§3.1Ἃ καὶ μεταλαμβάνων ὁ δυσσεβὴς ἐπὶ τοσοῦτον ἐξεχόλησεν ὥστε οὐ μόνον τοῖς κατὰ Ἀλεξάνδρειαν ὀργίζεσθαι ἀλλὰ καὶ τοῖς ἐν τῇ χώρᾳ βαρυτέρως ἐναντιωθῆναι, καὶ προστάξαι σπεύδοντας συναγαγεῖν πάντας ἐπὶ τὸ αὐτό, καὶ χειρίστῳ μόρῳ τοῦ ζῆν μεταστῆσαι.
听到这些事,那不敬的王勃然大怒,不仅对亚历山大里亚的犹太人发怒,而且对乡间的犹太人也更加严厉地对抗,并下令速将他们所有人聚集到同一地点,用最惨的死法处死。
§3.2τούτων δὲ οἰκονομουμένων φήμη δυσμενὴς ἐξέκειτο κατὰ τοῦ γένους ἀνθρώποις συμφρονοῦσιν εἰς κακοποίησιν, ἀφορμῆς δὲ διδομένης εἰς διάθεσιν, ὡς ἂν ἀπὸ τῶν νομίμων αὐτοὺς κωλυόντων.
在安排这些事的时候,在那些一心作恶的人当中,传出了针对这个民族的恶意谣言,这为迫害提供了借口,声称他们因遵守律法而阻碍了众人的规矩。
§3.3οἱ δὲ Ἰουδαῖοι τὴν μὲν πρὸς τοὺς βασιλεῖς εὔνοιαν καὶ πίστιν ἀδιάστροφον ἦσαν φυλάσσοντες· §3.4σεβόμενοι δὲ τὸν θεόν, καὶ τῷ τούτου νόμῳ πολιτευόμενοι, χωρισμὸν ἐποίουν ἐπὶ τῷ κατὰ τὰς τροφάς.
然而,犹太人依然对君王们保持着不变的好意与忠诚;但因他们敬畏上帝,并遵行祂的律法生活,所以在饮食上保持着分别。
δι᾿ ἣν αἰτίαν ἔνιοι ἀπεχθεῖς ἐφαίνοντο· §3.5τῇ δὲ τῶν δικαίων εὐπραξίᾳ κοσμοῦντες τὴν συναναστροφήν, ἅπασιν ἀνθρώποις εὐδόκιμοι καθειστήκεισαν.
由于这个原因,在某些人眼中,他们显得面目可憎;但他们以公义行为的善美装饰彼此的交往,在众人中树立了良好的名声。
§3.6τὴν μὲν οὖν περὶ τοῦ γένους ἐν πᾶσιν θρυλουμένην εὐπραξίαν οἱ ἀλλόφυλοι οὐδαμῶς διηριθμήσαντο· §3.7τὴν δὲ περὶ τῶν προσκυνήσεων καὶ τροφῶν διάστασιν ἐθρύλουν, φάσκοντες μήτε τῷ βασιλεῖ μήτε ταῖς δυνάμεσιν ὁμοσπόνδους τοὺς ἀνθρώπους γίνεσθαι, δυσμενεῖς δὲ εἶναι καὶ μέγα τι τοῖς πράγμασιν ἐναντιουμένους· καὶ οὐ τῷ τυχόντι περιήψαντο φόβῳ.
然而,外邦人绝不理会众人所传诵的关于这个民族的善行;他们反而对关于敬拜和饮食的差异议论纷纷,声称这些人既不与国王也不与军队同心协力,而是怀有敌意并极力反对国事;他们由此散布了非同寻常的恐惧。
§3.8Οἱ δὲ κατὰ τὴν πόλιν Ἕλληνες οὐδὲν ἠδικημένοι, ταραχὴν ἀπροσδόκητον περὶ τοὺς ἄνδρας θεωροῦντες καὶ συνδρομὰς ἀπροσκόπους γινομένας, βοηθεῖν μὲν οὐκ ἔσθενον· τυραννικὴ γὰρ ἦν ἡ διάθεσις· παρεκάλουν δὲ καὶ δυσφόρως εἶχον, καὶ μεταπεσεῖσθαι ταῦτα ὑπελάμβανον· §3.9μὴ γὰρ οὕτω παροραθήσεσθαι τηλικοῦτο σύστεμα μηδὲν ἠγνοηκός.
