§1.1Ο ΔΕ Φιλοπάτωρ παρὰ τῶν ἀνακομισθέντων μαθὼν τὴν γινομένην τῶν ἐπʼ αὐτοῦ κρατουμένων τόπων ἀφαίρεσιν ὑπὸ Ἀντιόχου, παραγγείλας ταῖς πάσαις δυνάμεσιν πεζικαῖς καὶ ἱππικαῖς, καὶ τὴν ἀδελφὴν Ἀρσινόην συνπαραλαβών, ἐξώρμησεν μέχρι τῶν κατὰ Ῥαφίαν τόπων, ὅπου παρεμβεβλήκεισαν οἱ περὶ Ἀντίοχον.
しかし、フィロパトールは、自分に服属していた土地がアンティオコスによって奪われたことを生還者たちから知ると、歩兵と騎兵の全軍に動員を命じ、姉のアルシノエを伴ってラフィア地方まで進軍した。 そこにはアンティオコスの軍が陣を張っていた。
§1.2Θεόδοτος δέ τις ἐκπληρῶσαι τὴν ἐπιβουλὴν διανοηθείς, παραλαβὼν τῶν προυποτεταγμένων αὐτῷ ὅπλων Πτολεμαικῶν τὰ κράτιστα, διεκομίσθη νύκτωρ ἐπὶ τὴν τοῦ Πτολεμαίου σκηνήν, ὡς μόνος κτεῖναι αὐτόν, καὶ ἐν τούτῳ διαλῦσαι τὸν πόλεμον.
ところが、あるテオドトスという者が、陰謀を実行しようと企て、以前自分に配備されていたプトレマイオスの最も精強な兵たちを率い、夜陰に乗じてプトレマイオスの天幕に忍び込んだ。 彼を単独で殺害し、これによって戦争に終止符を打つためであった。
§1.3τοῦτον δὲ διάγων Δωσίθεος ὁ Δριμύλου λεγόμενος, τὸ γένος Ἰουδαῖος, ὕστερον δὲ μεταβαλὼν τὰ νόμιμα καὶ τῶν πατρίων δογμάτων ἀπηλλοτριωμένος, ἄσημόν τινα κατέκλινεν ἐν τῇ σκηνῇ, ὃν συνέβη κομίσασθαι τὴν ἐκείνου κόλασιν.
しかし、ドリミュロスの息子と呼ばれる、血統はユダヤ人でありながら、後に律法を破り祖伝の教えから離脱していたドシテオスという者が、彼(王)を連れ出しており、代わりに一人の無名の男を天幕に横たえておいた。 そのため、この者が王の代わりに殺されることになった。
§1.4γενομένης δὲ καρτερᾶς μάχης καὶ τῶν πραγμάτων μᾶλλον ἐρρωμένων τῷ Ἀντιόχῳ, ἱκανῶς ἡ Ἀρσινόη ἐπιπορευσαμένη τὰς δυνάμεις παρεκάλει μετὰ οἴκτου καὶ δακρύων, τοὺς πλοκάμους λελυμένη, βοηθεῖν ἑαυτοῖς τε καὶ τοῖς τέκνοις καὶ ταῖς γυναιξὶν θαρραλέως, ἐπαγγελλομένη δώσειν νικήσασιν ἑκάστῳ δύο μνᾶς χρυσίου·
激しい戦闘が始まり、アンティオコスの形勢が優勢になりかけたとき、アルシノエは軍勢の間を巡り、髪を振り乱し、哀哭と涙をもって、自分たち自身と子供たちや妻たちのために勇敢に戦うよう懇願し、勝利した者にはそれぞれ金二ミナを授けると約束した。
§1.5καὶ οὕτως συνέβη τοὺς ἀντιπάλους ἐν χειρονομίαις διαφθαρῆναι, πολλοὺς δὲ καὶ δοριαλώτους συλλημφθῆναι.
