Humanitext Reader

七十士译本 · 马加比三书 §1.1-1.29

托勒密四世企图侵入圣殿内殿与民众的祈祷

第 1 段,共 9 段 · 希腊语

内容简介

在拉菲亚战役获胜后,托勒密四世菲洛帕托访问耶路撒冷,并不顾犹太人的劝阻企图强行进入圣殿内殿。这引发了犹太祭司和市民的极度恐慌与强烈抗议,众人纷纷聚集进行热切的祈祷。

§1.1Ο ΔΕ Φιλοπάτωρ παρὰ τῶν ἀνακομισθέντων μαθὼν τὴν γινομένην τῶν ἐπʼ αὐτοῦ κρατουμένων τόπων ἀφαίρεσιν ὑπὸ Ἀντιόχου, παραγγείλας ταῖς πάσαις δυνάμεσιν πεζικαῖς καὶ ἱππικαῖς, καὶ τὴν ἀδελφὴν Ἀρσινόην συνπαραλαβών, ἐξώρμησεν μέχρι τῶν κατὰ Ῥαφίαν τόπων, ὅπου παρεμβεβλήκεισαν οἱ περὶ Ἀντίοχον.
菲洛托从生还的人那里得知,他先前统治的地方已被安条克夺取,于是他下令召集步兵和骑兵的全军,并带着他的姐妹阿尔西诺伊,出发一直走到拉菲亚地区,安条克及其军队已在那里驻扎。
§1.2Θεόδοτος δέ τις ἐκπληρῶσαι τὴν ἐπιβουλὴν διανοηθείς, παραλαβὼν τῶν προυποτεταγμένων αὐτῷ ὅπλων Πτολεμαικῶν τὰ κράτιστα, διεκομίσθη νύκτωρ ἐπὶ τὴν τοῦ Πτολεμαίου σκηνήν, ὡς μόνος κτεῖναι αὐτόν, καὶ ἐν τούτῳ διαλῦσαι τὸν πόλεμον.
然而,一个名叫狄奥多托斯的人企图执行阴谋,他带上先前归他指挥的托勒密军队中最精良的士兵,在夜间潜入托勒密的帐篷,企图单枪匹马杀死他,以此结束战争。
§1.3τοῦτον δὲ διάγων Δωσίθεος ὁ Δριμύλου λεγόμενος, τὸ γένος Ἰουδαῖος, ὕστερον δὲ μεταβαλὼν τὰ νόμιμα καὶ τῶν πατρίων δογμάτων ἀπηλλοτριωμένος, ἄσημόν τινα κατέκλινεν ἐν τῇ σκηνῇ, ὃν συνέβη κομίσασθαι τὴν ἐκείνου κόλασιν.
但一个名叫多西修斯(德里米洛斯之子)的人,按出身是犹太人,后来背弃了律法并疏远了祖传的教义,他将王带走,而在帐篷里放了一个无名之辈,结果那人替王承受了惩罚。
§1.4γενομένης δὲ καρτερᾶς μάχης καὶ τῶν πραγμάτων μᾶλλον ἐρρωμένων τῷ Ἀντιόχῳ, ἱκανῶς ἡ Ἀρσινόη ἐπιπορευσαμένη τὰς δυνάμεις παρεκάλει μετὰ οἴκτου καὶ δακρύων, τοὺς πλοκάμους λελυμένη, βοηθεῖν ἑαυτοῖς τε καὶ τοῖς τέκνοις καὶ ταῖς γυναιξὶν θαρραλέως, ἐπαγγελλομένη δώσειν νικήσασιν ἑκάστῳ δύο μνᾶς χρυσίου·
战斗激烈进行,安条克的形势更为有利,阿尔西诺伊在军队中穿梭,披散着头发,带着哀哭和眼泪,恳求他们为了自己、孩子和妻子勇敢地战斗,并承诺如果获胜,将赏赐每人两米纳黄金。
§1.5καὶ οὕτως συνέβη τοὺς ἀντιπάλους ἐν χειρονομίαις διαφθαρῆναι, πολλοὺς δὲ καὶ δοριαλώτους συλλημφθῆναι.
结果,敌人在肉搏战中被消灭,许多人也被俘虏。
§1.6κατακρατήσας δὲ τῆς ἐπιβουλῆς ἔκρινεν τὰς πλησίον πόλεις ἐπελθὼν παρακαλέσαι.
在挫败这一阴谋(赢得胜利)后,他决定巡视邻近的城市并鼓励他们。
§1.7ποιήσας δὲ τοῦτο, καὶ τοῖς τεμένεσι δωρεὰς ἀπονείμας, εὐθαρσεῖς τοὺς ὑποτεταγμένους κατέστησεν.
做完这些事并向神殿赠送礼物后,他使服从他的臣民振作起来。
