξέκειτο κατὰ τοῦ γένους ἀνθρώποις συμφρονοῦσιν εἰς κακοποίησιν, ἀφορμῆς δὲ διδομένης εἰς διάθεσιν, ὡς ἂν ἀπὸ τῶν νομίμων αὐτοὺς κωλυόντων.
これらのことが手配される中、悪事を働くことに合意する人々の間に、彼らが自分たちの掟によって邪魔をしているという口実のもと、彼らの民族に対する悪意ある噂が広まっていった。
§3.3οἱ δὲ Ἰουδαῖοι τὴν μὲν πρὸς τοὺς βασιλεῖς εὔνοιαν καὶ πίστιν ἀδιάστροφον ἦσαν φυλάσσοντες·
しかしユダヤ人たちは、王たちに対する好意と揺るぎない忠誠を保ち続けていた。
§3.4σεβόμενοι δὲ τὸν θεόν, καὶ τῷ τούτου νόμῳ πολιτευόμενοι, χωρισμὸν ἐποίουν ἐπὶ τῷ κατὰ τὰς τροφάς.
しかし、神を敬い、その律法に従って生活していたため、食物に関しては区別を設けていた。
δι᾿ ἣν αἰτίαν ἔνιοι ἀπεχθεῖς ἐφαίνοντο·
この理由により、ある人々には彼らが忌むべき存在に見えた。
§3.5τῇ δὲ τῶν δικαίων εὐπραξίᾳ κοσμοῦντες τὴν συναναστροφήν, ἅπασιν ἀνθρώποις εὐδόκιμοι καθειστήκεισαν.
しかし、正しい行いのよさによって交わりを飾り、すべての人々に対して好ましい評判を確立していた。
§3.6τὴν μὲν οὖν περὶ τοῦ γένους ἐν πᾶσιν θρυλουμένην εὐπραξίαν οἱ ἀλλόφυλοι οὐδαμῶς διηριθμήσαντο·
したがって、すべての人々の間で噂されていたこの民族の正しい行いを、異民族たちは決して顧みなかった。
§3.7τὴν δὲ περὶ τῶν προσκυνήσεων καὶ τροφῶν διάστασιν ἐθρύλουν, φάσκοντες μήτε τῷ βασιλεῖ μήτε ταῖς δυνάμεσιν ὁμοσπόνδους τοὺς ἀνθρώπους γίνεσθαι, δυσμενεῖς δὲ εἶναι καὶ μέγα τι τοῖς πράγμασιν ἐναντιουμένους·
むしろ、礼拝や食物に関する相違を噂し、この人々は王にも軍勢にも和合せず、敵対的であり、国事に大いに反していると主張した。
καὶ οὐ τῷ τυχόντι περιήψαντο φόβῳ.
そして、尋常でない恐怖を周囲に植え付けた。
§3.8Οἱ δὲ κατὰ τὴν πόλιν Ἕλληνες οὐδὲν ἠδικημένοι, ταραχὴν ἀπροσδόκητον περὶ τοὺς ἄνδρας θεωροῦντες καὶ συνδρομὰς ἀπροσκόπους γινομένας, βοηθεῖν μὲν οὐκ ἔσθενον·
都のギリシア人たちは何ら害を被っていなかったが、この人々の身に起きた予期せぬ混乱と、容赦なく行われる集会を見て、助ける力を持たなかった(支配が強権的であったからである)。
τυραννικὴ γὰρ ἦν ἡ διάθεσις·
しかし彼らは慰め、心を痛め、これらの事態が変わるだろうと考えていた。
παρεκάλουν δὲ καὶ δυσφόρως εἶχον, καὶ μεταπεσεῖσθαι ταῦτα ὑπελάμβανον·
なぜなら、何の過ちも犯していないこれほど大きな共同体が、このように見過ごされることはないと考えたからである。
§3.9μὴ γὰρ οὕτω παροραθήσεσθαι τηλικοῦτο σύστεμα μηδὲν ἠγνοηκός.
