Humanitext Reader

七十士译本 · 马加比三书 §2.2-2.33

大祭司西蒙的祈祷与托勒密四世的报复法令

第 2 段,共 9 段 · 希腊语

内容简介

大祭司献上祈祷以求保护圣殿,回顾了上帝过去的拯救历史,随后上帝惩罚了傲慢的国王,使其全身瘫痪,随从不得不将其抬走。国王醒来后退回埃及,并颁布严酷法令剥夺犹太人的公民权,将其降为奴隶并烙上异教标记,导致坚守信仰的犹太人与背教者之间产生分裂。

§2.2Κύριε, Κύριε, βασιλεῦ τῶν οὐρανῶν, καὶ δέσποτα πάσης τῆς κτίσεως, ἅγιε ἐν ἁγίοις, μόναρχε, παντοκράτωρ, πρόσχες ἡμῖν καταπονουμένοις ὑπὸ ἀνοσίου καὶ βεβήλου, θράσει καὶ σθένει πεφρυασμένου.
主啊,主啊,诸天之王,万物的统治者,圣者之中的圣者,独一的君王,全能者啊,求你垂顾我们这些正受那凭着傲慢与力量而自高自大、不敬且不洁之人折磨的人。
§2.3σὺ γὰρ εἶ ὁ κτίσας τὰ πάντα, καὶ τῶν ὅλων ἐπικρατῶν· δυνάστης δίκαιος εἶ, καὶ τοὺς ὕβρει καὶ ἀγερωχίᾳ τι πράσσοντας κρίνεις.
因为是你创造了万物,并统治着宇宙;你是公义的掌权者,你审判那些凭着侮慢与傲慢行事的人。
§2.4σὺ τοὺς ἔμπροσθεν ἀδικίαν ποιήσαντας, ἐν οἷς γίγαντες ἦσαν ῥώμῃ καὶ θράσει πεποιθότες, διέφθειρας, ἐπαγαγὼν αὐτοῖς ἀμέτρητον ὕδωρ.
你曾毁灭了那些从前行不义的人,在他们当中有倚仗力量与傲慢的巨人,你将无量的大水降在他们身上。
§2.5σὺ τοὺς ὑπερηφανίαν ἐργαζομένους Σοδομίτας, ἀδήλους ταῖς κακίαις γενομένους, πυρὶ καὶ θείῳ κατέφλεξας, παράδιγμα τοῖς ἐπιγινομένοις καταστήσας.
你用火和硫黄烧毁了那些行事傲慢、因其恶行而恶名昭彰的索多玛人,使他们成为后世之人的警戒。
§2.6σὺ τὸν θρασὺν Φαραώ, καταδουλωσάμενον τὸν λαόν σου τὸν ἅγιον Ἰσραήλ, ποικίλαις καὶ πολλαῖς δοκιμάσας τιμωρίαις ἐγνώρισας τὴν σὴν δύναμιν, ἐφʼ αἷς ἐγνώρισας τὸ μέγα σου κράτος.
你用各种和许多惩罚试验了那奴役你圣民以色列的傲慢法老,并彰显了你的力量,在这些惩罚中你显明了你伟大的权能。
§2.7καὶ ἐπιδιώξαντα αὐτὸν σὺν ἅρμασιν καὶ ὄχλων πλήθει, ἐπέκλυσας βάθει θαλάσσης, τοὺς δὲ ἐνπιστεύσαντας ἐπὶ σοὶ τῷ τῆς ἁπάσης κτίσεως δυναστεύοντι, σῴους διεκόμισας.
当他率领战车和极多军队追赶时,你将他淹没在深海中,而那些信靠统治万物的你的人,你却使他们安全地渡过。
§2.8οἳ καὶ συνιδόντες ἔργα σῆς χειρός, ἤνεσάν σε τὸν παντοκράτορα.
他们看见了你手所行的事,便赞美你这位全能者。
§2.9σύ, βασιλεῦ, κτίσας τὴν ἀπέρατον καὶ ἀμέτρητον γῆν, ἐξελέξω τὴν πόλιν ταύτην, καὶ ἡγίασας τὸν τόπον τοῦτον εἰς σὸν ὄνομά σοι τῷ τῶν ἁπάντων ἀπροσδεεῖ, καὶ παρεδόξασας ἐν ἐπιφανείᾳ μεγαλοπρεπεῖ, σύστασιν ποιησάμενος αὐτοῦ πρὸς δόξαν τοῦ μεγάλου καὶ ἐντίμου ὀνόματός σου.
王啊,你创造了无边无际、无法估量的土地,拣选了这座城市,并为你自己的名,为不需要万物的你自己圣化了这地方,又以极其壮丽的显现使它荣耀,为了你伟大而尊贵之名的荣耀而建立了它。
§2.10καὶ ἀγαπῶν τὸν οἶκον τοῦ Ἰσραήλ, ἐπηγγείλω διότι ἐὰν γένηται ἡμῶν ἀποστροφὴ καὶ καταλάβῃ ἡμᾶς στενοχωρία, καὶ ἐλθόντες εἰς τὸν τόπον ἡμῶν δεηθῶμεν, εἰσακούσῃ τῆς δεήσεως ἡμῶν.
因你深爱以色列家,你曾许诺,若我们背离而苦难临到我们,只要我们来到这地方祈求,你就会听允我们的祈祷。
§2.11καὶ δὴ πιστὸς καὶ ἀληθινός.
