§1.1BΙBΛΟΣ λόγων Τωβεὶτ τοῦ Τωβιὴλ τοῦ Ἁνανιὴλ τοῦ Ἀδουὴλ τοῦ Γαβαήλ, ἐκ τοῦ σπέρματος Ἀσιήλ, ἐκ τῆς φυλῆς Νεφθαλείμ,
トビトの言葉の書。 トビトは、トビエル、アナニエル、アドゥエル、ガバエルの子であり、アシエルの子孫、ナフタリ部族の出身である。
§1.2ὃς ᾐχμαλωτεύθη ἐν ἡμέραις Ἐνεμεσσάρου τοῦ βασιλέως Ἀσσυρίων ἐκ Θίσβης, ἥ ἐστιν ἐκ δεξιῶν Κυδιὼς τῆς Νεφθαλεὶμ ἐν τῇ Γαλειλαίᾳ ὑπεράνω Ἀσήρ.
彼は、アッシリアの王エネメッサロスの時代にシスベから捕囚として連れて行かれた。 シスベは、ガリラヤ地方の、アセルの上方、ナフタリのキュディオスの右にある。
§1.3Ἐγὼ Τωβεὶτ ὁδοῖς ἀληθείας ἐπορευόμην καὶ δικαιοσύνῃ πάσας τὰς ἡμέρας τῆς ζωῆς μου.
私トビトは、生涯の日々すべて、真理と義の道を歩んだ。
καὶ ἐλεημοσύνας πολλὰς ἐποίησα τοῖς ἀδελφοῖς μου καὶ τῷ ἔθνει τοῖς προπορευθεῖσιν μετ᾿ ἐμοῦ εἰς χώραν Ἀσσυρίων εἰς Νινευή.
そして、私とともにアッシリアの国ニネベへ連行された私の同胞や同国人に、多くの施しを行った。
§1.4καὶ ὅτε ἤμην ἐν τῇ χώρᾳ μου ἐν τῇ γῇ Ἰσραήλ, νεωτέρου μου ὄντος, πᾶσα φυλὴ τοῦ Νεφθαλεὶμ τοῦ πατρός μου ἀπέστη ἀπὸ τοῦ οἴκου Ἰεροσολύμων, τῆς ἐκλεγείσης ἀπὸ πασῶν τῶν φυλῶν Ἰσραὴλ εἰς τὸ θυσιάζειν πάσας τὰς φυλάς· καὶ ἡγιάσθη ὁ ναὸς τῆς κατασκηνώσεως τοῦ ὑψίστου καὶ ᾠκοδομήθη εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος·
私がまだ若く、自分の国、イスラエルの地にいたとき、私の父ナフタリの全部族がエルサレムの家から離反した。 エルサレムは、すべての部族がそこでいけにえをささげるために、イスラエルのすべての部族の中から選ばれた場所であり、いと高き方の住まいとなる神殿が聖別され、世々のすべての世代のために建てられた場所であった。
§1.5καὶ πᾶσαι αἱ φυλαὶ αἱ συναποστᾶσαι ἔθυον τῇ Βάαλ τῇ δαμάλει, καὶ ὁ οἶκος Νεφθαλεὶμ τοῦ πατρός μου.
