Humanitext Reader

七十士译本 · 多比传 §1.1-1.22

托比特的家系及俘囚期的虔诚与苦难

第 1 段,共 14 段 · 希腊语

内容简介

本段叙述了虔诚义人托比特的家谱及其在亚述俘虏时期的艰难处境,突出了他坚守律法、广行施舍的善行。他因埋葬死者而遭到迫害并财产被夺,但最终在侄子阿希阿哈罗斯的求情下得以返回尼尼微。

§1.1BΙBΛΟΣ λόγων Τωβεὶτ τοῦ Τωβιὴλ τοῦ Ἁνανιὴλ τοῦ Ἀδουὴλ τοῦ Γαβαήλ, ἐκ τοῦ σπέρματος Ἀσιήλ, ἐκ τῆς φυλῆς Νεφθαλείμ,
托比特的话书。 托比特是托比埃尔之子,托比埃尔是阿纳尼埃尔之子,阿纳尼埃尔是阿杜埃尔之子,阿杜埃尔是加巴埃尔之子,属阿西埃尔的后代,纳夫塔里支派。
§1.2ὃς ᾐχμαλωτεύθη ἐν ἡμέραις Ἐνεμεσσάρου τοῦ βασιλέως Ἀσσυρίων ἐκ Θίσβης, ἥ ἐστιν ἐκ δεξιῶν Κυδιὼς τῆς Νεφθαλεὶμ ἐν τῇ Γαλειλαίᾳ ὑπεράνω Ἀσήρ.
在亚述王埃内梅萨罗斯在位时,他被从塞斯贝掳走,塞斯贝位于加利利、阿塞尔上方的纳夫塔里的基迪奥斯右面。
§1.3Ἐγὼ Τωβεὶτ ὁδοῖς ἀληθείας ἐπορευόμην καὶ δικαιοσύνῃ πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. καὶ ἐλεημοσύνας πολλὰς ἐποίησα τοῖς ἀδελφοῖς μου καὶ τῷ ἔθνει τοῖς προπορευθεῖσιν μετ᾿ ἐμοῦ εἰς χώραν Ἀσσυρίων εἰς Νινευή.
我,托比特,一生之久常行于真理与正义的道路上,对与我一同被掳到亚述国尼尼微的同胞和同族人行了许多施舍。
§1.4καὶ ὅτε ἤμην ἐν τῇ χώρᾳ μου ἐν τῇ γῇ Ἰσραήλ, νεωτέρου μου ὄντος, πᾶσα φυλὴ τοῦ Νεφθαλεὶμ τοῦ πατρός μου ἀπέστη ἀπὸ τοῦ οἴκου Ἰεροσολύμων, τῆς ἐκλεγείσης ἀπὸ πασῶν τῶν φυλῶν Ἰσραὴλ εἰς τὸ θυσιάζειν πάσας τὰς φυλάς· καὶ ἡγιάσθη ὁ ναὸς τῆς κατασκηνώσεως τοῦ ὑψίστου καὶ ᾠκοδομήθη εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος·
当我还年轻,在我的祖国以色列地时,我父亲纳夫塔里的整个支派都背叛了耶路撒冷之家,而耶路撒冷是从以色列所有支派中选出来、供所有支派献祭的地方;至高者的居所圣殿已被圣化,并为了世世代代永远建立。
§1.5καὶ πᾶσαι αἱ φυλαὶ αἱ συναποστᾶσαι ἔθυον τῇ Βάαλ τῇ δαμάλει, καὶ ὁ οἶκος Νεφθαλεὶμ τοῦ πατρός μου.
所有一同背叛的支派都向牝牛巴力献祭,我父亲纳夫塔里的家也是如此。
§1.6κἀγὼ μόνος (⁶)ἐπορευόμην πλεονάκις ἐν Ἰεροσολύμοις ταῖς ἑορταῖς, καθὼς γέγραπται παντὶ τῷ Ἰσραὴλ ἐν προστάγματι αἰωνίῳ, τὰς ἀπαρχὰς καὶ τὰς δεκάτας τῶν γενημάτων καὶ τὰς προκουρίας ἔχων·
唯独我常常按照全以色列永久的诫命所写的那样,在节日去耶路撒冷,带着初熟之物、出产的十分之一和剪下的初毛。
§1.7καὶ ἐδίδουν αὐτὰς τοῖς ἱερεῦσιν τοῖς υἱοῖς Ἀαρὼν πρὸς τὸ θυσιαστήριον τῶν γενημάτων· τὴν δεκάτην ἐδίδουν τοῖς υἱοῖς Λευεὶ τοῖς θεραπεύουσιν εἰς Ἰερουσαλήμ, καὶ τὴν δευτέραν δεκάτην ἀπεπρατιζόμην, καὶ ἐπορευόμην καὶ ἐδαπάνων αὐτὰ ἐν Ἰεροσολύμοις καθʼ ἕκαστον ἐνιαυτόν· ⁸καὶ τὴν τρίτην ἐδίδουν οἷς καθήκει, καθὼς ἐνετείλατο Δεββώρα ἡ μήτηρ τοῦ πατρός μου, διότι ὀρφανὸς κατελείφθην ὑπὸ τοῦ πατρός μου.
我将这些送给亚伦子孙的祭司们,供祭坛献祭;将十分之一给在耶路撒冷服务的利未子孙;将第二分十分之一换成银子,每年去耶路撒冷并在那里消费;至于第三分十分之一,我按照祖母德博拉的吩咐,给那些有需要的人,因为我被父亲留下成了孤儿。
§1.9καὶ ὅτε ἐγενόμην ἀνήρ, ἔλαβον Ἄνναν γυναῖκα ἐκ τοῦ σπέρματος τῆς πατριᾶς ἡμῶν, καὶ ἐγέννησα ἐξ αὐτῆς Τωβίαν.
当我成年时,我娶了我们家族后代中的安娜为妻,她给我生了托比亚。