その結果、敵兵は肉弾戦において壊滅し、多くが捕虜として捕らえられることとなった。
§1.6κατακρατήσας δὲ τῆς ἐπιβουλῆς ἔκρινεν τὰς πλησίον πόλεις ἐπελθὼν παρακαλέσαι.
この襲撃を退けて勝利を収めると、王は近隣の諸都市を巡って彼らを激励しようと決意した。
§1.7ποιήσας δὲ τοῦτο, καὶ τοῖς τεμένεσι δωρεὰς ἀπονείμας, εὐθαρσεῖς τοὺς ὑποτεταγμένους κατέστησεν.
これを行い、また神殿に贈り物を捧げることで、服属する臣民たちの志を大いに高めた。
§1.8Τῶν δὲ Ἰουδαίων διαπεμψαμένων πρὸς αὐτὸν ἀπὸ τῆς γερουσίας καὶ τῶν πρεσβυτέρων τοὺς ἀσπασομένους αὐτὸν καὶ ξένια κομιοῦντας καὶ ἐπὶ τοῖς συμβεβηκόσιν χαρησομένους, συνέβη μᾶλλον αὐτὸν προθυμηθῆναι, ὡς τάχιστα πρὸς αὐτοὺς παραγενέσθαι.
ユダヤ人たちが、彼を歓迎し、贈り物を届け、この出来事を祝うために、長老会と長老たちの中から使節を派遣したところ、王は彼らのもとへできるだけ早く赴くことをいっそう強く望むようになった。
§1.9διακομισθεὶς δὲ εἰς Ἰεροσόλυμα, καὶ θύσας τῷ πιστῷ θεῷ καὶ χάριτας ἀποδιδοὺς καὶ τῶν ἑξῆς τι τῷ τόπῳ ποιήσας, καὶ δὴ παραγενόμενος εἰς τὸν τόπον καὶ τῇ σπουδαιότητι καὶ εὐσεβείᾳ καταπληγείς,
エルサレムに到着すると、まことの神に犠牲を捧げて感謝を表し、その場所(神殿)にふさわしい務めをいくらか執り行い、さらに聖所の中へと進み入り、その荘厳さと信心深さに圧倒された。
§1.10θαυμάσας δὲ καὶ τὴν τοῦ ἱεροῦ εὐταξίαν, ἐνεθυμήθη βουλεύσασθαι εἰς τὸν ναὸν εἰσελθεῖν.
そして神殿の整然とした様子に感嘆し、本殿(聖所)の内部に入り込もうと思案し始めた。
§1.11τῶν δὲ εἰπόντων μὴ καθήκειν γίνεσθαι τοῦτο, διὰ τὸ μηδὲ τοῖς ἔθνεσιν εἰσιέναι, μηδὲ πᾶσιν τοῖς ἱερεῦσιν, ἀλλʼ ἢ μόνῳ τῷ προηγουμένῳ πάντων ἀρχιερεῖ, καὶ τούτῳ κατʼ ἐνιαυτὸν ἅπαξ, ὁ δὲ οὐδαμῶς ἐπείθετο.
人々は、異邦人だけでなく、祭司全員でさえ入ることは許されておらず、ただすべての祭司の頭である大祭司一人のみが、一年にただ一度だけ入ることができるのだから、そのようなことは許されないと告げたが、王は全く聞き入れなかった。
§1.12τοῦ τε νόμου παραναγνωσθέντος, οὐδ᾿ ὣς ἀπέλειπεν προφερόμενος ἑαυτὸν δεῖν εἰσελθεῖν, λέγων Καὶ εἰ ἐκεῖνοι ἐστέρηνται ταύτης τῆς τιμῆς, ἐμὲ δὲ οὐ δεῖ.