而你确实是信实和真实的。
§2.12ἐπεὶ δὲ πλεονάκις καὶ θλιβέντων τῶν πατέρων ἡμῶν ἐβοήθησας αὐτοῖς ἐν τῇ ταπεινώσει, καὶ ἐρρύσω αὐτοὺς ἐκ μεγάλων κακῶν·
当我们的先祖多次遭受苦难时,你在他们的卑微中帮助了他们,并救他们脱离了大祸。
§2.13ἰδοὺ δὲ νῦν, ἅγιε βασιλεῦ, διὰ τὰς πολλὰς καὶ μεγάλας ἡμῶν ἁμαρτίας καταπονούμεθα, καὶ ὑπετάγημεν τοῖς ἐχθροῖς ἡμῶν, καὶ παρείμεθα ἐν ἀδυναμίαις.
然而看哪,现在,圣洁的王啊,因我们众多而重大的罪,我们正受折磨,我们臣服于敌人,在软弱中委顿不振。
§2.14ἐν δὲ τῇ ἡμετέρᾳ καταπτώσει ὁ θρασὺς καὶ βέβηλος οὗτος ἐπιτηδεύει καθυβρίσαι τὸν ἐπὶ τῆς γῆς ἀναδεδιγμένον τῷ ὀνόματι τῆς δόξης σου ἅγιον τόπον.
在我们的败落之中,这个傲慢而不洁的人企图侮辱地上那为彰显你荣耀之名而显现的圣所。
§2.15τὸ μὲν γὰρ κατοικητήριόν σου οὐρανὸς τοῦ οὐρανοῦ ἀνέφικτος ἀνθρώποις ἐστίν.
因为你的居所——天上的天,是人类无法企及的。
§2.16ὰλλὰ ἐπεὶ εὐδόκησας τὴν δόξαν σου ἐν τῷ λαῷ σου Ἰσραήλ, ἡγίασας τὸν τόπον τοῦτον.
但由于你乐意将你的荣耀置于你的子民以色列中,你便圣化了这个地方。
§2.17μὴ ἐκδικήσῃς ἡμᾶς ἐν τῇ τούτων ἀκαθαρσίᾳ, μηδὲ εὐθύνῃς ἡμᾶς ἐν βεβηλώσει, ἵνα μὴ καυχήσωνται οἱ παράνομοι ἐν θυμῷ αὐτῶν, μηδὲ ἀγαλλιάσωνται ἐν ὑπερηφανίᾳ γλώσσης αὐτῶν, λέγοντες §2.18Ἡμεῖς κατεπατήσαμεν τὸν οἶκον τοῦ ἁγιασμοῦ, ὡς καταπατοῦνται οἱ οἶκοι τῶν προσοχθισμάτων.
不要因这些人的污秽而惩罚我们,也不要因圣所被亵渎而定我们的罪,免得不法之徒在他们的烈怒中夸口,也不要让他们因舌头的傲慢而狂喜,说: “我们践踏了这圣化的殿宇,如同那些可憎之物的庙宇被践踏一样。
§2.19ἀπάλειψον τὰς ἁμαρτίας ἡμῶν, καὶ διασκέδασον τὰς ἀμβλακίας ἡμῶν, καὶ ἐπίφανον τὸ ἔλεός σου κατὰ τὴν ὥραν ταύτην.
” 涂抹我们的罪,驱散我们的过犯,并在此时显明你的怜悯。
§2.20ταχὺ προκαταλαβέτωσαν οἱ οἰκτιρμοί σου· καὶ δὸς αἰνέσεις ἐν τῷ στόματι τῶν καταπεπτωκότων καὶ συντετριμμένων τὰς ψυχάς, ποιήσας ἡμῖν εἰρήνην.
愿你的怜悯迅速临到我们,使那些降卑和心灵破碎之人的口中发出赞美,赐给我们平安。
§2.21Ἐυταῦθα ὁ πάντων ἐπόπτης θεὸς καὶ προπάτωρ ἅγιος ἐν ἁγίοις εἰσακούσας τῆς ἐνθέσμου λιτανείας, τὸν ὕβρει καὶ θράσει μεγάλως ἐπηρμένον ἐμάστιξεν αὐτόν, §2.22ἔυθεν καὶ ἔνθεν κραδάνας αὐτὸν ὡς κάλαμον ὑπὸ ἀνέμου, ὥστε κατʼ ἐδάφους ἄπρακτον ἔτι καὶ τοῖς μέλεσιν παραλελυμένον, μηδὲ φωνῆσαι δύνασθαι δικαίᾳ πεπληγμένον κρίσει.
于是,那鉴察万主的上帝、圣者中圣洁的先祖,听允了这合乎律法的祈求,责罚了那因无礼与傲慢而极度膨胀的人,使他像被风吹动的芦苇一样东摇西摆,以致他瘫倒在地上,四肢麻痹,在义怒的审判下甚至无法出声。
§2.23ὅθεν οἵ τε φίλοι καὶ σωματοφύλακες ὀξεῖαν ἰδόντες τὴν καταλαβοῦσαν αὐτὸν εὔθυναν, φοβούμενοι μὴ καὶ τὸ ζῆν ἐκλείπῃ, ταχέως αὐτὸν ἐξείλκυσαν ὑπερβάλλοντι καταπεπληγμένοι φόβῳ.
因此,他的朋友和卫兵们看见降临在他身上的严厉惩罚,害怕他连性命也保不住,便在极度的恐惧中迅速将他拉了出来。