そして、ともに離反したすべての部族は、若雌牛のバアルにいけにえをささげており、私の父ナフタリの家も同様であった。
§1.6κἀγὼ μόνος (⁶)ἐπορευόμην πλεονάκις ἐν Ἰεροσολύμοις ταῖς ἑορταῖς, καθὼς γέγραπται παντὶ τῷ Ἰσραὴλ ἐν προστάγματι αἰωνίῳ, τὰς ἀπαρχὰς καὶ τὰς δεκάτας τῶν γενημάτων καὶ τὰς προκουρίας ἔχων·
しかし、私一人は、永遠の掟によって全イスラエルに定められている通り、祭りのたびにしばしばエルサレムに赴き、初物や収穫の十分の一、羊毛の刈り初めを携えて行った。
§1.7καὶ ἐδίδουν αὐτὰς τοῖς ἱερεῦσιν τοῖς υἱοῖς Ἀαρὼν πρὸς τὸ θυσιαστήριον τῶν γενημάτων·
そして私は、それらを祭壇のためにアロンの子らである祭司たちに与えた。
τὴν δεκάτην ἐδίδουν τοῖς υἱοῖς Λευεὶ τοῖς θεραπεύουσιν εἰς Ἰερουσαλήμ, καὶ τὴν δευτέραν δεκάτην ἀπεπρατιζόμην, καὶ ἐπορευόμην καὶ ἐδαπάνων αὐτὰ ἐν Ἰεροσολύμοις καθʼ ἕκαστον ἐνιαυτόν·
収穫の十分の一は、エルサレムで仕えているレビの子らに与え、第二の十分の一は金に換えて、毎年エルサレムに行き、そこでそれを費やした。
⁸καὶ τὴν τρίτην ἐδίδουν οἷς καθήκει, καθὼς ἐνετείλατο Δεββώρα ἡ μήτηρ τοῦ πατρός μου, διότι ὀρφανὸς κατελείφθην ὑπὸ τοῦ πατρός μου.
そして、第三の十分の一は、父の母デボラが命じた通り、それを必要とする人々に与えた。 というのも、私は父によって孤児として残されたからである。
§1.9καὶ ὅτε ἐγενόμην ἀνήρ, ἔλαβον Ἄνναν γυναῖκα ἐκ τοῦ σπέρματος τῆς πατριᾶς ἡμῶν, καὶ ἐγέννησα ἐξ αὐτῆς Τωβίαν.
私が成人したとき、私たちの本族の血統からアンナという女性を妻に迎え、彼女によってトビアをもうけた。
§1.10καὶ ὅτε ἠχμαλωτίσθημεν εἰς Νινευή, πάντες οἱ ἀδελφοί μου καὶ οἱ ἐκ τοῦ γένους ἤσθιον ἐκ τῶν ἄρτων τῶν ἐθνῶν·
そして、私たちがニネベに捕囚として連れて行かれたとき、私の親族と同国人はみな、異邦人の食物を食べた。
§1.11ἐγὼ δὲ συνετήρησα τὴν ψυχήν μου μὴ φαγεῖν,
しかし私は、食べまいと自らを律した。
§1.12καθότι ἐμεμνήμην τοῦ θεοῦ ἐν ὅλῃ τῇ ψυχῇ μου.
心を尽くしていと高き神を心に留めていたからである。
§1.13καὶ ἔδωκεν ὁ ὕψιστος χάριν καὶ μορφὴν ἐνώπιον Ἐνεμεσσάρου, καὶ ἤμην αὐτοῦ ἀγοραστής.
それゆえ、いと高き方はエネメッサロスの前で私に恵みと好意を授け、私は彼の調達人となった。
§1.14ἐπορευόμην εἰς τὴν Μηδίαν, καὶ παρεθέμην Γαβαήλῳ τῷ ἀδελφῷ Γαβρία ἐν Ῥάγοις τῆς Μηδίας ἀργυρίρυ τάλαντα δέκα.
私はメディアへ行き、メディアのラガイにいるガブリアの兄弟ガバエロスに、銀十タラントを預けた。
§1.15Καὶ ὅτε ἀπέθανεν Ἐνεμεσσάρ, ἐβασίλευσεν Ἀχηρεὶλ ὁ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ, καὶ αἱ ὁδοὶ αὐτοῦ ἠκαταστάτησαν καὶ οὐκέτι ἠδυνάσθην πορευθῆναι εἰς τὴν Μηδείαν.
エネメッサロスが死ぬと、その息子アヘレイロスが代わりに王となったが、彼の支配する領地は不安定になり、私はもはやメディアへ行くことができなくなった。
§1.16καὶ ἐν ταῖς ἡμέραις Ἐνεμεσσάρου ἐλεημοσύνας πολλὰς ἐποίουν τοῖς ἀδελφοῖς μου·
エネメッサロスの時代、私は私の同胞に多くの施しを行った。
§1.17τοὺς ἄρτους μου ἐδίδουν τοῖς πεινῶσιν καὶ ἱμάτια τοῖς γυμνοῖς, καὶ εἵ τινα ἐκ τοῦ γένους μου ἐθεώρουν τεθνηκότα καὶ ῥεριμμένον ὀπίσω τοῦ τείχους Νινευή, ἔθαπτον αὐτόν.