§1.8Τῶν δὲ Ἰουδαίων διαπεμψαμένων πρὸς αὐτὸν ἀπὸ τῆς γερουσίας καὶ τῶν πρεσβυτέρων τοὺς ἀσπασομένους αὐτὸν καὶ ξένια κομιοῦντας καὶ ἐπὶ τοῖς συμβεβηκόσιν χαρησομένους, συνέβη μᾶλλον αὐτὸν προθυμηθῆναι, ὡς τάχιστα πρὸς αὐτοὺς παραγενέσθαι.
当犹太人从长老会和长老中派来使者向他致敬、赠送礼物并祝贺所发生的事情时,他变得更加渴望尽快去拜访他们。
§1.9διακομισθεὶς δὲ εἰς Ἰεροσόλυμα, καὶ θύσας τῷ πιστῷ θεῷ καὶ χάριτας ἀποδιδοὺς καὶ τῶν ἑξῆς τι τῷ τόπῳ ποιήσας, καὶ δὴ παραγενόμενος εἰς τὸν τόπον καὶ τῇ σπουδαιότητι καὶ εὐσεβείᾳ καταπληγείς, §1.10θαυμάσας δὲ καὶ τὴν τοῦ ἱεροῦ εὐταξίαν, ἐνεθυμήθη βουλεύσασθαι εἰς τὸν ναὸν εἰσελθεῖν.
他来到耶路撒冷,向信实的上帝献祭并表示感谢,又为该地方做了一些适宜的事情,而且确实来到了圣所,并对这里的宏伟和虔敬感到震惊,他也赞叹圣殿的井然有序,便打算并决心进入内殿。
§1.11τῶν δὲ εἰπόντων μὴ καθήκειν γίνεσθαι τοῦτο, διὰ τὸ μηδὲ τοῖς ἔθνεσιν εἰσιέναι, μηδὲ πᾶσιν τοῖς ἱερεῦσιν, ἀλλʼ ἢ μόνῳ τῷ προηγουμένῳ πάντων ἀρχιερεῖ, καὶ τούτῳ κατʼ ἐνιαυτὸν ἅπαξ, ὁ δὲ οὐδαμῶς ἐπείθετο.
但人们告诉他这是不允许的,因为外邦人甚至所有的祭司都不允许进入,只有所有人的首脑大祭司一人,且一年仅限一次,而他却绝不听从。
§1.12τοῦ τε νόμου παραναγνωσθέντος, οὐδ᾿ ὣς ἀπέλειπεν προφερόμενος ἑαυτὸν δεῖν εἰσελθεῖν, λέγων Καὶ εἰ ἐκεῖνοι ἐστέρηνται ταύτης τῆς τιμῆς, ἐμὲ δὲ οὐ δεῖ.
即使在他面前宣读了律法,他仍不放弃,坚称自己必须进入,说:“即使他们被剥夺了这一荣耀,我也绝不能被剥夺。
§1.13καὶ ἐπυνθάνετο διὰ τίνα αἰτίαν αὐτὸν εἰσερχόμενον εἰς πᾶν τέμενος οὐθεὶς ἐκώλυσεν τῶν παρόντων.
” 他问,为什么当他进入其他任何神殿时,在场的人没有一个阻止他。
§1.14καί τις ἀπρονοήτως ἔφη κακῶς αὐτὸ τοῦτο τερατεύεσθαι·
有人不假思索地说,这本身就是一个坏兆头。
§1.15γινομένου δέ, φησίν, τούτου, διὰ τίνα αἰτίαν οὐχὶ πάντων εἰσελεύσεσθαι, καὶ θελόντων αὐτῶν καὶ μή;
他说:“既然现已如此,那有什么理由不让我无论如何都要进去呢,不管他们愿意还是不愿意?
§1.16Τῶν δὲ ἱερέων ἐν πάσαις ταῖς ἐσθήσεσιν προσπεσόντων, καὶ δεομένων τοῦ μεγίστου θεοῦ βοηθεῖν τοῖς ἐνεστῶσιν, καὶ τὴν ὁρμὴν τοῦ κακῶς ἐπιβαλλομένου μεταθεῖναι, κραυγῆς τε μετὰ δακρύων τὸ ἱερὸν ἐμπλησάντων,
” 祭司们身穿所有的圣衣俯伏在地,祈求至大的上帝帮助他们度过眼前的危机,并转离那行恶之人的冲动,他们的哭喊和眼泪充满了圣殿。
§1.17οἱ κατὰ τὴν πόλιν ἀπολειπόμενοι ταραχθέντες ἐξεπήδησαν, ἄδηλον τιθέμενοι τὸ γινόμενον.
留在城里的人感到惊慌,纷纷跑出来,不知道发生了什么事。
§1.18αἵ τε κατάκλειστοι παρθένοι ἐν θαλάμοις σὺν ταῖς τεκούσαις ἐξώρμησαν· καὶ ἀπέδωκαν κόνει τὰς κόμας πασάμεναι, πού γε καὶ στεναγμῶν ἐνεμπίπλων τὰς πλατείας.
深闺中的处女与她们的母亲一起奔跑出来,在头上撒上尘土,街巷中充满了她们的呻吟。