律法が彼の前で朗読されたが、それでもなお、自分は入らねばならないと主張して諦めず、こう言った。 「たとえ彼らがこの光栄を奪われているとしても、私がそうであってはならない。
§1.13καὶ ἐπυνθάνετο διὰ τίνα αἰτίαν αὐτὸν εἰσερχόμενον εἰς πᾶν τέμενος οὐθεὶς ἐκώλυσεν τῶν παρόντων.
」そして、自分が他のどこの神殿に入るときにも、居合わせた者の誰も制止しなかったのはなぜか、と問い質した。
§1.14καί τις ἀπρονοήτως ἔφη κακῶς αὐτὸ τοῦτο τερατεύεσθαι·
すると、ある者が不用意にも、それ自体が悪い前兆なのだと言い放った。
§1.15γινομένου δέ, φησίν, τούτου, διὰ τίνα αἰτίαν οὐχὶ πάντων εἰσελεύσεσθαι, καὶ θελόντων αὐτῶν καὶ μή;
王は言った。 「しかし、現にそうである以上、彼らが望もうと望むまいと、どうして私が(この神殿の)奥に入り込んではならないという理由があろうか。
§1.16Τῶν δὲ ἱερέων ἐν πάσαις ταῖς ἐσθήσεσιν προσπεσόντων, καὶ δεομένων τοῦ μεγίστου θεοῦ βοηθεῖν τοῖς ἐνεστῶσιν, καὶ τὴν ὁρμὴν τοῦ κακῶς ἐπιβαλλομένου μεταθεῖναι, κραυγῆς τε μετὰ δακρύων τὸ ἱερὸν ἐμπλησάντων,
」祭司たちはあらゆる聖衣を身にまとってひれ伏し、いと高き神に対して、直面する危機を救い、悪しき企てを抱く者の衝動をそらしてくださるよう懇願し、涙ながらの叫び声で神殿を満たした。
§1.17οἱ κατὰ τὴν πόλιν ἀπολειπόμενοι ταραχθέντες ἐξεπήδησαν, ἄδηλον τιθέμενοι τὸ γινόμενον.
市内に残っていた人々も混乱して外に飛び出し、何が起きているのか分からず不安に陥った。
§1.18αἵ τε κατάκλειστοι παρθένοι ἐν θαλάμοις σὺν ταῖς τεκούσαις ἐξώρμησαν·
奥の部屋に閉じこもっていた乙女たちも、母親たちとともに外へ飛び出し、頭に塵をかぶり、街路を満たして呻き声をあげた。
καὶ ἀπέδωκαν κόνει τὰς κόμας πασάμεναι, πού γε καὶ στεναγμῶν ἐνεμπίπλων τὰς πλατείας. §1.19αἱ δὲ καὶ προσαρτίως ἐσταλμέναι, τοὺς πρὸς ἅπαν νῦν διατεταγμένους καὶ τὴν ἁρμόζουσαν αἰδὼ παραλείπουσαι, δρόμον ἄτακτον συνίσταντο,
また、最近結婚したばかりの者たちも、定めの婚礼の部屋や、身に備えるべき恥じらいをも忘れて、取り乱した様子で走り回った。
§1.20τὰ δὲ νεογνὰ τῶν τέκνων αἱ πρὸς τούτοις μητέρες καὶ τιθηνοὶ παραλείπουσαι ἄλλως καὶ ἄλλως, αἱ μὲν κατʼ οἴκους, αἱ δὲ κατὰ τὰς ἀγυιὰς ἀνεπιστρέπτως εἰς τὸ πανυπέρτατον ἱερὸν ἠθροίζοντο.
乳幼児を持つ母親や乳母たちも子供たちを放り出し、ある者は家の中に、ある者は街路に顧みることなく置き去りにして、いと高き神殿へと群がり集まった。
§1.21ποικίλη δὲ ἦν τῶν εἰς τοῦτο συλλεγέντων ἡ δέησις ἐπὶ τοῖς ἀνοσίως ὑπʼ ἐκείνου κατεγχειρουμένοις.
