§2.2Κύριε, Κύριε, βασιλεῦ τῶν οὐρανῶν, καὶ δέσποτα πάσης τῆς κτίσεως, ἅγιε ἐν ἁγίοις, μόναρχε, παντοκράτωρ, πρόσχες ἡμῖν καταπονουμένοις ὑπὸ ἀνοσίου καὶ βεβήλου, θράσει καὶ σθένει πεφρυασμένου.
主よ、主よ、天の王、すべての被造物の支配者、聖なる者たちの中の聖なる、唯一の支配者、全能者よ。 傲慢さと力によって高ぶる、不敬にして不浄な者によって苦しめられている私たちに目を留めてください。
§2.3σὺ γὰρ εἶ ὁ κτίσας τὰ πάντα, καὶ τῶν ὅλων ἐπικρατῶν·
あなたこそは万物を創造し、宇宙を支配しておられる方です。
δυνάστης δίκαιος εἶ, καὶ τοὺς ὕβρει καὶ ἀγερωχίᾳ τι πράσσοντας κρίνεις.
あなたは義なる支配者であり、無礼と傲慢をもって何かを行う者たちを裁かれます。
§2.4σὺ τοὺς ἔμπροσθεν ἀδικίαν ποιήσαντας, ἐν οἷς γίγαντες ἦσαν ῥώμῃ καὶ θράσει πεποιθότες, διέφθειρας, ἐπαγαγὼν αὐτοῖς ἀμέτρητον ὕδωρ.
あなたは、かつて不義を行った者たちを、その中に力と傲慢を頼みとする巨人たちがいたにもかかわらず、彼らの上に計り知れない水をもたらして滅ぼされました。
§2.5σὺ τοὺς ὑπερηφανίαν ἐργαζομένους Σοδομίτας, ἀδήλους ταῖς κακίαις γενομένους, πυρὶ καὶ θείῳ κατέφλεξας, παράδιγμα τοῖς ἐπιγινομένοις καταστήσας.
あなたは、傲慢を働き、その悪業によって悪名高くなったソドムの人々を、火と硫黄で焼き尽くし、後世の人々に対する見せしめとされました。
§2.6σὺ τὸν θρασὺν Φαραώ, καταδουλωσάμενον τὸν λαόν σου τὸν ἅγιον Ἰσραήλ, ποικίλαις καὶ πολλαῖς δοκιμάσας τιμωρίαις ἐγνώρισας τὴν σὴν δύναμιν, ἐφʼ αἷς ἐγνώρισας τὸ μέγα σου κράτος.
あなたは、あなたの聖なる民イスラエルを奴隷化した傲慢なファラオを、様々かつ多くの懲罰によって試み、それらの懲罰においてあなたの偉大なる力を示し、あなたの力を知らせました。
§2.7καὶ ἐπιδιώξαντα αὐτὸν σὺν ἅρμασιν καὶ ὄχλων πλήθει, ἐπέκλυσας βάθει θαλάσσης, τοὺς δὲ ἐνπιστεύσαντας ἐπὶ σοὶ τῷ τῆς ἁπάσης κτίσεως δυναστεύοντι, σῴους διεκόμισας.
そして、戦車と多大な軍勢をもって彼を追跡した者を、あなたは深海で押し流し、すべての被造物を支配するあなたを信頼した者たちを、無事に渡らせました。
§2.8οἳ καὶ συνιδόντες ἔργα σῆς χειρός, ἤνεσάν σε τὸν παντοκράτορα.
彼らはあなたの御手の業を目撃し、全能者であるあなたを賛美しました。
§2.9σύ, βασιλεῦ, κτίσας τὴν ἀπέρατον καὶ ἀμέτρητον γῆν, ἐξελέξω τὴν πόλιν ταύτην, καὶ ἡγίασας τὸν τόπον τοῦτον εἰς σὸν ὄνομά σοι τῷ τῶν ἁπάντων ἀπροσδεεῖ, καὶ παρεδόξασας ἐν ἐπιφανείᾳ μεγαλοπρεπεῖ, σύστασιν ποιησάμενος αὐτοῦ πρὸς δόξαν τοῦ μεγάλου καὶ ἐντίμου ὀνόματός σου.