§1.10καὶ ὅτε ἠχμαλωτίσθημεν εἰς Νινευή, πάντες οἱ ἀδελφοί μου καὶ οἱ ἐκ τοῦ γένους ἤσθιον ἐκ τῶν ἄρτων τῶν ἐθνῶν·
当我们被掳到尼尼微时,我所有的弟兄和同族人都吃外邦人的食物。
§1.11ἐγὼ δὲ συνετήρησα τὴν ψυχήν μου μὴ φαγεῖν,
我却自律,保守自己不吃。
§1.12καθότι ἐμεμνήμην τοῦ θεοῦ ἐν ὅλῃ τῇ ψυχῇ μου.
因为我全心记念神。
§1.13καὶ ἔδωκεν ὁ ὕψιστος χάριν καὶ μορφὴν ἐνώπιον Ἐνεμεσσάρου, καὶ ἤμην αὐτοῦ ἀγοραστής.
至高者在埃内梅萨罗斯面前赐我恩宠和俊美,我成了他的采购官。
§1.14ἐπορευόμην εἰς τὴν Μηδίαν, καὶ παρεθέμην Γαβαήλῳ τῷ ἀδελφῷ Γαβρία ἐν Ῥάγοις τῆς Μηδίας ἀργυρίρυ τάλαντα δέκα.
我去往米底亚,在米底亚的拉盖把十塔兰特银子寄托在加巴埃洛斯那里。
§1.15Καὶ ὅτε ἀπέθανεν Ἐνεμεσσάρ, ἐβασίλευσεν Ἀχηρεὶλ ὁ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ, καὶ αἱ ὁδοὶ αὐτοῦ ἠκαταστάτησαν καὶ οὐκέτι ἠδυνάσθην πορευθῆναι εἰς τὴν Μηδείαν.
当埃内梅萨罗斯去世后,他的儿子阿赫雷洛斯继承了王位,他的道路变得动荡不安,我无法再去米底亚。
§1.16καὶ ἐν ταῖς ἡμέραις Ἐνεμεσσάρου ἐλεημοσύνας πολλὰς ἐποίουν τοῖς ἀδελφοῖς μου·
在埃内梅萨罗斯的时代,我向我的弟兄行了许多施舍。
§1.17τοὺς ἄρτους μου ἐδίδουν τοῖς πεινῶσιν καὶ ἱμάτια τοῖς γυμνοῖς, καὶ εἵ τινα ἐκ τοῦ γένους μου ἐθεώρουν τεθνηκότα καὶ ῥεριμμένον ὀπίσω τοῦ τείχους Νινευή, ἔθαπτον αὐτόν.
我把我的饼给饥饿的人,把衣服给赤身的人;若看见我的同族人中有死者被抛在尼尼微城墙后,我就埋葬他。
§1.18καὶ εἵ τινα ἀπέκτεινεν Ἀχηρεὶλ ὁ βασιλεύς, ὅτε ἦλθεν φεύγων ἐκ τῆς Ἰουδαίας, ἔθαψα αὐτοὺς κλέπτων·
若是阿赫雷洛斯国王从犹太逃回时杀害了人,我都暗中把他们埋葬。
πολλοὺς γὰρ ἀπέκτεινεν ἐν τῷ θυμῷ αὐτοῦ· καὶ ἐζητήθη ὑπὸ τοῦ βασιλέως τὰ σώματα, καὶ οὐχ εὑρέθη.
因为他在愤怒中杀了许多人,国王搜寻尸体,却找不到。
§1.19πορευθεὶς δὲ εἰς τῶν ἐν Νινευὴ ὑπέδειξε τῷ βασιλεῖ περὶ ἐμοῦ ὅτι θάπτω αὐτούς, καὶ ἐκρύβην·
但尼尼微的一个人去向国王告发我,说我埋葬了他们,于是我躲藏起来。
ἐπιγνοὺς δὲ ὅτι ζητοῦμαι ἀποθανεῖν, φοβηθεὶς ἀνεχώρησα.
当我得知自己因面临死刑而被搜寻时,我因害怕而逃走。
§1.20καὶ διηρπάγη πάντα τὰ ὑπάρχοντά μου, (23) καὶ οὐ κατελείφθη μοι οὐδὲν πλὴν Ἅννας τῆς γυναικός μου καὶ Τωβεὶτ τοῦ υἱοῦ μου.
我所有的财产都被掠夺,除了我的妻子安娜和我的儿子托比特,没有给我留下任何东西。
§1.21καὶ οὐ διῆλθον ἡμέραι πεντήκοντα ἕως οὗ ἀπέκτειναν αὐτὸυ οἱ δύο υἱοὶ αὐτοῦ, καὶ ἔφυγον εἰς τὰ ὄρη Ἀραράθ·
过了不到五十天,国王的两个儿子杀了他,并逃到了亚拉拉特山。
καὶ ἐβασίλευσεν Σαχερδονὸς ὁ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ, καὶ ἔταξεν Ἀχιάχαρον τὸν Ἀναὴλ υἱὸν τοῦ ἀδελφοῦ μου ἐπὶ πᾶσαυ τὴν ἐκλογιστείαν τῆς βασιλείας αὐτοῦ καὶ ἐπὶ πᾶσαν τὴν διοίκησιν.
他的儿子萨赫尔多诺斯继位,并任命我兄弟阿纳埃尔的儿子阿希阿哈罗斯掌管他王国的全部财政和一切行政。
§1.22καὶ ἠξίωσεν Ἀχιάχαρος περὶ ἐμοῦ, καὶ ἦλθον εἰς Νινευή.
阿希阿哈罗斯为我求情,我便来到了尼尼微。
Ἀχιάχαρος δὲ ἦν ὁ οἰνοχόος καὶ ἐπὶ τοῦ δακτυλίου καὶ διοικητὴς καὶ ἐκλογιστής, καὶ κατέστησεν αὐτὸν ὁ Σαχερδονός, υἱὸς ἐκ δευτέρας·
阿希阿哈罗斯曾是司酒、印章保管者、管理者及会计,萨赫尔多诺斯将他任命为副手。
ἦν δὲ ἐξάδελφός μου.
他是我堂兄。