§2.24ἐν χρόνῳ δὲ ὕστερον ἀναλεξάμενος αὑτόν, οὐδαμῶς εἰς μετάμελον ἦλθεν ἐπιτιμηθείς, μετὰ ἀπειλῆς δὲ πικρᾶς θέμενος ἀνέλυσεν.
过了一段时间后他清醒过来,虽然受了惩罚,却绝无悔改之意,反而带着恶毒的威胁离去了。
§2.25Διακομισθεὶς δὲ εἰς τὴν Αἴγυπτον, καὶ τὰ τῆς κακίας ἐπαύξων, διά τε τῶν προαποδεδιγμένων συνποτῶν καὶ ἑταίρων τοῦ παντὸς δικαίου κεχωρισμένων, §2.26οὐ μόνον ταῖς ἀναριθμήτοις ἀσελγίαις διηρκέσθη, ἀλλὰ καὶ ἐπὶ τοσοῦτον θράσους προῆλθεν, ὥστε δυσφημίας ἐν τοῖς τόποις συνίστασθαι, καὶ πολλοὺς τῶν φίλων ἀτενίζοντας εἰς τὴν τοῦ βασιλέως πρόθεσιν καὶ αὐτοὺς ἕπεσθαι τῇ ἐκείνου θελήσει.
他回到埃及后,由于前述的那些酒友和远离一切正义之伴侣的影响,他的恶行变本加厉,他不仅不满足于无数的放荡行为,而且胆大妄为到了极点,以至于在各地煽动诽谤,许多朋友注视着国王的意图,他们自己也顺从了国王的旨意。
§2.27προέθετο δημοσίᾳ κατὰ τοῦ ἔθνους διαδοῦναι ψόγον· ἐπὶ τοῦ κατὰ τὴν αὐλὴν πύργου στήλην ἀναστήσας, ἐκόλαψεν γραφήν §2.28Μηδένα τῶν μὴ θυόντων ἐπὶ τὰ ἱερὰ αὐτῶν εἰσιέναι, πάντας δὲ τοὺς Ἰουδαίους εἰς λαογραφίαν καὶ οἰκετικὴν διάθεσιν ἀχθῆναι, τοὺς δὲ ἀντιλέγοντας βίᾳ φερομένους τοῦ ζῇν μεταστῆσαι·
他决意公开对这个民族施以羞辱;他在朝廷旁的塔上树立起一根石柱,刻上了如下字句: “凡不献祭的人,一律不得进入他们的神殿;所有犹太人都要被降为户籍登记和奴隶的地位;凡有反对者,一律强行处死。
§2.29τούς τε ἀπογραφομένους χαράσσεσθαι καὶ διὰ πυρὸς εἰς τὸ σῶμα παρασήμῳ Διονύσου κισσοφύλλῳ· οὓς καὶ προκαταχωρίσαι εἰς τὴν προσυνεσταλμένην αὐθεντίαν.
” “登记在册的人,其身体要用火烙上狄奥尼索斯的常春藤叶标记;并将他们登记在先前受限制的身份中。
§2.30ἵνα δὲ μὴ τοῖς πᾶσιν ἀπεχθόμενος φαίνηται, ὑπέγραψεν Ἐὰν δέ τινες ἐξ αὐτῶν προαιρῶνται ἐν τοῖς κατὰ τελετὰς μεμυημένοις ἀναστρέφεσθαι, τούτους ἰσοπολίτας Ἀλεξανδρεῦσιν εἶναι.
” 但为了不显得对所有人都有敌意,他在下面写道:“如果他们当中有人宁愿选择与那些加入秘仪的人来往,这些人便享有与亚历山大里亚人同等公民权。
§2.31Ἔνιοι μὲν ἐπιπολαίως τὰς τῆς πόλεως εὐσεβείας ἐπιβάθρας στυγοῦντες, εὐχερῶς ἑαυτοὺς ἐδίδοσαν, ὡς μεγάλης τινὸς κοινωνήσοντες εὐκλείας ἀπὸ τῆς ἐσομένης τῷ βασιλεῖ συναναστροφῆς.
” 有些人浅薄地厌恶城中虔敬的根基,轻易地向国王妥协,以为能从未来与国王的交往中分享到某种巨大的荣耀。
§2.32οἱ δὲ πλεῖστοι γενναίᾳ ψυχῇ ἐνίσχυσαν, καὶ οὐ διέστησαν τῆς εὐσεβείας· τά τε χρήματα περὶ τοῦ ζῇν ἀντικαταλλασσόμενοι ἀδεῶς ἐπειρῶντο ἑαυτοὺς ῥύσασθαι ἐκ τῶν ἀπογραφῶν.
但大多数人以高尚的灵魂坚固自己,并未背弃虔敬;他们不惜以财物换取生命,无所畏惧地试图使自己免于户籍登记。
§2.33εὐέλπιδές τε καθιστήκεισαν ἀντιλήμψεως τεύξασθαι, καὶ τοὺς ἀποχωροῦντας ἐξ αὐτῶν ἐβδελύσσοντο, καὶ ὡς πολεμίους τοῦ ἔθνους ἔκρινον, καὶ τῆς κοινῆς συναναστροφῆς καὶ εὐχρηστίας ἐστέρουν.
他们满怀获得帮助的希望,憎恶他们当中那些离弃信仰的人,将他们判定为民族的敌人,并剥夺了他们共同来往和互利的权利。