§1.19αἱ δὲ καὶ προσαρτίως ἐσταλμέναι, τοὺς πρὸς ἅπαν νῦν διατεταγμένους καὶ τὴν ἁρμόζουσαν αἰδὼ παραλείπουσαι, δρόμον ἄτακτον συνίσταντο,
新婚的女子也抛弃了为她们准备好的新房和应有的羞耻,惊慌失措地四处奔跑。
§1.20τὰ δὲ νεογνὰ τῶν τέκνων αἱ πρὸς τούτοις μητέρες καὶ τιθηνοὶ παραλείπουσαι ἄλλως καὶ ἄλλως, αἱ μὲν κατʼ οἴκους, αἱ δὲ κατὰ τὰς ἀγυιὰς ἀνεπιστρέπτως εἰς τὸ πανυπέρτατον ἱερὸν ἠθροίζοντο.
母亲和乳母们也撇下新生的婴儿,有的在家里,有的在街上,头也不回地朝至高的圣殿聚集。
§1.21ποικίλη δὲ ἦν τῶν εἰς τοῦτο συλλεγέντων ἡ δέησις ἐπὶ τοῖς ἀνοσίως ὑπʼ ἐκείνου κατεγχειρουμένοις.
聚集在这里的人们,因他所进行的不虔敬企图,发出了各种各样的祈求。
§1.22σύν τε τούτοις οἱ περὶ τῶν πολιτῶν θρασυνθέντες οὐκ ἠνείχοντο τέλεον αὐτοῦ ἐπικειμένου καὶ τὸ τῆς προθέσεως ἐκπληροῦν διανοουμένου· §1.23φωνήσαντες δὲ τὴν ὁρμὴν ἐπὶ τὰ ὅπλα ποιήσασθαι, καὶ θαρραλέως ὑπὸ τοῦ πατρῴου νόμου τελευτᾷν, ἱκανὴν ἐποίησαν ἐν τῷ τόπῳ τραχύτητα, μόλις δὲ ὑπό τε τῶν γεραιῶν καὶ τῶν πρεσβυτέρων ἀποτραπέντες, ἐπὶ τὴν αὐτὴν τῆς δεήσεως παρῆσαν στάσιν.
与他们一起,城中一些勇敢的公民不愿忍受他完全逼近并企图实现其意图;他们大声疾呼要拿起武器,为祖传的律法勇敢地献身,在圣地引起了极大的混乱。 但在长辈和长老们的艰难劝阻下,他们又回到了相同的祈祷姿势。
§1.24καὶ τὸ μὲν πλῆθος ὡς ἔμπροσθεν τούτοις ἀνεστρέφετο δεόμενον.
群众和以前一样,继续进行祈祷。
§1.25οἱ δὲ περὶ τὸν βασιλέα πρεσβύτεροι πολλαχῶς ἐπειρῶντο τὸν ἀγέρωχον αὐτοῦ νοῦν ἐξιστάνειν τῆς ἐντεθυμημένης ἐπιβουλῆς.
国王周围的长老们试图通过多种方式使他傲慢的心思转离他所企图的恶行。
§1.26θρασυνθεὶς δὲ καὶ πάντας παραπέμψας ἤδη, καὶ πρόσβασιν ἤδη ἐποιεῖτο, τέλος ἐπιθήσειν δοκῶν τῷ προειρημένῳ.
但他变得更加嚣张,已经屏退了所有人,正欲步入圣所,企图实现前述的目的。
§1.27ταῦτα οὖν καὶ οἱ περὶ αὐτὸν ὄντες θεωροῦντες ἐτράπησαν εἰς τὸ σὺν τοῖς ἡμετέροις ἐπικαλεῖσθαι τὸν πᾶν κράτος ἔχοντα τοῖς παροῦσιν ἐπαμῦναι, μὴ περιιδόντα τὴν ἄνομον καὶ ὑπερήφανον πρᾶξιν.
看到这一幕,他周围的人也开始与我们的人(犹太人)一起,呼求全能的主帮助他们度过眼前的危机,不要放过这不法和傲慢的行为。
§1.28ἐκ δὲ τῆς πυκνοτάτης τε καὶ ἐνπόνου τῶν ὄχλων συναγομένης κραυγῆς ἀνείκαστός τις ἦν βοή· §1.29δοκεῖν γὰρ ἦν μὴ μόνον τοὺς ἀνθρώπους, ἀλλὰ καὶ τὰ τείχη καὶ τὸ πᾶν ἔδαφος ἠχεῖν, ἅτε δὴ τῶν πάντων τότε θάνατον ἀλλασσομένων ἀντὶ τῆς τοῦ τόπου βεβηλώσεως.
从密集而痛苦的群众哭喊声中,发出了无法形容的巨响;因为这声音似乎不仅是人们在呼喊,连墙壁和整个地面都在震动,因为当时所有人宁可选择死亡,也不愿看到圣地被亵渎。