すでに、ある近隣の人々や友人、共同の取引先たちも、密かに何人かを引き寄せて、彼らを防護し、助けるためにあらゆる努力を尽くすという約束を与えていた。
§3.10ἤδη δὲ καί τινες γείτονές τε καὶ φίλοι καὶ συνπραγματευόμενοι, μυστικῶς τινας ἐπισπώμενοι, πίστεις ἐδίδουν συνασπιεῖν, καὶ πᾶν ἐκτενὲς προσοίσεσθαι πρὸς ἀντίλημψίν.
さて、あの王は目下の繁栄に得意満面となり、いと高き神の権能を見ようともせず、常に同じ企ての中に留まり続けると考えて、彼らに対して次のような書簡を書いた。
§3.11Ἐκεῖνος μὲν οὖν τῇ κατὰ τὸ παρὸν εὐημερίᾳ γεγαυρωμένος, καὶ οὐ καθορῶν τὸ τοῦ μεγίστου θεοῦ κράτος, ὑπολαμβάνων δὲ διηνεκῶς ἐν τῇ αὐτῇ διαμένειν βουλῇ, ἔγραψεν κατʼ αὐτῶν ἐπιστολὴν τήνδε §3.12Βασιλεὺς Πτολεμαῖος Φιλοπάτωρ τοῖς κατʼ Αἴγυπτον καὶ κατὰ τόπον στρατηγοῖς καὶ στρατιώταις χαίρειν καὶ ἐρρῶσθαι.
「プトレマイオス・フィロパトル王、エジプト各地の将軍たちおよび兵士たちへ、挨拶と健勝を祈る。
§3.13ἔρρωμαι δὲ καὶ αὐτὸς ἐγὼ καὶ τὰ πράγματα ἡμῶν.
私自身も健やかであり、私たちの国事も同様である。
§3.14τῆς εἰς τὴν Ἀσίαν γενομένης ἡμῖν ἐπιστρατίας, ἧς ἴστε καὶ αὐτοί, τῇ τῶν θεῶν ἀπροπτώτῳ συμμαχίᾳ κατὰ λόγον ἐπὶ τέλος ἀχθείσης,
あなた方も知っているように、私たちのあのアジア遠征は、神々の予期せぬ加勢によって、計略通りに終結へと導かれた。
§3.15ἡγησάμεθα μὴ βίᾳ δόρατος, ἐπιεικείᾳ δὲ καὶ πολλῇ φιλανθρωπίᾳ τιθηνήσασθαι τὰ κατοικοῦντα Κοίλην Συρίαν καὶ Φοινίκην ἔθνη, εὖ ποιήσαντες ἀσμένως.
私たちは、槍の威力によるのではなく、寛大さと多大な慈愛をもって、コイレ・シリアおよびフェニキアに居住する諸民族をいたわり、喜んで善を施すことを良しとした。
§3.16καὶ τοῖς κατὰ πόλεσιν ἱεροῖς ἀπονείμαντες προσόδους πλείστας, προσήχθημεν καὶ εἰς τὰ Ἰεροσόλυμα ἀναβάντες τιμῆσαι τὸ ἱερὸν τῶν ἀλιτηρίων καὶ μηδέποτε ληγόντων τῆς ἀνοίας.
そして各都の神殿に多大な歳入を配分した上、エルサレムに上って、あの不届きにして一向に愚行をやめない者たちの神殿に敬意を表しようとした。
§3.17οἱ δὲ λόγῳ μὲν τὴν ἡμετέραν ἀποδεξάμενοι παρουσίαν, τῷ δὲ πράγματι νόθως, προθυμηθέντων ἡμῶν εἰσελθεῖν εἰς τὸν ναὸν αὐτῶν καὶ τοῖς ἐκπρεπέσιν καὶ καλλίστοις ἀναθήμασιν τιμῆσαι,
しかし彼らは、言葉の上では私たちの訪問を歓迎したものの、実際には不誠実であり、私たちが彼らの神殿に入って、極めて際立った最も美しい献納物によって敬意を表そうと熱望したとき、古い傲慢に流されて私たちの進入を阻んだ。
§3.18τύφοις φερόμενοι παλαιοτέροις, εἶρξαν ἡμᾶς τῆς εἰσόδου, λειπόμενοι τῆς ἡμετέρας ἀλκῆς, δι᾿ ἣν ἔχομεν πρὸς ἅπαντας ἀνθρώπους φιλανθρωπίαν.