词汇与语法注释

  1. 2.2πρόσχες — `πρόσχες` 是动词 `προσέχω`(垂顾、留心)的第二人称单数不定过去时主动命令式,通常支配与格。在此处,它支配与格分词句 `καταπονουμένοις`(指受苦的犹太人)及其修饰成分。
  2. 2.6ἐφʼ αἷς — 关系代名词 `αἷς`(阴性复数与格)的先行词并非紧邻的单数名词 `δύναμιν`,而是前面出现的阴性复数名词 `τιμωρίαις`(惩罚)。因此,该句意为“在这些[惩罚]中你显明了你伟大的权能”。
  3. 2.21ἐμάστιξεν αὐτόν — 尽管已经有了明确的宾格宾语 `τὸν ... ἐπηρμένον`,代词 `αὐτόν` 仍在动词后被冗余地使用。这是通用希腊语(Koine)和圣经希腊语的常见特征,在长而复杂的名词短语之后重复使用代词以加强语法上的宾语关系。
  4. 2.28εἰσιέναι — 在该法令中,不定式 `εἰσιέναι` 和 `ἀχθῆναι` 等在没有显式表示命令的主动词的情况下,充当“命令式不定式”或间接命令的不定式,用以传达官方的命令。

引用这一段

七十士译本, 马加比三书 §2.2-2.33. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0527.tlg025.humanitext-grc1:2.2-2.33

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。