飢えている者に私のパンを与え、裸の者に衣服を与えた。 また、私の同国人の誰かが死んでニネベの城壁の背後に投げ捨てられているのを見れば、私はそれを葬った。
§1.18καὶ εἵ τινα ἀπέκτεινεν Ἀχηρεὶλ ὁ βασιλεύς, ὅτε ἦλθεν φεύγων ἐκ τῆς Ἰουδαίας, ἔθαψα αὐτοὺς κλέπτων·
また、アヘレイロス王がユダヤから逃げ帰ってきたときに殺した者がいれば、私は彼らを隠れて葬った。
πολλοὺς γὰρ ἀπέκτεινεν ἐν τῷ θυμῷ αὐτοῦ·
王は怒りに任せて多くの者を殺したからである。
καὶ ἐζητήθη ὑπὸ τοῦ βασιλέως τὰ σώματα, καὶ οὐχ εὑρέθη.
王が遺体を捜させたが、見つからなかった。
§1.19πορευθεὶς δὲ εἰς τῶν ἐν Νινευὴ ὑπέδειξε τῷ βασιλεῖ περὶ ἐμοῦ ὅτι θάπτω αὐτούς, καὶ ἐκρύβην·
しかし、ニネベの者の一人が王のところへ行き、私が彼らを葬っていると告げ口したため、私は身を隠した。
ἐπιγνοὺς δὲ ὅτι ζητοῦμαι ἀποθανεῖν, φοβηθεὶς ἀνεχώρησα.
自分が死刑のために捜されていることを知ると、私は恐れて逃亡した。
§1.20καὶ διηρπάγη πάντα τὰ ὑπάρχοντά μου, (23) καὶ οὐ κατελείφθη μοι οὐδὲν πλὴν Ἅννας τῆς γυναικός μου καὶ Τωβεὶτ τοῦ υἱοῦ μου.
私の全財産は没収され、妻アンナと私の息子トビトのほかには、私には何も残されなかった。
§1.21καὶ οὐ διῆλθον ἡμέραι πεντήκοντα ἕως οὗ ἀπέκτειναν αὐτὸυ οἱ δύο υἱοὶ αὐτοῦ, καὶ ἔφυγον εἰς τὰ ὄρη Ἀραράθ·
そして、五十日も経たないうちに、王の二人の息子が王を殺害し、アララトの山々へ逃亡した。
καὶ ἐβασίλευσεν Σαχερδονὸς ὁ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ, καὶ ἔταξεν Ἀχιάχαρον τὸν Ἀναὴλ υἱὸν τοῦ ἀδελφοῦ μου ἐπὶ πᾶσαυ τὴν ἐκλογιστείαν τῆς βασιλείας αὐτοῦ καὶ ἐπὶ πᾶσαν τὴν διοίκησιν.
そして、その息子サヘルドノスが代わりに王となり、私の兄弟アナエルの息子アヒアハロスを、王国のすべての会計とすべての行政の管理者に任じた。
§1.22καὶ ἠξίωσεν Ἀχιάχαρος περὶ ἐμοῦ, καὶ ἦλθον εἰς Νινευή.
アヒアハロスが私のために執なしてくれたので、私はニネベに戻ることができた。
Ἀχιάχαρος δὲ ἦν ὁ οἰνοχόος καὶ ἐπὶ τοῦ δακτυλίου καὶ διοικητὴς καὶ ἐκλογιστής, καὶ κατέστησεν αὐτὸν ὁ Σαχερδονός, υἱὸς ἐκ δευτέρας·
アヒアハロスは献酌官であり、印章の保管者であり、管理者であり、会計長であった。 サヘルドノスは彼を次席として任命した。
ἦν δὲ ἐξάδελφός μου.
彼は私のいとこであった。