城里的希腊人虽然没有受到任何侵犯,但看到发生在这些人身上的意外动荡和不断发生的无阻碍的集会,却无力相助(因为统治是强暴的);但他们予以慰问并感到痛苦,认为这些事情会有所转变;因为他们相信,这样一个没有犯任何过错的庞大社群,绝不会就这样被置之不理。
§3.10ἤδη δὲ καί τινες γείτονές τε καὶ φίλοι καὶ συνπραγματευόμενοι, μυστικῶς τινας ἐπισπώμενοι, πίστεις ἐδίδουν συνασπιεῖν, καὶ πᾶν ἐκτενὲς προσοίσεσθαι πρὸς ἀντίλημψίν.
甚至已经有一些邻里、朋友和生意伙伴,暗中把一些人拉到一旁,许下诺言要共同庇护他们,并全力以赴提供援助。
§3.11Ἐκεῖνος μὲν οὖν τῇ κατὰ τὸ παρὸν εὐημερίᾳ γεγαυρωμένος, καὶ οὐ καθορῶν τὸ τοῦ μεγίστου θεοῦ κράτος, ὑπολαμβάνων δὲ διηνεκῶς ἐν τῇ αὐτῇ διαμένειν βουλῇ, ἔγραψεν κατʼ αὐτῶν ἐπιστολὴν τήνδε §3.12Βασιλεὺς Πτολεμαῖος Φιλοπάτωρ τοῖς κατʼ Αἴγυπτον καὶ κατὰ τόπον στρατηγοῖς καὶ στρατιώταις χαίρειν καὶ ἐρρῶσθαι.
至于那国王,因眼前的得意而骄傲自满,未能看见至大上帝的权能,反而以为自己可以永远保持同样的谋算,便针对他们写下了如下信件: “国王托勒密·爱父者,向埃及各地及各处的将领和士兵们,致以问候并祝身体健康。
§3.13ἔρρωμαι δὲ καὶ αὐτὸς ἐγὼ καὶ τὰ πράγματα ἡμῶν.
我本人身体健康,我们的国事亦然。
§3.14τῆς εἰς τὴν Ἀσίαν γενομένης ἡμῖν ἐπιστρατίας, ἧς ἴστε καὶ αὐτοί, τῇ τῶν θεῶν ἀπροπτώτῳ συμμαχίᾳ κατὰ λόγον ἐπὶ τέλος ἀχθείσης,
如同你们自己所知,我们对亚洲进行的远征,在神明出乎意料的协助下,已按计划圆满结束。
§3.15ἡγησάμεθα μὴ βίᾳ δόρατος, ἐπιεικείᾳ δὲ καὶ πολλῇ φιλανθρωπίᾳ τιθηνήσασθαι τὰ κατοικοῦντα Κοίλην Συρίαν καὶ Φοινίκην ἔθνη, εὖ ποιήσαντες ἀσμένως.
我们认为,不应凭着长枪的威力,而应以宽容和极大的仁慈,来抚慰居住在柯勒叙利亚和腓尼基的各民族,欣然向他们行善。
§3.16καὶ τοῖς κατὰ πόλεσιν ἱεροῖς ἀπονείμαντες προσόδους πλείστας, προσήχθημεν καὶ εἰς τὰ Ἰεροσόλυμα ἀναβάντες τιμῆσαι τὸ ἱερὸν τῶν ἀλιτηρίων καὶ μηδέποτε ληγόντων τῆς ἀνοίας.