王よ、あなたは果てしなく計り知れない地を創造され、この都を選ばれ、万物を必要としないあなたご自身のために、あなたの御名のためにこの場所を聖別されました。 そして、壮麗な顕現によってここを栄光に満ちたものにされ、あなたの大いにして尊き御名の栄光のために、ここを定められました。
§2.10καὶ ἀγαπῶν τὸν οἶκον τοῦ Ἰσραήλ, ἐπηγγείλω διότι ἐὰν γένηται ἡμῶν ἀποστροφὴ καὶ καταλάβῃ ἡμᾶς στενοχωρία, καὶ ἐλθόντες εἰς τὸν τόπον ἡμῶν δεηθῶμεν, εἰσακούσῃ τῆς δεήσεως ἡμῶν.
そしてイスラエルの家を愛するがゆえに、もし私たちが背を向け、苦難が私たちを襲い、私たちがこの場所に来て祈り求めるなら、あなたは私たちの祈りを聞き届けてくださると約束されました。
§2.11καὶ δὴ πιστὸς καὶ ἀληθινός.
そして真に、あなたは信実にして真実な方です。
§2.12ἐπεὶ δὲ πλεονάκις καὶ θλιβέντων τῶν πατέρων ἡμῶν ἐβοήθησας αὐτοῖς ἐν τῇ ταπεινώσει, καὶ ἐρρύσω αὐτοὺς ἐκ μεγάλων κακῶν·
かつて私たちの先祖が苦しめられたときにも、度々あなたは彼らの困窮において助けを与え、大いなる災いから彼らを救い出されました。
§2.13ἰδοὺ δὲ νῦν, ἅγιε βασιλεῦ, διὰ τὰς πολλὰς καὶ μεγάλας ἡμῶν ἁμαρτίας καταπονούμεθα, καὶ ὑπετάγημεν τοῖς ἐχθροῖς ἡμῶν, καὶ παρείμεθα ἐν ἀδυναμίαις.
しかし見よ、今、聖なる王よ、私たちは多くのかつ大いなる罪のために苦しめられており、敵に屈服させられ、無力のうちに衰え果てています。
§2.14ἐν δὲ τῇ ἡμετέρᾳ καταπτώσει ὁ θρασὺς καὶ βέβηλος οὗτος ἐπιτηδεύει καθυβρίσαι τὸν ἐπὶ τῆς γῆς ἀναδεδιγμένον τῷ ὀνόματι τῆς δόξης σου ἅγιον τόπον.
私たちのこの没落の中で、この傲慢にして不浄な者は、地上であなたの栄光の御名のために奉献された聖なる場所を辱めようと企てています。
§2.15τὸ μὲν γὰρ κατοικητήριόν σου οὐρανὸς τοῦ οὐρανοῦ ἀνέφικτος ἀνθρώποις ἐστίν.
あなたの住まいである天の天は人間には到達し得ないものです。
§2.16ὰλλὰ ἐπεὶ εὐδόκησας τὴν δόξαν σου ἐν τῷ λαῷ σου Ἰσραήλ, ἡγίασας τὸν τόπον τοῦτον.
しかし、あなたの民イスラエルのうちに、あなたの栄光を現すことを良しとされたので、あなたはこの場所を聖別されました。
§2.17μὴ ἐκδικήσῃς ἡμᾶς ἐν τῇ τούτων ἀκαθαρσίᾳ, μηδὲ εὐθύνῃς ἡμᾶς ἐν βεβηλώσει, ἵνα μὴ καυχήσωνται οἱ παράνομοι ἐν θυμῷ αὐτῶν, μηδὲ ἀγαλλιάσωνται ἐν ὑπερηφανίᾳ γλώσσης αὐτῶν, λέγοντες
これら不法な者たちの不浄のゆえに私たちを罰しないでください。 また、神殿が汚されることで私たちを罪に定めないでください。 不法な者たちがその怒りにおいて誇ることのないように、また彼らがその舌の傲慢さにおいて喜び勇んで、次のように言うことのないように。
§2.18Ἡμεῖς κατεπατήσαμεν τὸν οἶκον τοῦ ἁγιασμοῦ, ὡς καταπατοῦνται οἱ οἶκοι τῶν προσοχθισμάτων.