このようにして集まった人々の祈りは、王が企てている不敬な行為に対して、多種多様なものであった。
§1.22σύν τε τούτοις οἱ περὶ τῶν πολιτῶν θρασυνθέντες οὐκ ἠνείχοντο τέλεον αὐτοῦ ἐπικειμένου καὶ τὸ τῆς προθέσεως ἐκπληροῦν διανοουμένου·
これらとともに、市民の中の血気盛んな若者たちは、王が断固として迫り、その意図を遂行しようとするのを到底容認できなかった。
§1.23φωνήσαντες δὲ τὴν ὁρμὴν ἐπὶ τὰ ὅπλα ποιήσασθαι, καὶ θαρραλέως ὑπὸ τοῦ πατρῴου νόμου τελευτᾷν, ἱκανὴν ἐποίησαν ἐν τῷ τόπῳ τραχύτητα, μόλις δὲ ὑπό τε τῶν γεραιῶν καὶ τῶν πρεσβυτέρων ἀποτραπέντες, ἐπὶ τὴν αὐτὴν τῆς δεήσεως παρῆσαν στάσιν.
彼らは武器を手にして突撃し、祖伝の律法のために勇敢に死のうと叫び、その場所は大混乱に陥った。 しかし、元老や長老たちによって辛うじて制止され、元の祈りの姿勢へと戻った。
§1.24καὶ τὸ μὲν πλῆθος ὡς ἔμπροσθεν τούτοις ἀνεστρέφετο δεόμενον.
群衆は以前と同じように、祈りを捧げ続けた。
§1.25οἱ δὲ περὶ τὸν βασιλέα πρεσβύτεροι πολλαχῶς ἐπειρῶντο τὸν ἀγέρωχον αὐτοῦ νοῦν ἐξιστάνειν τῆς ἐντεθυμημένης ἐπιβουλῆς.
王の周囲にいた長老たちは、彼が目論む不届きな企てから、その傲慢な考えを翻らせようと様々に試みた。
§1.26θρασυνθεὶς δὲ καὶ πάντας παραπέμψας ἤδη, καὶ πρόσβασιν ἤδη ἐποιεῖτο, τέλος ἐπιθήσειν δοκῶν τῷ προειρημένῳ.
しかし王は居丈高になり、すでに全員を退けて、前述の目的を成し遂げようと考え、まさに入り口へと進みつつあった。
§1.27ταῦτα οὖν καὶ οἱ περὶ αὐτὸν ὄντες θεωροῦντες ἐτράπησαν εἰς τὸ σὺν τοῖς ἡμετέροις ἐπικαλεῖσθαι τὸν πᾶν κράτος ἔχοντα τοῖς παροῦσιν ἐπαμῦναι, μὴ περιιδόντα τὴν ἄνομον καὶ ὑπερήφανον πρᾶξιν.
これを見て、王の周囲にいた者たちもまた、私たちの民(ユダヤ人)とともに、全能の神に対して、この不法で不遜な行為を黙認せず、直面する危機に助けを与えてくださるよう懇願し始めた。
§1.28ἐκ δὲ τῆς πυκνοτάτης τε καὶ ἐνπόνου τῶν ὄχλων συναγομένης κραυγῆς ἀνείκαστός τις ἦν βοή·
群衆が密集してあげる激しい嘆きの叫び声から、形容しがたい大音響が沸き起こった。
§1.29δοκεῖν γὰρ ἦν μὴ μόνον τοὺς ἀνθρώπους, ἀλλὰ καὶ τὰ τείχη καὶ τὸ πᾶν ἔδαφος ἠχεῖν, ἅτε δὴ τῶν πάντων τότε θάνατον ἀλλασσομένων ἀντὶ τῆς τοῦ τόπου βεβηλώσεως.
それは、人々だけでなく、壁も、地面全体も地響きを立てているかのようであった。 彼らは皆、その聖なる場所が汚されるくらいなら、むしろ死を選ぶ覚悟であったからである。