词汇与语法注释

  1. §1.4νεωτέρου μου ὄντος — 属格独立结构(分词绝对句)。虽然实际指代的对象与主句主语(托比特本人,承接1.3节的 Ἐγὼ Τωβεὶτ)相同,但此处在语法上采用了与主句独立的属格结构,用以交代他年轻时的背景状况。
  2. §1.4εἰς τὸ θυσιάζειν πάσας τὰς φυλάς — 使用前置词 εἰς 与带冠词不定式(τό + 不定式)表示目的的结构。宾格短语 πάσας τὰς φυλάς 作不定式 θυσιάζειν 的逻辑主语,意为“为了让所有的支派献祭”。
  3. §1.11μὴ φαγεῖν — 紧跟在表示克制或自律的动词(此处为 συνετήρησα τὴν ψυχήν μου,意为“我保守我自己”)之后的否定不定式,用以强调避免或克制某种行为(吃)。
  4. §1.20Τωβεὶτ τοῦ υἱοῦ μου — 在希腊语文本中,托比特的儿子被写作 Τωβεὶτ(托比特)。然而,根据叙事上下文以及与其他手稿(如拉丁语译本)的对比,这显然是指“托比亚”(参见1.9节的 Τωβίαν)。这反映了某些希腊语手稿(如西奈抄本)中存在的文本混淆。

引用这一段

七十士译本, 多比传 §1.1-1.22. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0527.tlg021.humanitext-grc1:1.1-1.22

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。