「私たちは、忌むべき偶像の家々が踏みにじられるように、聖なる家を踏み荒らした。
§2.19ἀπάλειψον τὰς ἁμαρτίας ἡμῶν, καὶ διασκέδασον τὰς ἀμβλακίας ἡμῶν, καὶ ἐπίφανον τὸ ἔλεός σου κατὰ τὴν ὥραν ταύτην.
」私たちの罪を拭い去り、私たちの咎を散らし、この時に、あなたの憐れみを輝かせてください。
§2.20ταχὺ προκαταλαβέτωσαν οἱ οἰκτιρμοί σου·
あなたの憐れみが速やかに私たちに先んじて届きますように。
καὶ δὸς αἰνέσεις ἐν τῷ στόματι τῶν καταπεπτωκότων καὶ συντετριμμένων τὰς ψυχάς, ποιήσας ἡμῖν εἰρήνην.
そして、打ちひしがれ、魂を砕かれた者たちの口に賛美を与え、私たちに平和をもたらしてください。
§2.21Ἐυταῦθα ὁ πάντων ἐπόπτης θεὸς καὶ προπάτωρ ἅγιος ἐν ἁγίοις εἰσακούσας τῆς ἐνθέσμου λιτανείας, τὸν ὕβρει καὶ θράσει μεγάλως ἐπηρμένον ἐμάστιξεν αὐτόν,
そのとき、すべての者を見守る神であり、聖なる者たちの中の聖なる、先祖の神は、この律法にかなった祈願を聞き入れ、無礼と傲慢によって大いに高ぶっていた彼を打たれた。
§2.22ἔυθεν καὶ ἔνθεν κραδάνας αὐτὸν ὡς κάλαμον ὑπὸ ἀνέμου, ὥστε κατʼ ἐδάφους ἄπρακτον ἔτι καὶ τοῖς μέλεσιν παραλελυμένον, μηδὲ φωνῆσαι δύνασθαι δικαίᾳ πεπληγμένον κρίσει.
風に揺れる葦のように、彼をあちらこちらへと揺り動かされた。 その結果、彼は義なる裁きによって打たれ、地面に倒れたまま身動きもできず、四肢が麻痺し、声を発することさえできなくなった。
§2.23ὅθεν οἵ τε φίλοι καὶ σωματοφύλακες ὀξεῖαν ἰδόντες τὴν καταλαβοῦσαν αὐτὸν εὔθυναν, φοβούμενοι μὴ καὶ τὸ ζῆν ἐκλείπῃ, ταχέως αὐτὸν ἐξείλκυσαν ὑπερβάλλοντι καταπεπληγμένοι φόβῳ.
それゆえ、友人たちや護衛兵たちは、彼を襲った過酷な処罰を目の当たりにし、命さえも絶え果ててしまうのではないかと恐れ、圧倒的な恐怖に圧倒されながら、速やかに彼を外へ引きずり出した。
§2.24ἐν χρόνῳ δὲ ὕστερον ἀναλεξάμενος αὑτόν, οὐδαμῶς εἰς μετάμελον ἦλθεν ἐπιτιμηθείς, μετὰ ἀπειλῆς δὲ πικρᾶς θέμενος ἀνέλυσεν.
しばらくして正気に戻ったものの、彼は懲らしめられたにもかかわらず決して後悔には至らず、激しい脅迫の言葉を残して立ち去った。
§2.25Διακομισθεὶς δὲ εἰς τὴν Αἴγυπτον, καὶ τὰ τῆς κακίας ἐπαύξων, διά τε τῶν προαποδεδιγμένων συνποτῶν καὶ ἑταίρων τοῦ παντὸς δικαίου κεχωρισμένων, §2.26οὐ μόνον ταῖς ἀναριθμήτοις ἀσελγίαις διηρκέσθη, ἀλλὰ καὶ ἐπὶ τοσοῦτον θράσους προῆλθεν, ὥστε δυσφημίας ἐν τοῖς τόποις συνίστασθαι, καὶ πολλοὺς τῶν φίλων ἀτενίζοντας εἰς τὴν τοῦ βασιλέως πρόθεσιν καὶ αὐτοὺς ἕπεσθαι τῇ ἐκείνου θελήσει.