词汇与语法注释

  1. 1.2τῶν προυποτεταγμένων αὐτῷ ὅπλων Πτολεμαικῶν τὰ κράτιστα — “ὅπλων” 是部分属格,修饰 “τὰ κράτιστα”(最优秀的部分)。名词 “ὅπλα”(武器/盔甲)在此处借代为“武装士兵/军队”,整句意为“在先前归他指挥的托勒密军队中最精良的士兵”。
  2. 1.3τοῦτον δὲ διάγων — 代词 “τοῦτον” 指托勒密国王,是分词 “διάγων”(διάγω 的现在活动分词)的直接宾语。此处的 “διάγω” 意为“带走”或“引开”,表示多西修斯将国王带离危险的帐篷以使其免于遇害。
  3. 1.19τοὺς πρὸς ἅπαν νῦν διατεταγμένους — 阳性复数宾格分词 “διατεταγμένους”(διατάσσω 的完成被动分词)根据新婚女性的语境,指的是“被分配给她们的(丈夫)”,作为 “παραλείπουσαι” 的直接宾语。“πρὸς ἅπαν” 意为“在万事中”或“终身”。
  4. 1.29θάνατον ἀλλασσομένων ἀντὶ τῆς τοῦ τόπου βεβηλώσεως — 在属格独立结构 “τῶν πάντων... ἀλλασσομένων” 中,动词 “ἀλλάσσω” 与表示交换之物的宾格连用,并以 “ἀντί” 引导属格表示被交换之物。此处意为“用死亡来换取圣地被亵渎”,即他们宁可选择死亡也不愿看到圣地被亵渎。

引用这一段

七十士译本, 马加比三书 §1.1-1.29. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0527.tlg025.humanitext-grc1:1.1-1.29

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。