我们向各城市的庙宇分配了极多岁入,并前往耶路撒冷,企图向那些不敬且愚妄不绝之人的神殿致敬。
§3.17οἱ δὲ λόγῳ μὲν τὴν ἡμετέραν ἀποδεξάμενοι παρουσίαν, τῷ δὲ πράγματι νόθως, προθυμηθέντων ἡμῶν εἰσελθεῖν εἰς τὸν ναὸν αὐτῶν καὶ τοῖς ἐκπρεπέσιν καὶ καλλίστοις ἀναθήμασιν τιμῆσαι, §3.18τύφοις φερόμενοι παλαιοτέροις, εἶρξαν ἡμᾶς τῆς εἰσόδου, λειπόμενοι τῆς ἡμετέρας ἀλκῆς, δι᾿ ἣν ἔχομεν πρὸς ἅπαντας ἀνθρώπους φιλανθρωπίαν.
但他们口头上虽欢迎我们的光临,实际行动却虚伪至极;当我们渴望进入他们的圣殿,用极显赫且最美丽的献礼致敬时,他们因陈旧的傲慢而冲动,阻挡我们进入,完全不自量力,而我们正是凭着这股力量才对所有人怀有仁慈。
§3.19τὴν δὲ αὐτῶν εἰς ἡμᾶς δυσμενίαν ἔκδηλον καθιστάντες, ὡς μονώτατοι τῶν ἐθνῶν βασιλεῦσιν καὶ τοῖς ἑαυτῶν εὐεργέταις ὑψαυχενοῦντες οὐδὲν γνήσιον βούλονται φέρειν.
他们显然向我们表明了敌意,作为万国中唯一对君王和自己的恩人昂首傲慢的人,他们不想表现出任何真诚。
§3.20Ἡμεῖς δὲ τῇ τούτων ἀνοίᾳ συνπεριενεχθέντες, καὶ μετὰ νίκης διακομισθέντες, καὶ εἰς τὴν Αἴγυπτον τοῖς πᾶσιν ἔθνεσιν φιλανθρώπως ἀπαντήσαντες, καθὼς ἔπρεπεν ἐποιήσαμεν.
我们容忍了他们的愚妄,带着胜利归国,在埃及向所有民族仁慈相待,行了合宜的事。
§3.21ἐν δὲ τούτοις πρὸς τοὺς ὁμοφύλους αὐτῶν ἀμνησικακίαν ἅπασιν γνωρίζοντες, διά τε τὴν συμμαχίαν καὶ τὰ πεπιστευμένα μετὰ ἁπλότητος αὐτοῖς ἀρχῆθεν μύρια πράγματα, ἐξαλλοιῶσαι ἐβουλήθημεν, καὶ πολιτίας αὐτοὺς Ἀλεξανδρέων καταξιῶσαι, καὶ μετόχους τῶν ἀεὶ ἱερέων καταστῆσαι.
在此期间,我们对他们的同胞毫无怨恨,因着结盟的关系以及起初凭着单纯而委托给他们的无数事务,我们希望做出改变,使他们配得亚历山大里亚的公民权,并让他们分享历代祭司的职位。
§3.22οἱ δὲ τοὐναντίον ἐκδεχόμενοι καὶ τῇ συμφύτῳ κακοηθείᾳ τὸ καλὸν ἀπωσάμενοι, διηνεκῶς δὲ εἰς τὸ φαῦλον ἐκνεύοντες, §3.23οὐ μόνον ἀπεστρέψαντο τὴν ἀτίμητον πολιτίαν, ἀλλὰ καὶ βδελύσσονται λόγῳ τε καὶ σιγῇ τοὺς ἐν αὐτοῖς ὀλίγους πρὸς ἡμᾶς γνησίως διακειμένους, παρʼ ἕκαστα ὑφορώμενοι μετὰ τῆς δυσκλεεστάτης ἐμβιώσεως διὰ τάχους ἡμᾶς καταστρέψαι τὰ πράγματα.