彼らは、私たちがすべての人々に対して抱いている慈愛の根源たる、私たちの力に及ばないというのに。
§3.19τὴν δὲ αὐτῶν εἰς ἡμᾶς δυσμενίαν ἔκδηλον καθιστάντες, ὡς μονώτατοι τῶν ἐθνῶν βασιλεῦσιν καὶ τοῖς ἑαυτῶν εὐεργέταις ὑψαυχενοῦντες οὐδὲν γνήσιον βούλονται φέρειν.
彼らは私たちに対する敵意を明らかにし、諸民族の中で唯一、王たちや自らの恩人に対して首を高く持ち上げ、何ら誠実な態度を示そうとしない。
§3.20Ἡμεῖς δὲ τῇ τούτων ἀνοίᾳ συνπεριενεχθέντες, καὶ μετὰ νίκης διακομισθέντες, καὶ εἰς τὴν Αἴγυπτον τοῖς πᾶσιν ἔθνεσιν φιλανθρώπως ἀπαντήσαντες, καθὼς ἔπρεπεν ἐποιήσαμεν.
私たちは彼らの愚行を容認し、勝利とともに帰還し、エジプトにおいてすべての人々に慈愛をもって臨み、ふさわしいことを行った。
§3.21ἐν δὲ τούτοις πρὸς τοὺς ὁμοφύλους αὐτῶν ἀμνησικακίαν ἅπασιν γνωρίζοντες, διά τε τὴν συμμαχίαν καὶ τὰ πεπιστευμένα μετὰ ἁπλότητος αὐτοῖς ἀρχῆθεν μύρια πράγματα, ἐξαλλοιῶσαι ἐβουλήθημεν, καὶ πολιτίας αὐτοὺς Ἀλεξανδρέων καταξιῶσαι, καὶ μετόχους τῶν ἀεὶ ἱερέων καταστῆσαι.
そのような中で、彼らの同族たちに対して恨みを抱かず、同盟の関係や、最初から素朴な信頼のもとに彼らに委ねられていた数々の事柄のゆえに、私たちは変化をもたらし、彼らにアレクサンドリアの市民権を授け、代々の祭司職を分かち合う者とすることを望んだ。
§3.22οἱ δὲ τοὐναντίον ἐκδεχόμενοι καὶ τῇ συμφύτῳ κακοηθείᾳ τὸ καλὸν ἀπωσάμενοι, διηνεκῶς δὲ εἰς τὸ φαῦλον ἐκνεύοντες,
しかし彼らは反対に受け止め、生まれつきの邪悪さによって善意を退け、絶えず悪の方へと傾いた。
§3.23οὐ μόνον ἀπεστρέψαντο τὴν ἀτίμητον πολιτίαν, ἀλλὰ καὶ βδελύσσονται λόγῳ τε καὶ σιγῇ τοὺς ἐν αὐτοῖς ὀλίγους πρὸς ἡμᾶς γνησίως διακειμένους, παρʼ ἕκαστα ὑφορώμενοι μετὰ τῆς δυσκλεεστάτης ἐμβιώσεως διὰ τάχους ἡμᾶς καταστρέψαι τὰ πράγματα.