エジプトに帰還すると、彼は自身の邪悪さをさらに増大させ、先に述べた飲み仲間や、あらゆる正義から遠ざかっている友人たちを通じて、数知れない不埒な行為に満足しただけでなく、あまりの傲慢さに達したため、各地で悪評が引き起こされ、多くの友人たちも王の意図を注視して、彼ら自身もその意志に従うようになった。
§2.27προέθετο δημοσίᾳ κατὰ τοῦ ἔθνους διαδοῦναι ψόγον·
彼はその民に対して公に非難を広めることを決意した。
ἐπὶ τοῦ κατὰ τὴν αὐλὴν πύργου στήλην ἀναστήσας, ἐκόλαψεν γραφήν
宮廷にある塔に石碑を建て、碑文を刻んだ。
§2.28Μηδένα τῶν μὴ θυόντων ἐπὶ τὰ ἱερὰ αὐτῶν εἰσιέναι, πάντας δὲ τοὺς Ἰουδαίους εἰς λαογραφίαν καὶ οἰκετικὴν διάθεσιν ἀχθῆναι, τοὺς δὲ ἀντιλέγοντας βίᾳ φερομένους τοῦ ζῇν μεταστῆσαι·
『犠牲を捧げない者は誰も、自分たちの聖所に入ってはならない。 すべてのユダヤ人は人口調査と奴隷の身分に落とされるべきであり、異議を唱える者は、力ずくで連行され、死に処されるべきである。
§2.29τούς τε ἀπογραφομένους χαράσσεσθαι καὶ διὰ πυρὸς εἰς τὸ σῶμα παρασήμῳ Διονύσου κισσοφύλλῳ·
』『また、登録される者たちは、その体に焼き印を押されるべきであり、火によって、ディオニュソスの象徴である蔦の葉の烙印をその体に押されるべきである。
οὓς καὶ προκαταχωρίσαι εἰς τὴν προσυνεσταλμένην αὐθεντίαν.
彼らを、あらかじめ権利を制限された身分に位置づける。
§2.30ἵνα δὲ μὴ τοῖς πᾶσιν ἀπεχθόμενος φαίνηται, ὑπέγραψεν Ἐὰν δέ τινες ἐξ αὐτῶν προαιρῶνται ἐν τοῖς κατὰ τελετὰς μεμυημένοις ἀναστρέφεσθαι, τούτους ἰσοπολίτας Ἀλεξανδρεῦσιν εἶναι.
』しかし、すべての人から憎まれているように見えないために、彼は次のように書き添えた。 『もし彼らのうちの誰かが、秘儀に参入した者たちと交わることを望むなら、これらの者を、アレクサンドリア市民と同等の市民権を持つ者とする。
§2.31Ἔνιοι μὲν ἐπιπολαίως τὰς τῆς πόλεως εὐσεβείας ἐπιβάθρας στυγοῦντες, εὐχερῶς ἑαυτοὺς ἐδίδοσαν, ὡς μεγάλης τινὸς κοινωνήσοντες εὐκλείας ἀπὸ τῆς ἐσομένης τῷ βασιλεῖ συναναστροφῆς.
』ある者たちは、都の信仰の土台を軽薄にも嫌って、容易に身を委ねた。 王とのこれから始まる交わりから、大いなる栄誉を分かち合うことになるだろうと考えたからである。
§2.32οἱ δὲ πλεῖστοι γενναίᾳ ψυχῇ ἐνίσχυσαν, καὶ οὐ διέστησαν τῆς εὐσεβείας·
しかし、大部分の者は高潔な魂をもって踏みとどまり、信仰から離れなかった。
τά τε χρήματα περὶ τοῦ ζῇν ἀντικαταλλασσόμενοι ἀδεῶς ἐπειρῶντο ἑαυτοὺς ῥύσασθαι ἐκ τῶν ἀπογραφῶν.
そして、恐れることなく命の代わりに財産を差し出し、登録から自分たちを免れさせようと試みた。
§2.33εὐέλπιδές τε καθιστήκεισαν ἀντιλήμψεως τεύξασθαι, καὶ τοὺς ἀποχωροῦντας ἐξ αὐτῶν ἐβδελύσσοντο, καὶ ὡς πολεμίους τοῦ ἔθνους ἔκρινον, καὶ τῆς κοινῆς συναναστροφῆς καὶ εὐχρηστίας ἐστέρουν.
彼らは神の助けを得られると確信し、自分たちの間から離反していく者たちを忌み嫌い、民の敵とみなして、共同の交わりや社会的な便益から彼らを排除した。