他们却相反地对待这一切,以其生来的恶毒拒绝了美意,并且不断向恶偏移,他们不仅拒绝了这无比珍贵的公民权,而且还用言语和沉默,憎恶他们当中少数对我们怀有真诚好意的人,在极其不名誉的生活方式下,总是怀疑我们会迅速推翻他们的事务。
§3.24διὸ καὶ τεκμηρίοις καλῶς πεπεισμένοι τούτους κατὰ πάντα δυσνοεῖν ἡμῖν τρόπον, καὶ προνοούμενοι μή ποτε ἐφνιδίου μετέπειτα ταραχῆς ἐνστάσης ἡμῖν τοὺς δυσσεβεῖς τούτους κατὰ νώτου προδότας καὶ βαρβάρους ἔχωμεν πολεμίους· §3.25προστετάχαμεν ἅμα τῷ προσπεσεῖν τὴν ἐπιστολὴν τήνδε, αὐθωρεὶ τοὺς ἐννεμομένους σὺν ταῖς γυναιξὶ καὶ τέκνοις μετὰ ὕβρεως καὶ σκυλμῶν ἀποστεῖλαι πρὸς ἡμᾶς ἐν δεσμοῖς σιδηροῖς πάντοθεν κατακεκλεισμένους, εἰς ἀνήκεστον καὶ δυσκλεῆ πρέποντα δυσμενέσι φόνον.
因此,既然我们已凭着证据充分确信这些人以各种方式对我们心怀恶念,并为了防备日后突然在我们中间发生动乱时,不至于让这些不敬之人成为我们在背后的叛徒和野蛮的敌人;我们已下令,在此信送达之时,立即将居住在那里的犹太人连同其妻子和儿女,在受辱与虐待中,用铁链从各方牢牢锁住,送至我们这里,予以适合仇敌的、无法挽回且可耻的处死。
§3.26τούτων γὰρ ὁμοῦ κολασθέντων, διειλήφαμεν εἰς τὸν ἐπίλοιπον χρόνον τελείως ἡμῖν τὰ πράγματα ἐν εὐσταθείᾳ καὶ τῇ βελτίστῃ διαθέσει κατασταθήσεσθαι.
因为我们判定,一旦这些人被一同惩罚,在未来的日子里,我们的国事便会完全在安宁与最完美的格局中确立。
§3.27ὃς δ᾿ ἂν σκεπάσῃ τινὰ τῶν Ἰουδαίων ἀπὸ γεραιοῦ μέχρι νηπίου καὶ μέχρι τῶν ὑπομαστιαίων, ἐχθίσταις βασάνοις ἀποτυμπανισθήσεται πανοικίᾳ· §3.28μηνύειν δὲ τὸν βουλόμενον ἐφʼ ᾧ τὴν οὐσίαν τοῦ ἐμπίπτοντος ὑπὸ τὴν εὔθυναν λήμψεται, καὶ ἐκ τοῦ βασιλείου δραχμὰς δισχιλίας, καὶ τῆς ἐλευθερίας στεφανωθήσεται.
凡庇护犹太人(从老人到婴儿,甚至到吮乳的婴儿)的任何人,都将被处以最残酷的酷刑,灭绝全家;凡愿举报者,将获得那受罚之人的财产,并由王室赏赐两千德拉克马,且被冠以自由之荣。
§3.29πᾶς δὲ τόπος, οὗ ἐὰν φωραθῇ τὸ σύνολον σκεπαζόμενος Ἰουδαῖος, ἄβατος καὶ πυριφλεγὴς γινέσθω, καὶ πάσῃ θνητῇ φύσει καθʼ ἅπαν ἄχρηστος φανήσεται εἰς τὸν ἀεὶ χρόνον.
凡被发现藏有犹太人的地方,都将成为人迹罕至并被烈火烧毁之地,且对所有肉体凡胎而言,将永远显得毫无用处。
§3.30καὶ ὁ μὲν τῆς ἐπιστολῆς τύπος οὕτως ἐγέγραπτο.
” 信件的格式便是如此书写的。