彼らはこの上ない市民権を拒絶しただけでなく、彼らのうちで私たちに対して純真な好意を抱く少数の人々を、言葉と沈黙によって忌み嫌い、その極めて不名誉な生き方のもと、私たちが速やかに彼らの国事を覆そうとしていると常に疑っている。
§3.24διὸ καὶ τεκμηρίοις καλῶς πεπεισμένοι τούτους κατὰ πάντα δυσνοεῖν ἡμῖν τρόπον, καὶ προνοούμενοι μή ποτε ἐφνιδίου μετέπειτα ταραχῆς ἐνστάσης ἡμῖν τοὺς δυσσεβεῖς τούτους κατὰ νώτου προδότας καὶ βαρβάρους ἔχωμεν πολεμίους· §3.25προστετάχαμεν ἅμα τῷ προσπεσεῖν τὴν ἐπιστολὴν τήνδε, αὐθωρεὶ τοὺς ἐννεμομένους σὺν ταῖς γυναιξὶ καὶ τέκνοις μετὰ ὕβρεως καὶ σκυλμῶν ἀποστεῖλαι πρὸς ἡμᾶς ἐν δεσμοῖς σιδηροῖς πάντοθεν κατακεκλεισμένους, εἰς ἀνήκεστον καὶ δυσκλεῆ πρέποντα δυσμενέσι φόνον.
それゆえ、これらの者があらゆる方法で私たちに対して悪意を抱いていることが証拠によって十分納得されたので、後になって予期せぬ混乱が私たちの身に生じたときに、この不敬な者たちを背後の裏切り者や野蛮な敵としないように配慮し、この書簡が届くと同時に、そこに移り住んでいる者たちを、妻や子供とともに、侮辱と虐待をもって、あらゆる側から鉄の鎖で固く閉じ込め、敵にふさわしい、容赦のない不名誉な処刑へと直ちに私たちのもとに送り届けるよう命じた。
§3.26τούτων γὰρ ὁμοῦ κολασθέντων, διειλήφαμεν εἰς τὸν ἐπίλοιπον χρόνον τελείως ἡμῖν τὰ πράγματα ἐν εὐσταθείᾳ καὶ τῇ βελτίστῃ διαθέσει κατασταθήσεσθαι.
なぜなら、これらの者が一斉に罰せられれば、これからの時間において私たちの国事が完全に安定し、最善の状態で確立されると判断したからである。
§3.27ὃς δ᾿ ἂν σκεπάσῃ τινὰ τῶν Ἰουδαίων ἀπὸ γεραιοῦ μέχρι νηπίου καὶ μέχρι τῶν ὑπομαστιαίων, ἐχθίσταις βασάνοις ἀποτυμπανισθήσεται πανοικίᾳ·
しかし、老人から幼児、乳飲み子に至るまで、ユダヤ人の誰かを匿う者は誰であれ、最も過酷な拷問によって、一家もろとも打ち殺されるであろう。
§3.28μηνύειν δὲ τὸν βουλόμενον ἐφʼ ᾧ τὴν οὐσίαν τοῦ ἐμπίπτοντος ὑπὸ τὴν εὔθυναν λήμψεται, καὶ ἐκ τοῦ βασιλείου δραχμὰς δισχιλίας, καὶ τῆς ἐλευθερίας στεφανωθήσεται.
また、告発を望む者は誰でも、それによって処罰の対象となった者の財産を受け取り、さらに王室から二千ドラクマを受け取り、自由という栄誉を授けられる。
§3.29πᾶς δὲ τόπος, οὗ ἐὰν φωραθῇ τὸ σύνολον σκεπαζόμενος Ἰουδαῖος, ἄβατος καὶ πυριφλεγὴς γινέσθω, καὶ πάσῃ θνητῇ φύσει καθʼ ἅπαν ἄχρηστος φανήσεται εἰς τὸν ἀεὶ χρόνον.
ユダヤ人が匿われているのが見つかったすべての場所は、立ち入り禁止とされ、火で焼き尽くされる。 そして、あらゆる死ぬべき定めの人間にとって、永遠に全く無用な場所となるであろう。
§3.30καὶ ὁ μὲν τῆς ἐπιστολῆς τύπος οὕτως ἐγέγραπτο.
」そして、書簡の形式はこのように書かれていた。